De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
δόξῃ τε καὶ φύσει Θεός, ᾧ πάντη τε καὶ πάντως παρέποιτο ἂν ὡς ἴδιον ἀγαθὸν τὸ ἀγένητον· ταύτῃ τοι καὶ τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν ἀσυντελὴς καὶ ἀσύντακτος εἴη ἂν ἡ τοιάδε φύσις. Εἰ δὲ δὴ παρέντες τουτί, γενητὸν εἶναί φασι, πῶς ἂν νοοῖτο πρός τινος ἀσυμφυὲς τῇ κτίσει τὸ ὁμογενὲς αὐτῇ; Πῶς οὖν ἔτι μεσίτης μείων μὲν ἢ Θεὸς κατὰ φύσιν, μείζων δὲ αὖ ἢ κατὰ ποιήματος δόξαν τε καὶ φύσιν; Εἰ διὰ μὲν τοῦ ἀγενήτου πρὸς τὴν τῆς θεότητος δόξαν ἀναφοιτᾷ καὶ τῶν τῆς μεσιτείας ἀναθρῴσκει μέτρων ἐπὶ τὸ ἐπέκεινα πολύ, διὰ δὲ τοῦ γενητοῦ πρὸς τὸ κάτω βαδιεῖται, καὶ τὸν τῆς τοιᾶσδε μεσότητος ὑφιζήσει τόπον, ἐν τοῖς γεγονόσιν ἀναμετρούμενος· εἴπερ ἐστὶν ὁμογενὲς παντὶ γενητῷ τὸ γενητόν, κατά γε τὸν τοῦ γεγονέναι λόγον, τί τὸ ληρῶδες τουτὶ καὶ ἀσοφώτατον σόφισμα, τὸ ἀνέφικτον ὡς ἐφικτὸν εἰσφέρον, καὶ φύσεως ἡμῖν ἀναπλάττον τόπους, ὧν οὐκ ἄν, οἶμαι, τις ἐφίκοιτο νοῦς; Καινὸς γὰρ ὁ λόγος καὶ ἀσυμφανής· ἕπεσθαι δὲ δεῖν ἐναργῆ τὴν ἀπόδειξιν τοῖς περὶ τούτων λόγοις, ἀναγκαῖον εἶναί φημι. Εὐμήχανον δὲ καὶ εἰς ἀπάτην αὐτοῖς ἀστείως διεξεσμένον κατίδοι τις ἂν τὸ κακούργημα. Ἐπειδὴ γὰρ δρῶντες ἀνοσιώτατα καὶ φρονοῦντες ἀλογώτατα, πεπαρῳνήκασιν εἰς τὸν Υἱόν, τῆς πρὸς τὸν Πατέρα <καὶ> Θεὸν ὁμοουσιότητος ῥιψοκινδύνως ἐκπέμποντες, ὑποκλέπτουσί πως ἐξ ἀναισχυντίας βραχὺ δοξάριον αὐτῷ, καὶ ἀνακομίζουσι μὲν ἠρέμα τῆς τῶν γενητῶν σμικροπρεπείας· ἀποκλείοντες δὲ ὥσπερ τῆς εἰς τὸ ἀνωτάτω διαδρομῆς, ἵνα μὴ νοοῖτο κατὰ φύσιν Θεός, τὸν μέσον αὐτῷ κληροδοτοῦσι τόπον, τοσαύτην ἐπιμετροῦντες ὅσηνπερ ἂν ἕλοιντο δόξαν αὐτῷ· νομοθέται δὲ ὥσπερ τῶν τοιούτων καθεστηκότες καὶ ὁρισταί, τὸ ἐν τίσιν ἂν εἶναι πρέποι διασκέπτονταί τε καὶ ὁρίζουσι τὸν Υἱόν. Ὅνπερ γάρ, οἶμαι, τρόπον οἱ τῶν ἀγαλμάτων δημιουργοὶ καὶ φιλοτεχνίας τῆς ἔν γε τούτῳ λαχόντες τὴν δόξαν, ξύλῳ τυχὸν ἢ λίθῳ τὸ τῆς ἀνθρωπείας μορφῆς ἐντορνεύσαντες εἶδος, ταῖς εἰσποιήτοις αὐτὸ μετὰ τοῦτο κομψείαις