γὰρ παῖδες οὐδὲν τῶν οἰκείων πόνων καὶ πόρων ἐνόμιζον ἴδιον εἶναι, ἀλλὰ πάντα τοῖς πατράσι προσεπόριζον δεδιότες μὴ προσκρούσωσιν τῷ τιμᾶν τοὺς γονεῖς βουλομένῳ νόμῳ. ἐπέ τρεψαν οὖν οἱ πρεσβύτεροι τοῖς παισὶ τοιαῦτα κηρύττειν καὶ προδιαμαρτύρεσθαι τῷ πατρὶ ἢ τῇ μητρὶ καὶ λέγειν πᾶν, ὃ ἐὰν ὠφεληθῇς, τοῦτ' ἔστιν κερδαίνῃς, ἐξ ἐμοῦ καὶ πρὸς σῆς ὠφελείας εἶναι λογίσαιο, τοῦτο δῶρόν ἐστιν ἀφιερωθὲν ἤδη θεῷ παρ' ἐμοῦ. καὶ λοιπὸν οἱ γονεῖς εὑρίσκοντο κρείττονι μαχόμενοι νόμῳ τῷ βουλομένῳ πάντων προτιμᾶσθαι θεὸν καὶ ἀναγκαίως παρεχώρουν μηδὲ ἐφάψασθαι τολμῶντες τῶν προεπηγγελμένων καὶ ἀνατεθέντων ὡς ἱερῶν. καὶ ταύτῃ τῇ μηχανῇ τοὺς γονεῖς ἀποστεροῦντες τῆς ὀφειλομένης τιμῆς τῶν ἀνοσίων λημμάτων τοῖς πρεσβυτέροις ἐκοινώνουν οἱ παῖδες. ὁ δὲ Μᾶρκος σαφέστερον τὸ δῶρον κορβᾶν εἶπεν, ὅπερ τῇ τῶν Ἑβραίων γλώττῃ σημαίνει τὴν προσφορὰν καὶ τὸ δῶρον τὸ ἀφιερωθὲν τῷ θεῷ· ἦσαν γάρ τινες, οἳ καθιεροῦν ἑαυτοὺς ἐσπούδαζον τῷ θεῷ. σπάνει δὲ χρημάτων ἀνακοπτόμενοι τὴν εἰς τοὺς γονεῖς αἰδῶ παραπόδισμα ἔχειν προετείνοντο· μόλις γὰρ σφίσι τε αὐτοῖς κἀκείνοις τὰ ζωαρκῆ πορίζεσθαι δύνασθαι. οἱ δὲ πρεσβύτεροι ἀνέπειθον παρ' οὐδὲν ἡγεῖσθαι τὸ χρῆμα διὰ θεόν· κἂν εἰ προσίοιεν οἱ γεγεννηκότες τὴν συνήθη παρ' αὐτῶν ζητοῦντες ἐπικουρίαν, χρῆναι λέγειν ἐδίδασκον, ὅτι ὅπερ ἂν ἐξ ἐμοῦ λάβοις τὸ θεῖον ἴσθι σοι παραβλάπτων ἀνάθημα καὶ χρήμασιν ἱεροῖς τὰς χεῖρας ἐπάγων· ἀνατέθεικα γὰρ ἐμαυτὸν καὶ ὡς δῶρον ἐπήγγελμαι τῷ θεῷ· οἱ δὲ τὰ ἐκ τῆς ἱεροσυλίας δεδιότες βλάβη διεκαρτέρουν οἰμώζοντες καὶ τὴν εἰς θεὸν εὐσέβειαν πρόφασιν λιμοῦ ἔχοντες. διὰ τί τοίνυν ἠκυρώσατε τὴν ἐντολήν; οὔτε γὰρ τῶν τῷ θεῷ πρεπόντων ἀμελητέον διὰ τὰ ἀνθρώπινα οὔτε μὴν εἰς ἅπαν τῶν ἀνθρωπίνων καταρρᾳθυμητέον. 66 Mt 15, 2 6 Οὐ δεῖ θαυμάζειν, εἰ τοῦ νόμου κωλύσαντός τινα ὡς πρὸς τὸν ἔξω ἄνθρωπον μᾶλλον ἀποβλέποντος ὁ κύριος ἡμῶν πρὸς τὸν ἔσω ἄνθρωπον ποιούμενος τὴν διδασκαλίαν οὐκ ἐκώλυσεν αὐτά. 67 Mt 15, 39 Ἵνα μὴ καθ' ἑκάστην ποιῶν σημεῖα δόξῃ φιλόδοξος τοῦτο γὰρ διήγειρε τοὺς ὄχλους ἀκολουθεῖν αὐτῷ δεικνὺς τὸ ταπεινὸν ἑαυτοῦ διὰ τὴν τῆς σαρκὸς οἰκονομίαν ἀναχωρεῖ εἰς τὸ πλοῖον. 68 Mt 16, 13 17 Καὶ ἐπειδὴ οὐκ αὐτὸς ἐβούλετο εἰπεῖν τὸ τῆς θεότητος ἀξίωμα, ἀλλ' ἐκείνων τῆς γνώμης τὴν ψῆφον ἀνέμενεν· εἰ γὰρ εἶπεν αὐτοῖς· τίνα με λέγουσιν τὸν υἱὸν τοῦ θεοῦ, ὕποπτος ἂν ἦν αὐτῶν ἡ ἀπόκρισις λεγόντων σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, ὡς ἄρα ἀκολουθοῦντες τῇ φωνῇ τοῦ διδασκάλου τοῦτο εἶπον. ἐκείνου <δὲ> μηδὲν τοιοῦτον εἰπόντος καὶ ἐκείνων ἀποκρινομένων σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἐδείχθη καθαρῶς τοῦ οἰκείου εἶναι φρονήματος τὴν θαυμασίαν ἐκείνην ἀπόκρισιν. ἄλλως τε δὲ ἐπειδὴ προῄδει ὁ πάντα εἰδὼς τὸν Πέτρον καὶ τοὺς μαθητὰς μέλλοντας αὐτὸν υἱὸν ὁμολογεῖν τοῦ θεοῦ τοῦ ζῶντος, αὐτὸς τὸ τῆς οἰκονομίας προλαμβάνει καὶ ἀνθρώπινον ἑαυτὸν ὁμολογεῖ, ἵνα διά τε τῆς οἰκείας φωνῆς διά τε τῆς τῶν μαθητῶν ἀποκρίσεως τῶν δύο φύσεων παραστήσῃ τὴν ἀλήθειαν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος, καὶ ἐμφράξῃ τῶν αἱρετιζόντων τὰ στόματα τῶν τε ψιλὸν ἄνθρωπον αὐτὸν βλασφημεῖν μελλόντων καὶ τῶν ἐν φαντασίᾳ τὴν σάρκα φορέσαι μυθολογούντων. βεβαιοτάτην δὲ καὶ τὴν τῶν μαθητῶν ἀπόκρισιν ποιεῖται τοῦ πατρὸς αὐτὴν ἐπιμαρτυρόμενος εἶναι ἀποκάλυψιν, ὥστε, ὅτι μὲν θεοῦ υἱὸς οἵ τε ἀπόστολοι ἔφασαν καὶ ὁ πατὴρ ἀπεκάλυψεν καὶ ὁ υἱὸς ἐπιμαρτυρήσας συνωμολόγησεν· ὅτι δὲ ἄνθρωπος, αὐτὴ ἡ ἀλήθεια ὁ υἱὸς ὁμολογήσας ἐξήρκεσεν· τὸ μὲν γὰρ ἄγνωστον τοῖς πολλοῖς καὶ πλείονος ἔδει παραστάσεως, τὸ δὲ πᾶσιν ἑορᾶτο καὶ μόνη ἐξήρκει ἡ τοῦ φοροῦντος ὁμολογία καὶ συγκατάθεσις. τὸ δὲ σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀντὶ τοῦ· οὐδὲν σαρκικὸν καὶ γήινον ἤδη περὶ ἐμὲ φανταζομένῳ, ἀλλ' ἀνωτέρω τῆς τῶν πολλῶν καὶ χαμαὶ συρομένων δόξης γεγονότι ἀπεκάλυψέν σοι καὶ τὴν ὑψηλοτάτην καὶ οὐράνιον γνῶσιν ὁ πατήρ, τὸ ἐπιγνῶναί σε, ὅτι φύσει καὶ ἀληθῶς εἰμι υἱὸς τοῦ ζῶντος θεοῦ. Οὐκ ἐβούλετο εἰπεῖν τὸ τῆς θεότητος ἀξίωμα, ἀλλὰ τὴν τῶν μαθητῶν