De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
444 Ὑπόθεσις τῶν βασιλικῶν ταξειδίων καὶ ὑπόμνησις τῶν ἀπλήκτων. Εἰσὶ τὰ ἄπληκτα· πρῶτον ἄπληκτον εἰς τὰ Μαλάγινα, δεύτερον τὸ ∆ορύλειον, τρίτον εἰς τὸ Καβόρκιν, τέταρτον εἰς Κολώνιαν, πέμπτον εἰς Καισάρειαν, ἕκτον εἰς Ἀρμενιακοὺς εἰς τὸν ∆αζιμῶνα. ὅτε ὁ στρατηγὸς τῶν Θρᾳκησίων 445 καὶ ὁ στρατηγὸς τῶν Ἀνατολικῶν ὀφείλουσιν ὑπαντᾷν τῷ βασιλεῖ εἰς τὰ Μαλάγινα. ὁ δομέστικος τῶν σχολῶν καὶ ὁ στρατηγὸς τῶν Ἀνατολικῶν καὶ ὁ στρατηγὸς Σελευκείας ὀφείλουσιν ὑπαντᾷν τῷ βασιλεῖ εἰς τὸ Καβόρκιν. ὅτε εἰ μέν ἐστι τὸ ταξείδιον εἰς Ταρσὸν, τὰ λοιπὰ θέματα ὀφείλουσιν ἀποσωρεύεσθαι εἰς Κολώνιαν, εἰ δὲ πρὸς τὰ μέρη τῆς Ἀνατολῆς, ὀφείλουσιν ὑπαντᾷν τῷ βασιλεῖ ὁ μὲν Καππάδοξ καὶ ὁ Χαρσιανίτης καὶ ὁ Βουκελλάρις εἰς Κολώνιαν, ὁ δὲ Ἀρμενιακὸς καὶ ὁ Παφλαγὼν καὶ ὁ Σεβαστείας εἰς Καισάρειαν. ὅτε τὰ Ἀρμενιακὰ θέματα ὀφείλουσιν ἀποσωρεύεσθαι εἰς Τεφρικὴν εἰς τὸν βαθὺν Ῥύακα. Ὅσα δεῖ παραφυλάττειν, βασιλέως μέλλοντος ταξειδεύειν. Κωνσταντῖνος ὁ μέγας, μέλλων ταξειδεύειν, ἐβουλεύετο τοῖς ἔχουσι τὴν πεῖραν τῶν ἐρωτωμένων, ποῦ δεῖ ταξειδεῦσαι καὶ πότε. ἐκ δὲ τῆς βουλῆς ταύτης εὑρὼν τὸν τόπον καὶ τὸν καιρὸν, ἠρεύνα καὶ, τίνες ἄλλοι γινώσκουσι ταῦτα, καὶ μάλιστα πρὸ ὀλίγου χρόνου, καὶ μαθὼν καὶ εἴ τινες ἄλλοι ἔμπειροι τούτων εἰσὶ, συνῆγε καὶ αὐτοὺς, καὶ ἠρώτα ἰδίως καὶ ἰδίως ἕκαστον, πόση ἐστὶν ἡ ὁδὸς ἡ ἀπάγουσα ἀπὸ τὰ οἰκούμενα εἰς τήνδε τὴν χώραν καὶ ποδαπὴ, καὶ εἰ μία ὁδός ἐστιν ἢ πολλαὶ αἱ εἰσάγουσαι εἰς αὐτήν· καὶ εἰ ἄνυ 446 δρά εἰσι τὰ κατὰ τὴν ὁδὸν χωρία ἢ ἔνυδρα, εἶτα ποία ὁδός ἐστι, στενόχωρος καὶ κρημνώδης καὶ ἐπικίνδυνος καὶ ποία πλατεῖα καὶ εὐδιάβατος, καὶ εἴ τίς ἐστι κατὰ τὴν ὁδὸν ποταμὸς μέγας καὶ μὴ δεχόμενος πόρον. εἶτα ἠρώτα περὶ αὐτῆς τῆς χώρας, πόσα κάστρα ἔχει, καὶ ποῖα τούτων εἰσὶν ὀχυρὰ καὶ ποῖα ἀνόχυρα, καὶ ποῖα πολυάνθρωπα καὶ ποῖα ὀλιγάνθρωπα, καὶ ἀπὸ πόσου διαστήματος ἀλλήλων εἰσὶ, καὶ ποδαπά εἰσι τὰ χωρία τὰ παρακείμενα αὐτοῖς, μεγάλα ἢ μικρὰ, καὶ οἱ τόποι ὁμαλοὶ ἢ ἀνώμαλοι, βοτανηφόροι ἢ ξηροί. ταῦτα δὲ ἠρώτα διὰ τὴν χρείαν τῶν ἵππων. εἶτα ἠρώτα, ποῖος λαὸς παράκειται ὁ δυνάμενος βοηθεῖν τοῖς κάστροις ἐκείνοις ἐν καιρῷ πολέμου, καὶ ἀπὸ πόσου διαστήματός εἰσιν αὐτῶν, καὶ πότε εἰσὶν ἕτοιμοι εἰς ταξείδιον, καὶ πότε διεσπαρμένοι καὶ ἐπαναπαυόμενοι εἰς τὰ ἴδια καὶ πρὸς πόλεμον ἀσύμφθαστοι, καὶ εἰς ποίους τόπους ταξειδεύουσι καὶ πότε, ἢ οὐδέποτε ταξειδεύουσιν, ἀλλ' ἐπὶ τῆς ἰδίας χώρας εἰσὶ πάμποτε. τὰ δὲ αὐτὰ ἠρώτα καὶ περὶ ἄλλων χωρῶν, ἵνα ὡρισμένως μηδεὶς οἶδεν, εἰς ποίαν χώραν βούλεται ταξειδεύειν. πολλάκις γὰρ ὑπὸ τῶν τοιούτων μηνυθέντες οἱ ἐναντίοι ἠσφαλίσαντο τὰ ἴδια, ἢ καὶ πρὸς παράταξιν 447 εὐτρεπίσθησαν. ταῦτα δὲ πάντα ἐρωτήσας καὶ μαθὼν, ἐπέτρεπεν αὐτοῖς ἐγγράφως δοῦναι αὐτῷ τὰ ἄπληκτα καὶ τὰ διαστήματα αὐτῶν, καὶ πόσου λαοῦ ἐστιν ἡ χώρησις αὐτῶν. ἐκ δὲ τούτων ἁπασῶν τῶν ἀποκρίσεων μαθὼν, ὅτι ἀκίνδυνός ἐστιν ἡ ὁδὸς, καὶ ὅτι δυνατή ἐστιν ἡ ἔκβασις τοῦ ταξειδίου, καὶ ὅτι ἔνδοξόν ἐστι τὸ ταξείδιον καὶ βασιλέως παρουσίας ἄξιον, καὶ ὅτι συμμαχίαν ὁ τόπος οὐ δέχεται, ἢ δέχεται μὲν, κατὰ δὲ τὸν καιρὸν τοῦτον οὐ δέχεται, καθ' ὃν μέλλουσι ταξειδεύειν, αὐτοὺς μὲν τοὺς ταῦτα διδάσκοντας εἶχε μεθ' ἑαυτοῦ ἐπαναμιμνήσκοντας καὶ διδάσκοντας τὰ λείποντα· ἐπελαμβάνετο δὲ τῆς φροντίδος τοῦ ταξειδίου, καὶ πρῶτα μὲν ἐπέτρεπε τοῖς στρατηγοῖς κεφάλαια ταῦτα· πρῶτον μὲν, ἀμφιᾶσαι καὶ ἀσφαλίσασθαι τὰ κάστρα· δεύτερον δὲ, ἐπιστῆσαι ἄνδρας ἐπιτηδείους εἰς τὴν χώραν, ἵνα, εἰ συμβῇ ἐλθεῖν κατὰ τὴν χώραν ἐχθροὺς, αὐτοὶ ἐκσπηλεύσωσι τὸν λαὸν καὶ ἀπάγουσιν εἰς τὰ ὀχυρώματα· τρίτον, ἀμφιᾶσαι τὸν στρατὸν τὰ δέοντα καὶ δυνατὰ περί τε ὅπλα καὶ ἵππους· τέταρτον, ἀσφαλίσασθαι τὰς βίγλας τοῦ σπουδάζειν μανθάνειν τὰ τῶν ἐχθρῶν καὶ ἀναφέρειν αὐτά· πέμπτον, εὐτρεπίζεσθαι καὶ πρὸς γεφύρας, ἔνθα ὁ στρατὸς μέλ 448 λει διαβιβάζεσθαι, καὶ ἔνθα πόρον ὁ ποταμὸς οὐκ ἔχει· ἕκτον, παραγγέλλειν τοῖς πολιτικοῖς ἄρχουσιν, ἵνα τοὺς ἀπομένοντας τῶν στρατιωτῶν καταβάγειαν, ἕως τινὸς μὲν χρόνου ἐλαύνωσιν εἰς τὸ ταξείδιον, μετὰ δὲ τὸ ἀποβαλεῖν τὸν λαὸν, ἵνα κρύπτωσιν αὐτοὺς δεσμίους. αὐτὸς δὲ ὁ βασιλεὺς τὸν χρόνον τοῦ ταξειδίου καθ' ἑαυτὸν ὁρίσας καὶ πρὸς τὸν χρόνον ἐπιλογισάμενος τὸ χρῆμα καὶ τὴν ἄλλην βασιλικὴν χρείαν, ἐπέτρεπε τῷ τε σακελλαρίῳ καὶ τῷ πρωτοβεστιαρίῳ καὶ τῷ μινσουράτωρι καὶ τῷ δομεστίκῳ τῆς ὑπουργίας, ἕκαστον κατὰ τὴν ἰδίαν ὑπηρεσίαν κατὰ τὸν