τουτέστι παρὰ τῶν τῆς πρὸ τοῦ Χριστοῦ παρουσίας ἐν τοῖς ἒξ αἰῶσι λαμψάντων δικαίων καὶ προφητῶν τὰς ἀρετὰς μιμήσασθαι, τῶν καὶ τρεφόντων ἐν τῷ ἑβδόμῳ ἔτει χήραν καὶ ὀρφα νοὺς, εἰς τὸ ἀνταποδοθῆναι αὐτοῖς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν τὸν μισθὸν τῆς ἐνδείξεως τῶν ἀρετῶν, ὡς ἀπαρχὴ γεγονότες τῶν ἀρετῶν. Οὓς κατ' ἀρετὴν δηλονότι γεγέννηκέ τις, εἰκόνα 17.212 καὶ μακαρισμὸν καταλείψει τοῖς μετέπειτα ὁ ἄμω μος, καὶ δικαιοσύνην ἀνατροφῆς ἕως τέλους. Τελευτᾷν γὰρ εἶπεν ἀλλαχοῦ τὸν κακολογοῦντα· ἀλλὰ καὶ Χριστός· Καὶ ὁ τὴν Ἐκκλησίαν κακολο γῶν, στερηθήσεται τῆς πίστεως, ἥτις ἦν αὐτῷ φῶς πρὸ τῆς διαβολῆς· λέγει δ' ἂν καὶ περὶ τοῦ ἐξωτέρου σκότους· διὸ καὶ ἐπὶ μέλλοντος εἴρηται· καὶ ὁ Χριστὸς δὲ, πατὴρ καὶ μήτηρ δύναται λέγε σθαι· πατὴρ μὲν τῶν ἐχόντων πνεῦμα υἱοθεσίας· μήτηρ δὲ τῶν δεομένων γάλακτος καὶ οὐ στερεᾶς τροφῆς· καὶ γὰρ καὶ ὁ ἐν Παύλῳ λαλῶν Χριστὸς, πατὴρ μὲν τῶν Ἐφεσίων ἐγίνετο, σοφίας αὐτοῖς ἀποκαλύπτων μυστήρια· μήτηρ Κορινθίων, γάλα ποτίζων αὐτούς. Τὴν ἐκ τοῦ πονηροῦ ἐφευρεθεῖσαν ἡμῖν ἡδονὴν, ἣν μερίδα φησὶν ἐν πρώτοις, πρόσκαιρον μὲν λι παίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις. Μὴ εἴπῃς καθ' ὑπερηφανίαν κινούμενος· ἐγὼ μό νος τοῖς ἐχθροῖς πολεμήσω, ἀλλ' ὑπόμεινον τὸν Κύ ριον καὶ ἐπικαλοῦ, ἵνα σοι βοηθήσῃ· μὴ θάῤῥει σαυτῷ ὡς χωρὶς Κυρίου δυνάμενος· ὅτι γὰρ χωρὶς αὐτοῦ οὐκ ἔστι βοηθὸς, λέγει ∆αυΐδ· Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ. Ἐπὶ μὲν τῶν αἰσθητῶν, στάθμιον μέγα καὶ μικρόν φαμεν εἶναι, ἐν οἷς χρυσὸς, ἄργυρος, χαλκὸς, μέ ταξα, καὶ ὅσα ἄλλα σταθμίζονται· μέτρα δὲ τὰ ἐν ἀγγείοις μετρούμενα, σῖτος, οἶνος, ἔλαιον, καὶ ὄσπρια· ἄλλως τε δὲ τὸν παρά τισι θρασύδειλον λε γόμενον, μέγα καὶ μικρὸν εἶναι στάθμιον νομίζω· καθόλου δὲ πᾶσαν ὑπερβολὴν καὶ ἔλλειψιν· τοῦτο στάθμιον μέγα καὶ μικρόν ἐστιν· ἑκάτερα γὰρ κακίαι, καὶ μέτρα δισσά· ἄλλως τε καὶ ὁ εὖ μὲν πάσχειν ὑφ' ἑτέρων βουλόμενος, αὐτὸς δὲ ὁμοίως ἄλλους ἀνα παύειν μὴ προαιρούμενος, μέτρα ἔχει δισσά· μὴ πειθόμενος τῇ ἐντολῇ τῇ λεγούσῃ· Πάντα ὅσα θέ λετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς. Οὐχὶ τὸ κακῶς ἀκοῦον οὖς, ἔργον ἐστὶ τοῦ Κυρίου, ἀλλὰ τὸ ἐπὶ καλοῖς προσέχον· καὶ οὐχὶ κακῶς ὁρῶν ὀφθαλμὸς, ἔργον ἐστὶ τοῦ Κυρίου, ἀλλ' ὁ ὁρῶν καὶ φανταζόμενος τὰ θεῖα· ὁ γὰρ ἀκούων τοῦ Κυρίου, καὶ βλέπων τὰς ἐντολὰς αὐτοῦ, ἔργον ἐστὶ τοῦ Κυρίου· καὶ ἐπὶ τῶν ἄλλων μερῶν τοῦ σώματος ὡσαύτως λεκτέον· χρήσῃ δὲ τῷ ῥητῷ τούτῳ πρὸς τοὺς κατη γοροῦντας, ἡμῶν τοῦτο τὸ σῶμα, καὶ τὸν Θεὸν ἐν υβρίζοντας. Τουτέστι μὴ κάθευδε πολλὰ, ἀλλ' ἄγρυπνος ἔσο· ἵνα μὴ ἐξαρθῇς εἰς τὴν γέενναν, μὴ καταλάλει· καὶ διὰ μὲν τῶν ἀρετῶν, ἄνοιγε τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς σου· διὰ δὲ τῆς σοφίας, νοητῶν ἐμπλήσθητι ἄρτων. Τὸ σταθμιεῖν ἑαυτόν τις ἐπὶ τοῖς τοῦ Κυρίου καὶ 17.213 τοῦ διαβόλου ἔργοις, βδέλυγμα Κυρίῳ· ζυγὸν δὲ δό λιον λέγει τὸν νοῦν, τὸν πεφυκότα μὲν δικαίως κρί νειν τὰ πράγματα, παρεκκλίνοντα δὲ τῇ τοῦ αὐτεξου σίου ῥοπῇ διὰ φίλους ἢ χρήματα. Μὴ ταχέως, φησὶν, ἐπὶ τὴν ἐπαγγελίαν πρὸς τὸν Θεὸν κινοῦ, ἵνα μὴ τῆς χρείας σε πολλάκις, ἢ τῆς τοῦ πλείονος ἐπιθυμίας ἑλούσης, ἄρξῃ μετανοεῖν, καὶ ὑβρίσῃς Θεὸν, προτιμήσας αὐτοῦ ἕτερον· ἡ ἐπὶ τοῖς ