Καὶ οὐ θαυμαστὸν εἰ ἐν ἑνὶ ψαλ μῷ οὐχὶ ἓν πρόσωπόν ἐστι τὸ λέγον· πολλαχοῦ γὰρ τοῦτο ἔστιν ἰδεῖν, ὡς προϊόντες δείξομεν. Καὶ ταῦ τα μὲν πρὸ τοῦ ψαλμοῦ, κατανοήσωμεν δὲ τὰς λέ ξεις. Τοῦ αὐτοῦ. Τέσσαρα γένη τῶν ἀνθρώπων φησὶν ὁ λόγος ἐπιβεβληκέναι Χριστῷ· ἔθνη φρυά ξαντα κατ' αὐτοῦ, καὶ λαοὺς μελετήσαντας κενὰ, καὶ βασιλεῖς τῆς γῆς παραστάντας μετ' ἀρχόντων συν αχθέντων ἐπὶ τὸ αὐτό. Καὶ ἡγούμεθα μὲν ἔθνη δηλοῦ σθαι τοὺς ἀλλοτρίους τῆς πίστεως ἀνθρώπους, ὥσπερ τοὺς στρατιώτας τοὺς φρυάξαντας κατ' αὐτοῦ· τοὺς δὲ λαοὺς τοὺς ἀπὸ τῶν φυλῶν τῆς κατατομῆς (οὐ γὰρ κυρίως λεκτέον αὐτοὺς τὸν Σωτῆρα μὴ προσιεμένους ἐκ περιτομῆς), οἵτινες κενὰ μεμελετήκασι, τὸν ἐν τοῖς μελετωμένοις προφητικοῖς λόγοις καταγγελλόμε νον Χριστὸν οὐ νενοηκότες. Βασιλεῖς δὲ τῆς γῆς καὶ ἄρχοντες Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος, καὶ οἱ τοῦ Ἰουδαίων λαοῦ ἡγούμενοι. Τούτων γὰρ καὶ ὁ θεσπέ σιος Πέτρος ὁ ἀπόστολος ἀπεμνημόνευσεν ἰδικῶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὴν προκειμένην χρῆσιν παραγαγών. Εἰ δὲ καὶ τὰς ἀοράτους φήσεις δυνάμεις, οὐκ ἂν ἁμάρτοις. Καὶ ὁ σοφώτατος γοῦν Ἀπόστολος οὐ τοσοῦτον ἀνθρώποις προσῆψε τὸ ἐσταυ ρωκέναι τὸν Χριστὸν, ὡς δυνάμεσιν ἀρχοντικαῖς, λέ γων· «Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶ νος τούτου, τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προ ώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρω σαν.» Ποῖοι γὰρ ἄρχοντες ἐσταύρωσαν τὸν Χριστὸν, τὸν τῆς δόξης Κύριον, οἱ μὴ γινώσκοντες τὴν σοφίαν τοῦ Θεοῦ, καὶ αὐτοὶ σοφίας τινὰς ἔχειν ὑπολαμβανόμε νοι, ἢ οἱ λεγόμενοι ἐν ταῖς προφητείαις ἄρχων βασιλείας Περσῶν, καὶ ἄρχων βασιλείας Ἑλλήνων, καὶ κατὰ τὸ ἀκόλουθον οἱ τῶν λοιπῶν ἐθνῶν; «Τὰ ἔθνη» τοίνυν «ἐφρύαξαν·» ὅπερ ἐστὶν, ὡς ὁ Ἀκύλας σαφέστερον ἡρμήνευσεν, «ἐθορυβήθησαν.» Ἔστι δὲ ἡ λέξις ἡ, «ἐφρύαξαν,» ὀνοματοπεποιημένη, καὶ ἐμφαίνουσα τὸν