1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

17

ἐγνωρίζετο δὲ ὅτι γε ζῴη τοῖς στεναγμοῖς καὶ τῷ σχήματι. Ἐφιλοσόφει δέ μοι πολλάκις περὶ τοῦ πράγματος, ὅτι ἐντυχία τίς ἐστι τοῦ Κρείττονος ἡ εὐχὴ καὶ οὐ δεῖ μεταβεβλῆσθαι τὸν ἐντυγχάνοντα, ἄχρις ἂν τὸ ὁμιλοῦν ἀποστῇ· ἀπόστασιν δὲ τοῦ Θείου τὴν τῆς ψυχῆς ἔλεγεν ἀνεπιτηδειότητα. «οὐ γάρ που δεῖ-φησίν-ἐκεῖνο λέγειν ἐκτείνεσθαι ἢ συστέλλεσθαι, ἀλλὰ τὸ μὲν ἀνεκφοίτητόν τέ ἐστιν ἑαυτοῦ, καὶ ἁπανταχοῦ ἕστηκεν ὡς φῶς, ὡς ἀήρ, ὡς ἄλλο τι τῶν κοινῶν τε καὶ ἐκκειμένων, ὡς σάλπιγξ ἠχοῦσα. ὁρῶσι δὲ τοῦτο καὶ ἠχοῦντος αἰσθάνονται ὅσοις «τό τε τῆς ψυχῆς ὄμμα» ἐπιτηδείως πρὸς τὴν ὅρασιν ἔχει· ἥ τε τοῦ ἠχοῦντος αἴσθησις εὐηκόως ἔχει πρὸς τὴν ἠχώ. ὅσοι δὲ ὁρῶντες οὐχ' ὁρῶσιν αὖθις ἢ «ἀκούοντες οὐκ ἀκούουσιν», ἀπείρηκε τούτοις ἡ συντονία καὶ τῆς ὁράσεως καὶ τῆς ἀκοῆς· μετὰ γὰρ τῆς ὕλης ὁ νοῦς τῆς ἀϋλίας αἰσθάνεται, ὅθεν ὅπῃ μὲν ἀποκριθείη, καθαρῶς οὗτος εἶδέ τε τὸ θεατὸν καὶ ἠκηκόει τοῦ ἀκουστοῦ· ἐμμιχθείσης δὲ αὐτῷ τῆς ὕλης τὸ ἐπιτήδειον εὐθὺς ἀπόλλυσιν. οὕτω γοῦν πολλοί τινες ἔδοξαν ἀκούειν φωνῶν καὶ ἠχοῦς αἰσθάνεσθαι, τεθειασμένην λαβόντες ψυχὴν καὶ σωφρόνως βακχεύουσαν. τηρητέον γοῦν ἡμῖν τὴν εὐχὴν ἀκλινεῖ καὶ ἀμεταθέτῳ τῷ σώματι. ἐπεὶ μηδὲ πᾶσα ψυχὴ τῷ σωματικῷ σκάφει κατέδυ, ἀλλὰ τὸ μὲν ὅσον αὐτῆς ἐμίγη σαρξὶν εἰς αἴσθησιν ἀπετελεύτησε, τὸ δὲ ἕτερον ἐπιπλέει ἄνωθεν ἀκρόπλουν, οἷον ἄρτημα κορυφαῖον, φελλὸς καθαπερεὶ κοῦφος, μὴ κατασπασθεὶς τοῖς δικτύοις· τοῦτο γοῦν ἔξωθέν τις ἄλλος ἀγγελικὸς νοῦς μεταστρέφει πρὸς ἑαυτὸν καὶ ἀνάγει πρὸς τὸν Θεόν». αὕτη ἐκείνης ἡ πνευματικὴ τῷ ὄντι καὶ θεία σοφία, ἢν ἄνωθεν ἐμυήθη, ἣν ἡμᾶς ἐμύει τοὺς κάτωθεν. 18. Ἀλλὰ περὶ μὲν τῆς μητρὸς καὶ αὖθις λέξω, ὁ δὲ λόγος καὶ πάλιν πρὸς τὸν πατέρα ὁρᾷ. ὃς ἦν μὲν καὶ ἄλλως χαρίεις καὶ τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπεὶ δὲ καὶ τῆς «τελετῆς ἠξιώθη» καὶ τῆς πρὸς τὸ κρεῖττον ἀναβάσεως καὶ ὑψώσεως, ἔτι μᾶλλον καλλίων καὶ χαριέστερος γέγονεν. ἐῴκει γοῦν δέσμης ἀπηλλαγμένος τινὸς καὶ ἀκριβῶς ἐπτερωμένος τε καὶ ἐλεύθερος, ὥσπερ τι ἀνάθημα ἔμψυχον τῷ Θεῷ γεγονώς. περιῄει γοῦν ἡδονῆς ἀκηράτου πλήρη τὴν ψυχὴν ἔχων, καί· «εἰ μέν τις ἑτέρα-πολλάκις ἔλεγεν- «οὐρανῶν βασιλεία» τοῖς εὐηρεστηκόσι Θεῷ τεταμίευται, πάντως οἶδε Θεὸς καὶ «ὁ εἰπὼν ἀψευδής». ἀλλὰ καὶ ἣν ζῶσι ζωὴν οἱ πρὸς ἐκεῖνον ἀπευθυνόμενοι οὔ μοι πάνυ δοκεῖ ἀποδεῖν τῆς ἑτέρας καὶ πρώτης. ἔμοιγ' οὖν ἡ ψυχὴ οὐχ ὡς τὸ πρότερον τῷ σώματι συμβεβάπτισται, ἀλλ' ὥσπερ ἐν θείων τεμενῶν ὁρίοις χορεύει καὶ γέγηθε. καί μοι νῦν οὐ συλλελόγισται αὐτῆς τὸ ἀθάνατον, ἀλλὰ τεθεώρηται. ἀφεῖται γὰρ τοῦ σώματος καὶ ὑφέστηκε, καὶ κεχώρισται τοῦ συμφυοῦς, οὐ τὴν ἐνέργειαν μόνον, ἀλλὰ καὶ τὴν οὐσίαν. τοσοῦτον δ' οὐκ ἀπολέλυται ὅσον βεβούληται τῷ δεσμήσαντι· τέως γοῦν καθαρῶς ἐπαναστρέφει πρὸς ἑαυτὴν καὶ πρὸς νοῦν ἔστραπται καὶ διὰ νοῦ πρὸς Θεόν». ταῦτα φιλοσοφῶν ἐκεῖνος κἀμοὶ τοὺς πολλοὺς διέλυε τῶν «ἀσυλλογίστων συλλογισμῶν» καὶ ἄμεσον ἐδίδου τὴν νόησιν, ἀπὸ νοῦ προτεινόμενος ὁμοῦ καὶ συμπεραινόμενος καὶ τῆς μέσης πλάνης μὴ προσδεόμενος. ἑώρων γοῦν αὐτὸν ἕτερον ἐξ ἑτέρου γινόμενον καὶ ταῖς «ἀναγωγοῖς δυνάμεσι» πρὸς τὸ ἀκρότατον ἐπαιρόμενον καὶ τοὺς ἀπὸ Βαβυλῶνος ἀναβαθμοὺς ᾄδοντα καὶ εἰς τὴν Ἱερουσαλὴμ ἀναγόμενον. Οὔπω πολὺς διεληλύθει καιρὸς καὶ παρ' αὐτὸν ἐφοίτησα προσκληθεὶς καὶ εἰσιόντι· «ἀλλὰ νῦν-ἔφη-, τεκνίον, οὐ πάνυ τι τὸ χαροπόν μοι ἐκεῖνο ἐμπέφυκεν, ἀλλά τις ἀχλὺς ἀθρόον ἐπιπεπλάνηται τὴν ψυχὴν καὶ οἶδα μὲν ὅτι παρὰ τῶν χειρόνων τοῦτό μοι ἐπιδεδράμηκε φύσεων. ἡ γὰρ μερὶς αὕτη-καὶ προσέθηκε περὶ τούτου φιλοσοφῶν πλείονα, τί ποτε δρᾷ, πῶς εἴσεισι τὴν ψυχήν, καὶ τἆλλα τῆς τε φύσεως ἐκείνων καὶ τῆς ἀκριβοῦς τῶν πεπειραμένων παρατηρήσεως-· ἀπώσασθαι δὲ οὐκ ἔχω τὴν πολιορκίαν, ἀλλ' ὥσπερ τειχήρης ἡ ψυχὴ