1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

16

φησι· ϛʹ. Καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δε ξιὸν ἐκ δευτέρου, καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰούδα τεσσαράκοντα ἡμέρας, ἡμέραν εἰς ἐνιαυτὸν ἔθηκά σοι αὐτάς. Πλείων γὰρ ἡ παρα νομία τοῦ καλουμένου Ἰσραήλ· παντελῶς γὰρ ἀπο στάντες τοῦ Θεοῦ, ποτὲ μὲν ἐλάτρευον ταῖς δαμάλεσι, ποτὲ δὲ τὰ παντοδαπὰ εἴδωλα προσεκύνουν. ∆ιὰ τοῦτο ἐκείνῳ μὲν ἑκατὸν πεντήκοντα ἀφορίζει ἡμέ ρας, τῷ δὲ Ἰούδᾳ τεσσαράκοντα, ἑκάστης ἡμέρας εἰς ἐνιαυτὸν λογιζομένης. Σημαίνουσι δὲ αἱ τεσσαράκοντα ἡμέραι τοῦ Ἰούδᾳ τὰ λειπόμενα τοῖς ἐβδομήκοντα ἔτεσι τεσσαράκοντα ἔτη. Ἀπεφήνατο γὰρ ὁ Θεὸς διὰ τοῦ προφήτου Ἱερεμίου, ἑβδομήκοντα ἔτη διατελέ σειν αὐτοὺς ἐν Βαβυλῶνι· ἀλλὰ τριάκοντα ἤδη παρ εληλύθει ἔτη· ἐν γὰρ τῷ τριακοστῷ ἔτει τῆς αἰ χμαλωσίας ἤρξατο τῆς προφητείας ὁ θεῖος Ἰεζεκιήλ, ἀπὸ δὲ τοῦ πέμπτου ἔτους τῆς Ἰεχονίου αἰχμαλω σίας, μέχρι πρώτου τῆς Κύρου τοῦ Πέρσου βασι 81.857 λείας, τὰ λοιπὰ τεσσαράκοντα συμπληροῦνται ἔτη· καὶ τοῦτο δυνατὸν οὐ μόνον ἀπὸ τῶν χρονικῶν συν αγαγεῖν, ἀλλὰ καὶ ἀπὸ τῶν θείων Γραφῶν καταμα θεῖν· καὶ γὰρ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης, καὶ ἡ τῶν παραλειπομένων βίβλος διδάσκει, ὡς ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ, τοῦ καὶ Ἰεχονίου, ὕψωσε τὴν κεφαλὴν αὐτοῦ Εὐϊλαδμαρωδὰχ, καὶ ἐξέβαλεν αὐτὸν ἐξ οἴκου φυλακῆς ἐν τῷ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ· μετὰ δὲ τοῦτον ἐβασίλευσε Βαβυλωνίων ὁ Βαλτάσαρ οὐ μακρὸν χρόνον· δυσσεβήσας γὰρ ἀνῃρέθη· περὶ δὲ τὰ τρία ἐκράτησεν ἔτη· καὶ γὰρ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὑτοῦ τὴν μίαν ὀπτασίαν ὁ ∆ανιὴλ ἐθεάσατο· μετὰ δὲ τοῦτον ∆αρεῖος ὁ Ἀσουήρου, ἀπὸ τοῦ σπέρματος ὑπάρχων τῶν Μήδων, ἐδέξατο τὴν βασιλείαν· ὀλίγον δὲ καὶ αὐτὸς ἡγήσατο χρόνον. Καὶ τοῦτο ἡμᾶς ὁ μακάριος διδάσκει ∆ανιὴλ εἰρη κὼς, ἐν τῷ πρώτῳ ἔτει ∆αρείου τοῦ υἱοῦ Ἀσουήρου. "Ἐν ἔτει ἑνὶ τῆς βασιλείας αὐτοῦ, ἐγὼ ∆ανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν τὸν προφή την, εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλὴμ ἐβδομήκοντα ἔτη." Οὐκοῦν αἱ μὲν τῷ Ἰούδᾳ ἀφορι σθεῖσαι τεσσαράκοντα ἡμέραι τῶν λειπομένων τεσ σαράκοντα ἐτῶν σημαίνουσι τὸν ἀριθμὸν, αἱ δὲ ἑκα τὸν πεντήκοντα τῷ Ἰσραὴλ, ἑκατὸν πεντήκοντα ἐτῶν ἀριθμὸν, μεθ' ὃν ἥ τε πόλις ᾠκοδομήθη, καὶ οἰκητόρων πλήρης ἐγένετο, τειχισθεῖσα, καὶ ἀπολαβοῦσα τοὺς περιβόλους, καὶ αἱ ἄλλαι τοῦ τε Ἰσραὴλ καὶ Ἰούδα πόλεις ἀνεῤῥώσθησαν πολλοὺς ἐνοίκους δεξάμεναι. Τοῦτο δὲ ἐγένετο τῷ εἰκοστῷ ἔτει τῆς βασιλείας Ἀρταξέρξου τοῦ Ξέρξου, ἐφ' οὗ Νεεμίας οἰνοχόος αὐτῷ γεγονὼς, καὶ χάριν αἰτήσας τὸν βασιλέα, σὺν πολλῇ προθυμίᾳ τὴν Ἰουδαίαν κατέλαβε, καὶ τὰ προ ειρημένα πάντα πεποίηκε. Καὶ τοῦτο σαφῶς ἡ τοῦ Ἔσδρα διδάσκει συγγραφή. Εἰ δέ τις καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀκριβῶς μαθεῖν βούλεται, ἀρχὴν τοῦ ἀριθμοῦ λαβέτω τὸν πέμπτον τῆς αἰχμαλωσίας Ἰεχονίου. Ἐξ ἐκείνου γὰρ καὶ τὰ τεσσαράκοντα ἠριθμήσαμεν· εὑρήσεις γὰρ τεσσαράκοντα μὲν ἕως πρώτου ἔτους Κύρου τοῦ Πέρσου, ἐκεῖθεν ὑπόλοιπα Κύρου εἴκοσι καὶ ἐννέα, εἶτα Καμβύσου ἑπτὰ, ἔπειτα ∆αρείου τοῦ Ὑστάσπου τριάκοντα καὶ πέντε· πρὸς τούτοις Ξέρξου εἴκοσι, καὶ Ἀρταξέρξου ἐννεακαίδεκα· τῷ γὰρ εἰκοστῷ ἔτει προσέταξεν ἀνοικοδομηθῆναι τὰ τείχη τῆς πόλεως. Καὶ μηδεὶς λεγέτω, ὅτι τῷ Ἰσραὴλ ἡ τῆς Ἱερουσαλὴμ οἰκοδομία οὐδαμῶς διέφερεν πάλαι διαιρεθέντι τῆς Ἰούδα φυλῆς· μετὰ γὰρ τὴν ἐπάνοδον οὐκ ἔμεινεν ἡ διαίρεσις, ἀλλ' ὁμοφρονοῦντες διετέλουν ἅπαντες οἱ τῆς ἐπανόδου τετυχηκότες, τὴν Ἱερουσαλὴμ μητρόπολιν ἔχοντες. ζʹ. Καὶ εἰς τὸν συγκλεισμὸν Ἱερουσαλὴμ, φησὶν, ἑτοιμάσεις τὸ πρόσωπόν σου, καὶ τὸν βραχίονά σου στερεώσεις, καὶ προφητεύσεις ἐπ' αὐτήν. "Προσώπου ἑτοιμασία" τὴν ἀγανάκτησιν σημαίνει, "βραχίονος δὲ στερέωσις" τὴν ἐπαγομένην παιδείαν 81.860 ηʹ. Καὶ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμοὺς, καὶ οὐ μὴ στραφήσῃ ἀπὸ τοῦ πλευροῦ σου ἐπὶ τὸ πλευ ρόν σου, ἕως οὗ συντελεσθῶσιν αἱ ἡμέραι τοῦ συγκλεισμοῦ σου. ∆εῖ γὰρ αὐτοὺς μαθεῖν δι' ὧν ἐπιτηδεύεις, ὡς πρὸ τοῦ ὡρισμένου καιροῦ οὐδεμιᾶς ἀνακλήσεως τεύξονται. ∆ιὸ