17
βαλόντες, μὴ ἀκριβῶς συνιέντες τῶν λέξεων πρὸς τὸ ἐκπο ρεύεσθαι τὸ διάφορον, ἀπερισκέπτως τῇ τοιαύτῃ φωνῇ ἐμπεπτώκασιν· ὅθεν ἀφορμὴν λαβόντες οἱ θεολογοῦντες ἐν Ἰταλοῖς ἐχρήσαντο καὶ αὐτοί, οἷς καὶ συγγνώμη οὐκ ἀκριβο λογουμένοις τῷ τότε τὰ τῶν φωνῶν. μαρτυρήσει μοι τοῖς λεγομένοις ὁ Κύριλλος. Ἀλεξανδρείας δὲ ἦν οὗτος καὶ τὰ θεῖα πολὺς καὶ ἄκρος τὴν ἐν τοῖς δόγμασι θεωρίαν καὶ ἐπιστήμην τοῦ πνεύματος. εἰρηκὼς γὰρ ἔν τινι τῶν αὐτοῦ συγγραμμάτων ἴδιον τοῦ υἱοῦ τὸ πνεῦμα, καὶ ἐπιλαβομένου τοῦ ῥητοῦ Κύρου Θεοδωρήτου-σοφὸς δὲ ἦν οὗτος τὰ θεῖα-μήποτε ὡς ἐκπορευομένου τοῦ υἱοῦ τοῦ πνεύ ματος ὠνόμασεν αὐτὸ ἴδιον, οὐκ ἀντελάβετο τῆς φωνῆς καὶ συγκατέθετο τῷ ῥητῷ ὡς τούτου χάριν γε ἀπεφήνατο, ἀλλ' ἑτέραν αἰτίαν ἐπήγαγεν, ὡς ὁμοούσιον αὐτῷ καὶ ὁμοδύναμον καὶ ἀεὶ τούτῳ συνομαρτοῦν καὶ παρὰ τούτου διδόμενον ἐκάλεσεν ἴδιον. ταύτης τῆς μαρτυρίας ἔχει τις εἰπεῖν ἐναρ γέστερον γνώρισμα; ὡς ξένον γοῦν τὸ νόημα τῆς ἐκκλησίας Χριστοῦ καὶ τῷ θείῳ Κυρίλλῳ λελόγιστο, ὃν τὰ πρῶτα καὶ μάλιστα ἐν θεολογίᾳ γινώσκομεν.
2.26 Οἴδαμεν οὖν ὡς καί τισι τῶν θεηγόρων ἀνδρῶν τὰ οὕτως ἐν τοῖς θείοις λογίοις λεγόμενα οὐκ εἰς αὐτὸ τὸ πνεῦμα ἔδοξεν ἀναφέρεσθαι, ἀλλ' εἰς χαρίσματα τοῦ πνεύ ματος· λέγεται γὰρ καὶ πνεῦμα τὸ πνευματικὸν χάρισμα καθὼς τὸ πνεῦμα τὸ κύριον. ὡς γοῦν ὁ πατὴρ χαρίσματα δίδωσι τὰ τοῦ πνεύματος ἐν οἷς ἂν βούλοιτο καὶ αὐτὸ δὴ τὸ πνεῦμα αὐτοδέσποτον ὂν καὶ αὐτεξούσιον τὰ αὐτοῦ οἷς ἂν ἐθέλῃ, οὕτως ἀμέλει καὶ ὁ υἱὸς τὰ τοῦ πνεύματος δίδω σιν οἷς ἂν ἐπινεύσῃ διὰ τὴν ἀλλήλων συμφυίαν καὶ σύμ πνοιαν. οὕτω μὲν οὖν ἐνομίσθη ἐνίοις καθὼς εἰρήκειν. ἀλλ' ἔγωγε καὶ αὐτὸ τὸ πνεῦμα δίδοσθαι οὐκ ἀπισχυρίζομαι παρ' υἱοῦ. ἔχει γὰρ ἐν ἑαυτῷ ὅλον οὐχ ὡς αὐτὸ οὐσιῶν, ἀλλ' ὡς οὐσιωμένον παρὰ τοῦ πατρὸς ἐν ἑαυτῷ προσδεχό μενος τέλειον, ὅπερ φαμὲν παρὰ τοῦ πατρὸς ἐκπορευόμενον διαμένειν ἐν τῷ υἱῷ κἀκεῖθεν ἵεσθαι· ταύτην δὲ τὴν φωνὴν κοινὴν νομίζω τῶν προφορῶν ἄνευθεν δέ γε τοῦ ἐκπορεύεσθαι.
