τοῦτο δεῖ γίνεσθαι ἀπ' ἀρχῆς ἔαρος μέχρι τέλους τοῦ φθινοπώρου. Καὶ πάλιν οἶνος ἀψινθίτης εἰς ταὐτὸ πέποται, οὐ μόνον πρὸ τροφῆς, ἀλλὰ καὶ μετὰ τροφὴν καὶ ἐν αὐτῇ τῇ τροφῇ. Ἐὰν δὲ ἀψινθίτην μὴ ἔχωμεν, ἀψίνθιον δῶμεν μετὰ θερμοῦ ὕδατος. Τὸ δὲ αὐτὸ ποιεῖ καὶ ὁ σκιλλίτης οἶνος. Παρασκευάζουσι δὲ καὶ τὸ σκιλλιτικὸν ὄξος, καὶ εἰ μὲν τοῦ οἴνου τις λαμβάνει τοῦ σκιλλιτικοῦ, πρὶν φαγεῖν, εἰ δὲ τοῦ ὄξους, μετὰ δεῖπνον. Καὶ ὁ ἕλειος δὲ οἶνος, τουτέστιν ὁ ἐν τοῖς ἕλεσι γινόμενος, σφόδρα ἐστὶν ὑγιεινός. Καὶ ὁ κριβανίτης ἄρτος ἰσχνῶς πεπλασμένος καὶ ἐν ἡλίῳ ξηρανθεὶς χρησιμώτατος πρὸς ὑγείαν. Εἰ δὲ καὶ τὸ παρακείμενον ὕδωρ εἴη νοσερόν, [εἴην ὀσπρόν], ἑψήσθω ἕως ἂν τὸ δέκατον αὐτοῦ ἀναλωθῇ, εἶτα διαψυχέσθω· καὶ οὕτως ἀβλαβὲς ἔσται. 2.7 Πρὸς τὸ μὴ δηλητηρίῳ ἁλίσκεσθαι Ἵνα δὲ μηδὲν πρὸς δηλητηρίου πάσχωμεν (δυοῖν γὰρ ὄντων ἀκῶν <τοῦ ἰᾶσθαι καὶ> τοῦ ποιεῖν τὸ μὴ πάσχειν ἀναγκαῖον), νῆστις πάσης ἐπιβολῆς γενόμενος, εἰ λαμβάνοι τις κʹ μὲν φύλλα πηγανίου, ἰσχάδας δὲ δύο καὶ καρύων τῶν ἰσχάδων ἴσον, ἀνάλωτος γένοιτο ἂν παντὶ φαρμάκῳ· προσέστω δὲ τούτοις καὶ χόνδρος ἁλός. Πολλοὶ μὲν οὖν τῇ πείρᾳ μαρτυροῦσιν· οἳ δὲ ἀκριβέστερον συναγαγόντες, ἐδιπλα σίασαν τὸ ἅλας καὶ τὸ πήγανον, ἔθεσαν δὲ πεπέριδος κοκκία κʹ. Τὸ δὲ τελειότερον, ὅπερ ἄπρακτα ποιεῖ πάντα φάρμακα καὶ ὃ εὐχερὲς ἐν στρατοπέδῳ βαστάζεσθαι, τοῦτο· ἰσχάδων λιπαρῶν καρύων τε ὁμοίως τῶν λαμπροτάτων καὶ πηγάνου ξηροῦ, πρὸς δὲ καὶ πεπείρων ἀρκευθίδων, ἔτι τε Λημνίας σφραγίδος ἴσα κόπτειν ἐν ὅλμῳ καὶ ποιεῖν σφαιρία καρύου Ποντικοῦ μέγεθος καὶ λαμβάνειν ἑκάστης ἡμέρας ἕν. 2.8 Πρὸς <τὸ> πληγήν τινα ἄνευ ῥαφῆς κολλῆσαι Ἐπείπερ ἐν πολέμῳ πολλάκις τινὲς τιτρωσκόμενοι, τῆς ἐκ σιδήρου διαιρέσεως μεγάλης οὔσης, ῥαφαῖς τὸ μᾶλλον δαμάζονται, πρὸς τοῦτο φυσικὸν ἐφεύρομεν βοήθημα, τὸ ἄνευ ῥαφῆς κολλῆσαι δυνάμενον· ἔστι δὲ τοῦτο· βολβὸν ὃν ἐσθίομεν λειώσας ἐπιτίθει, καὶ παρακολλήσει. 