τες οἱ οσιοι αὐτοῦ, οτι ἀληθείας ἐκζητεῖ Κύριος, καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. ̓Ανδρίζεσθε, καὶ κρα ταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπί ζοντες ἐπὶ Κύριον. Εὐσεβίου. ̓Εξ ων αὐτὸς ετυχεν εὐεργε σιῶν, μὴ μόνος ἀπολαῦσαι τῆς παρὰ τοῦ Θεοῦ σωτηρίας βουλόμενος, μετὰ πολλῶν δὲ σωθῆναι, προτρέπεται, τοῖς πᾶσιν ἐπιφω νῶν, ἀγαπᾶν τὸν Θεὸν, καὶ μηδὲν ετερον πράττειν η τῇ ἀγάπῃ τοῦ Κυρίου ἑαυτοὺς ἀνατιθέναι, καὶ τοῦτο πράττειν μετὰ ἀλη θείας, γνησίως καὶ καθαρῶς, ἀλλὰ μὴ ἐπι πλάστως, μηδὲ μεθ' ὑποκρίσεως, λέγει οτι ἀληθείας ἐκζητεῖ Κύριος· πεπεῖσθαι δὲ χρὴ, φησὶν, ὑμᾶς τοὺς τῷ Θεῷ καθωσιωμένους, ὡς εσται τις καιρὸς τῆς τοῦ Θεοῦ δικαιο κρισίας, ἐν ῃ ἀποδώσει τἀπίχειρα ων πράτ τουσιν ἐπὶ τοῦ παρόντος οἱ τὸν Θεὸν μὴ εἰδό τες, οἱ μηδὲ μετρίως, ἀλλ' εἰς ὑπερβολὴν ἀλαζονευόμενοι· ους οὐ χρὴ φοβεῖσθαι, εἰς τὸ τέλος αὐτῶν ἀφορῶντας, ἀλλ' ἀνδρίζεσ θαι καὶ κραταιοῦσθαι τοὺς λογισμοὺς, τὴν διάνοιαν ἑδραίαν καὶ στερεὰν κεκτημένους, καὶ τὴν ἐλπίδα ἐπὶ Κύριον τιθεμένους. 31.4 ̓Εστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναι ακανθαν. Τὰς βιωτικὰς ἀπάτας τε καὶ μερίμνας ἀκάνθας ἐκάλεσεν ὁ σωτήρ. Τοιαύτῃ τις ἀκάνθῃ περιπεσὼν ταλαιπωρεῖ, οἰκτρὸς δέ τις γίνεται, κατὰ τροπὴν καὶ φύσει τοιοῦτος ὑπάρχων. 32.6 Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστε ρεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Στόμα Θεοῦ τὸ Πνεῦμα τὸ αγιον. -Οἱ γὰρ προφῆται δι' αὐτοῦ λαλοῦντες ελεγον, οτι τὸ στόμα Κυρίου ἐλάλησε ταῦτα, ηγουν τὸ Πνεῦμα τὸ αγιον. - ̓Αγγέλων ουν τὴν μὲν εἰς τὸ ειναι πάροδον ὁ δημιουργὸς Λό γος παρέχετο· τὸν ἁγιασμὸν δὲ αὐτοῖς τὸ Πνεῦμα συνεπέφερεν, -Οὐ γὰρ νήπιοι κτισθέντες, τῇ κατ' ὀλίγον μελέτῃ τῆς τοῦ Πνεύματος ὑποδοχῆς γεγόνασιν αξιοι, ἀλλ' ἐν τῇ πρώτῃ συστάσει καὶ τῷ οἱονεὶ φυρά ματι τῆς οὐσίας αὐτῶν συγκαταβληθεῖσαν εσχον τὴν ἁγιότητα. ∆ιὸ καὶ δυσμετάθετοι πρὸς κακίαν εἰσὶν εὐθὺς, οἱονεὶ βαφῇ τῷ ἁγιασμῷ στομωθέντες. 