ἄσημον ἦχον τῶν θορυβούντων· τοιοῦτοι γὰρ οἱ σεσοβημένοι κατὰ τοὺς καιροὺς τοῦ ἐπιβουλεύειν ὑπάρχουσιν κατὰ τῶν ὑπ' αὐτῶν πολεμουμένων. Καὶ εἰ μὴ οἱ λοιποὶ ἑρμηνευταὶ εἰρήκασι τὸ, «ἐθορυβήθη σαν,» καὶ, «κυκᾷ,» ὡς Σύμμαχος, ἦν ἐκλαβεῖν ἀπὸ τοῦ «ἐφρύαξαν,» τὸ, «ἐμεγαλαύχησαν·» ὡς ἐν ἑνὶ τῶν προφητῶν οἰόμεθα τοῦτο δηλοῦν τὴν λέξιν· «Κατὰ τὰ φρυάγματα τοῦ Ἰορδάνου.» Καὶ ἐπεὶ «ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει, καὶ ὁ δεχόμενος» τὸν Χριστὸν, «δέχεται τὸν ἀποστείλαντα αὐτὸν,» διὰ τοῦτο ὁ κατὰ Χριστοῦ στρατευόμενος εἰς τὸν Πατέρα ἀσε 12.1104 βεῖ. Οἱ γοῦν φρυάξαντες, καὶ κενὰ μελετήσαντες, καὶ παραστάντες ἐπὶ τὸ αὐτὸ, καὶ συναχθέντες ἅμα, ἐνηργήθησαν μὲν τῷ δοκεῖν κατὰ τοῦ Χριστοῦ μόνου, λελόγισται δὲ αὐτοῖς ὃ πεποιήκασι πρότερον, κατὰ τοῦ Πατρός. ∆ιὸ λέγεται ταῦτα αὐτοὺς πεποιηκέναι «κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Οὐκ ἀγνοητέον δὲ περὶ τοῦ ἐκφωνουμένου παρὰ μὲν Ἕλλησι τῇ «Κύριος» προσηγορίᾳ, παρὰ δὲ Ἑβραίοις τῇ «Ἀδωναΐ.» ∆έκα γὰρ ὀνόμασι παρ' Ἑβραίοις ὀνομάζεται ὁ Θεὸς, ὧν ἐστιν ἓν τὸ «Ἀδωναῒ,» καὶ ἑρ μηνεύεται «Κύριος.» Καὶ ἔστιν ὅπου λέγεται τὸ «Ἀδωναῒ» παρ' Ἑβραίοις, καὶ παρ' Ἕλλησι «Κύριος,» τῆς λέξεως τῆς γεγραμμένης ἐν τῇ Γραφῇ τοῦτο ἀπαγγελλούσης. Ἔστι δὲ ὅτε τὸ Ἰαὴ κεῖται, ἐκφωνεῖται δὲ τῇ «Κύριος» προσηγορίᾳ παρ' Ἕλλησι, ἀλλ' οὐ παρ' Ἑβραίοις, ὡς ἐν τῷ· «Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς ψαλμός.» Κύριον γὰρ ἐνθάδε ἀντὶ τοῦ Ἰαὴ εἴρηκεν. Καὶ ἔστιν ἡ ἀρχὴ τοῦ ψαλμοῦ παρ' Ἑβραίοις «Ἀλληλούϊα·» ἔστι δέ τι τετραγράμματον ἀνεκφώνητον παρ' αὐτοῖς, ὅπερ καὶ ἐπὶ τοῦ πετάλου τοῦ χρυσοῦ τοῦ ἀρχιερέως ἀναγέγραπται, καὶ λέγε ται μὲν τῇ «Ἀδωναῒ» προσηγορίᾳ, οὐχὶ τούτου γε γραμμένου ἐν τῷ τετραγραμμάτῳ· παρὰ δὲ Ἕλλησι τῇ «Κύριος» ἐκφωνεῖται. Καὶ ἐν τοῖς ἀκριβεστέροις δὲ τῶν ἀντιγράφων Ἑβραίοις χαρακτῆρσι κεῖται τὸ ὄνομα, Ἑβραϊκοῖς δὲ οὐ τοῖς νῦν, ἀλλὰ