2.9 Πρὸς αἷμα δυσκατασχέτως ῥέον Λαβὼν ἀνθρώπειον αἷμα εἴτε ἀπὸ φλεβοτόμου εἴτε ἐξ ἄλλου του οἵου δήποτε <ἂν> τύχῃ τρόπου καὶ βαλὼν εἰς ἄγγος πλατύστομον, ξήραινε ἐν ἡλίῳ καὶ ἐν τῇ πρώτῃ ἡμέρᾳ εὑρήσεις ἐπιπολάζον ὑδατῶδες· τοῦτο χρὴ ἐκβάλλειν ξηρόν τε ποιεῖν τὸ λοιπόν, κἀπὶ τῆς χρείας κατάπλασον <καὶ> ἐπίδησον· σταθήσεται γάρ, εἰ κἂν δυσκατάσχετον ᾖ. 2.10 Πρὸς <τὸ τοὺς> ἵππους μὴ νοσεῖν Οὐ μὴ νοσήσουσιν <οἱ> ἵπποι, εἴ τις ἐξ ἐλάφου κέρως λαβὼν ὀλίγον καὶ ποιήσας αὐτὸ ὡς κόσμον τῷ τραχήλῳ περιάψει. 2.11 Αὐτόματον πῦρ ἅψαι Αὐτόματον πῦρ ἅψαι καὶ τῷδε τῷ συντάγματι· σκευάζεται γοῦν οὕτως· θείου ἀπύρου, ἁλὸς ὀρυκτοῦ, κονίας, κεραυνίου λίθου, πυρίτου ἴσα λειοῦνται ἐν θυίᾳ μελαίνῃ, μεσουρανοῦντος ἡλίου· μίγνυταί τε συκαμίνου μελαίνης ὀποῦ καὶ ἀσφάλτου Ζακυνθίας ὑγρᾶς καὶ αὐτορύτου ἑκάστου ἴσον, ὡς λιγνυῶδες γενέσθαι· εἶτα προσβάλλεται ἀσφάλτῳ τιτάνου παντελῶς ὀλίγον· ἐπιμελῶς δὲ δεῖ τρίβειν, μεσουρανοῦντος ἡλίου, καὶ φυλάσσειν τὸ πρόσωπον· αἰφνίδιον γὰρ ἀναφθήσεται. Ἁφθεῖσαν δὲ χρὴ πωμάσαι χαλκῷ τινι ἀγγείῳ, πρὸς τὸ ἕτοιμον οὕτως ἔχειν εἰς πυξίδα καὶ μηκέτι δεικνύναι τῷ ἡλίῳ· ἀλλ' ἐν ἑσπέρᾳ, ἐὰν βούλῃ πολεμίων ὅπλα ἐμπρῆσαι, ταῦτα καταχρίσεις ἢ ἕτερόν τι, λεληθότως δέ· ἡλίου γὰρ φαινομένου, πάντα καυθήσεται. 2.12 Ἀκοῆς θήρα Ἀνέγνων <τι> τοῖς μὲν πολλοῖς ἄπιστον, ἐμοὶ δὲ ἀμφιβαλλόμενον, διὰ δὲ τὸ παράδοξον καὶ τοῦτο ἀνήγαγον· φασίν τινες Μαυρουσίους [ἔθνος δέ ἐστι τοῦτο] ἐπερεισαμένους τὸν αὐχένα ξύλῳ, ἀκώλυτον εἰς ἀκοὴν ἐπαφεῖναι τὸ οὖς, ὀλίγον τε ὑποσκάψαντας βόθρον καὶ κατακειμένους. Τὸ δὲ αὐτὸ δρᾶν καὶ τοὺς Γαλατῶν τῶν ἑσπερίων ἀκούεται λῃστάς. Αὐτοσχέδιος αὕτη θήρα ἀκοῆς. Ὡς ἂν δέ τις ἐν μεγάλῳ στρατοπέδῳ ἤτοι τὰ τῶν ἑαυτοῦ στρατιωτῶν βουλεύματα [καὶ] ἢ τὰ τῶν πολεμίων βουλεύματα θελήσῃ μαθεῖν, φρέαρ ὀρύξας βαθύ, οἷον βούλεται καθιέτω, ἐπικαλύψας τὸ στόμιον ἱματίῳ τῷ τυχόντι· οὐδὲ ἓν τὸν ἐγκαθήμενον λήσεται, ἀλλά σοι τὰ εἰρημένα ἢ τὰ ἠχήσαντα ὡς μαντευόμενος διηγήσεται. 3.1 Περὶ