2.27 Οὕτω μὲν οὖν καὶ αὐτὸς καὶ νενόηκα καὶ πεφρόνηκα καὶ λελάληκα, τῷ Χριστῷ πειθόμενος καὶ τοῖς ἐκείνου διδάγ μασι καὶ ἀποστολικοῖς ἀκολουθῶν καὶ πατρικοῖς τοῖς συγ γράμμασι. περίελε γοῦν τὸ μικρὸν τοῦτο πρόσκομμα, πολλὴν ἐμποιοῦν τῇ οἰκουμένῃ διάστασιν· ἀπότεμε τοῦ κοινοῦ συμ βόλου τὸ ὀλιγοσύλλαβον ῥῆμα μακρὰς καὶ ἀπεράντους τὰς μάχας ἀπεργαζόμενον. τί τὸν κοινὸν διαλύομεν σύν δεσμον; τί τὸ πνευματικὸν σχοινίον τὸ ἡμᾶς συνάγον ἐκ τέμνομεν; τί τὴν τρίπλοκον σειρὰν οὐ διαφυλάττομεν καθὼς ἡμῖν παραδέδοται; τοῦτο γὰρ οὐ ψυχῶν μόνον ὑπῆρχε συναπτικόν, ἀλλὰ καὶ σωμάτων συνεκτικόν. ἐξ ὅτου δὲ δια τέτμηται φθόνῳ σατὰν τοῦ ἀρχῆθεν τοῖς ἡμετέροις βασκαί νοντος, ὅσα καὶ οἷα ἐποίει κακά! ὡς ἔοικε γοῦν τῆς ἀρχαίας ἡμετέρας ἀγάπης οὐκέτι ἔχετε μνήμην, ὦ Ἰταλοί. εἰ γοῦν ἐν λήθῃ ταύτης γεγένησθε, ἐγὼ ταύτης ὑμᾶς ἀναμνήσαιμι. οὐκ ἄλλα ἄττα τῶν ἐθνῶν εἰς τοσαύτην προέβη τὴν ὁ μόνοιαν καὶ τὴν σύμπνοιαν ὡς Γραικοί τε καὶ Ἰταλοί. καὶ εἰκότως· ἐκ Γραικῶν γὰρ τοῖς Ἰταλοῖς καὶ αἱ λογικαὶ ἐπι στῆμαι καὶ τὰ μαθήματα. κἀντεῦθεν ἵνα μὴ τοῖς ἐθνικοῖς τούτοις ὀνόμασι περιγράφωνται, τῇ πρεσβυτέρᾳ Ῥώμη ἑτέρα νέα ἀντῳκοδόμηται, ἵνα ἐξ οὕτω μεγίστων πόλεων κοινὸν ἐχουσῶν τοὔνομα Ῥωμαῖοι πάντες κατονομάζοιντο καὶ ὡς τὸ τῆς πίστεως κοινὸν οὕτως ἔχοιεν καὶ τὸ τῆς κλήσεως. καὶ ὡς ἐκ Χριστοῦ ταὐτὸ τὸ τιμιώτατον ἔλαχον ὄνομα, οὕτω καὶ τὸ ἐθνικὸν αὐτοῖς ἐπηγάγοντο. καὶ πάντα δὲ τὰ ἄλλα ὑπῆρχε τούτοις κοινά, ἀρχαὶ νόμοι λόγοι βουλαὶ δικαστήρια, αὐτὴ ἡ εὐσέβεια, οὐδὲν ὅτι μὴ κοινὸν Ῥωμαίοις τοῖς πα λαιοτέροις καὶ νεωτέροις. ἀλλ' ὢ τῆς μεταβολῆς! εἰς ἔχθιστον ἄγαν τὰ τῆς προτέρας συμπνοίας κατήντηκε, καὶ καθὼς ἐπερισσεύομεν τῇ φιλίᾳ, οὕτω δὴ ὑπερπερισσεύομεν καὶ τῷ μίσει. καὶ νῦν προσφέρεσθε ἡμῖν οὐχ ἧττον