33.9 Γεύσασθε, καὶ ιδετε οτι χρηστὸς ὁ Κύριος. Εἰ γευστός ἐστιν ὁ Κύριος, διὰ τῆς πίσ τεώς ἐστι γευστός· καὶ εἰ χρηστὸς, διὰ τῆς γνώσεώς ἐστι χρηστός. 34.8 ̓Ελθέτω αὐτοῖς παγὶς ην οὐ γινώσ κουσι, καὶ ἡ θήρα ην εκρυψαν, συλλαβέτω αὐτοὺς, καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ. ̓Αντεστράφη γὰρ εἰς κεφαλὴν τῶν πονη ρῶν ἡ παγίς. Θηρεύσαντες γὰρ τὸν ανθρω πον εἰς θάνατον, ἀντεζωγρεύθησαν, καὶ τῷ θανάτῳ παραδίδονται. ̔Ο τάφος ὁ δεσποτι κὸς, ἐν ῳ ἐνόμιζον κρύπτειν ὡς νεκρὸν τὸν Σωτῆρα, καὶ ἐν αὐτῷ γὰρ συνελήφθησαν, ὡς ἐν παγίδι. 34.11 ̓Αναστάντες μάρτυρες αδικοι, α οὐκ ἐγίνωσκον, ἐπηρώτων με. Οἱ ἀναστάντες μάρτυρες αδικοι κατὰ τοῦ Σωτῆρος ελεγον· Ουτος ειπεν· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Τοῦτο δὲ αὐτό· οὐκ ἐγίνωσκον, πῶς ελεγεν; δύναται γὰρ τὸ ῥητὸν τοῦτο καὶ ἐπὶ τοῦ Σωτῆρος λαμβάνεσθαι, η τάχα καὶ ολος ὁ ψαλμός. ̓Αφ' ἑαυτῶν μὲν οἱ ανθρωποι οὐ γινώσκουσι τὴν κακίαν, ἐρωτώμενοι δὲ ὑπὸ τῶν ἐχθρῶν διὰ τῶν λογισμῶν, εἰς γνῶσιν ερχονται τῆς κακίας. Νῦν δὲ τὴν πεῖραν λέγω· λέγεται γὰρ καὶ ἡ πεῖρα γνῶσις· Εγνω, φησὶν, ̓Αδὰμ τὴν γυναῖκα αὑτοῦ. - Συκοφαντίαν, φησὶν, ὑπέμεινα, α μηδὲ ἐλο γισάμην κατηγορούμενος· ἐπειδὴ γὰρ ὑπὸ τοῦ φθόνου ἠλεγμένος, οσα Σαοὺλ τυραννή σειεν ὑπώπτευεν, καὶ τούτου χάριν πολεμὸν διετέλει, χώραν λαβὼν ο ἐβάσκαινον τὰς κατ' αὐτοῦ συκοφαντίας ...... τούτους μάρ τυρας ὀνομάζει ψευδεῖς, ἐκ τούτων καὶ οἱ Ζηφαῖοι καὶ ετεροι πρὸ τούτων πολλοί. Παράτεινον τὸ ελεός σου τοῖς γι νώσκουσί σε, καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ. Η τάχα οἱ μὲν τὴν γνῶσιν μόνην εχον τες, τουτέστι τὴν πίστιν, ἐλέῳ δικαιοῦνται καὶ σώζονται· οἱ δὲ καὶ τὸ εὐθὲς ἐν πράξεσι, τὸν τῆς δικαιοσύνης ἀπολαμβάνουσι στέφα νον· πλὴν εἰ παρατείνεται τὸ ελεος τοῖς γι νώσκουσι τὸν Θεὸν, τοῖς μὴ γινώσκουσιν αὐτὸν πρόσκαιρον εσται. 35.12 Μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με. Οιδε μέντοι ὁ θεῖος λόγος ταῖς λεγομέναις