κατακαλλύνουσιν, ἢ χρυσῷ διαπάττοντες, ἢ γοῦν ἑτέραις τισὶν εὐχροίαις καθωραΐ ζοντες· οὕτω τε τὸν τῶν θεωμένων κατακηλήσαντες νοῦν, ἐπιμειδιᾶν μὲν ταῖς ὕλαις ταῖς εἰς τὸ εἴσω καὶ κεκρυμμένον οὐκ ἐφιᾶσιν ἐκ τέχνης, ἐπαγάλλεσθαι δὲ μᾶλλον ταῖς ἐπική ροις καὶ ἐξωφανεστέραις τοῦ κόσμου μαρμαρυγαῖς μονονουχὶ 413 περισαίνοντες ἀναπείθουσι· τὸν αὐτόν, οἶμαι, καὶ τουτουσὶ τρόπον ἀστείως εὖ μάλα τὸ τοῦ μεσίτου σκιαγραφοῦντας εἴδωλον, τὸν τῶν ἁπλουστέρων καταληΐζεσθαι νοῦν, καὶ ἐν δορυκτήτων ποιεῖσθαι μοίρᾳ τοὺς ἐξακριβοῦν οὐκ ἔχοντας τὰ φιλοκακούργως ἐξηρτυμένα καὶ διὰ τῆς αὐτῶν μοχθηρίας ἐξευρημένα. {Β.} Ἄριστα ἔφης. {Α.} Ἔδει δὴ οὖν αὐτούς, εἰ λόγου τινὸς ἀξιοῦν ἐδόκει τὸ φρονεῖν ὀρθῶς, καὶ δόξαν ἔχειν οὐ διαβεβλημένην, μὴ τὰ ἀνέφικτα περὶ αὐτοῦ φαντάζεσθαι καὶ ἀναπλάττειν ἐπιχειρεῖν, ἃ μηδεὶς οἶδε λόγος, ἀπίθανον δὲ κομιδῇ καὶ ἐν ψιλαῖς ἐννοίαις καὶ μόναις ἔχειν τὴν ἔκφασιν, ἐπιτρέπειν δὲ οὕτως ἀτεχνῶς ἐν τοῖς φυσικοῖς ὑψώμασι τῆς θεότητος νοεῖσθαι τὸν Υἱόν, ὑπολογισαμένους ὅτι γεννηθεὶς ἐκ τοῦ Πατρός, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ, καὶ τὸν τῆς πρὸς αὐτὸν ὁμοουσιότητος ἀκριβῆ καὶ ἀπαραποίητον ἕξει λόγον, ἐπεί τοι καὶ Υἱὸν ἀληθῶς διωμολόγηκε τὸν Υἱόν, καὶ οὐχ ἕτερόν τι παρὰ τοῦτο, φάσκων ὁ Θεὸς καὶ Πατήρ· "Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα." Καίτοι τί μὴ μᾶλλον ὁρᾶται βοῶν· Οὗτός ἐστιν ὁ μεσίτης, εἰ μεσίτην ὄντα κατ' αὐτοὺς ἠπίστατο, εἰ καὶ ὅτι μάλιστα καλῶς ἂν ἔφη καὶ οὕτως; Γεγονότα γὰρ ἤδη μεσίτην παρέδειξεν ἄν· ἐνανθρωπήσαντι δὲ τῷ Υἱῷ, καὶ τὴν τοιαύτην ἂν εἰκότως ἐπεφθέγξατο φωνὴν ὁ Θεὸς καὶ Πατήρ. Φράζε δὲ δή μοι καὶ τόδε σαφῶς, μῶν ἠλιθιότητος εἰς τοῦτο παρώλισθον ὡς μηδὲ Υἱὸν ὅλως ὁμολογεῖν αὐτόν; {Β.} Υἱὸν μὲν εἶναι καὶ γεγεννῆσθαί φασι, κατερυθριῶντες, ὥς γέ μοι φαίνεται, τὸ ἀναφανδὸν καὶ μετὰ γυμνῆς ἀναισ χυντίας ἁπάσαις, ὡς ἔπος εἰπεῖν, ταῖς ἁγίαις ἀντιφέρεσθαι Γραφαῖς, πλὴν οὐκ ἐξ αὐτῆς ἡμῖν ἥκειν τῆς τοῦ Πατρὸς οὐσίας, οὔτε μὴν τὸ τῆς γεννήσεως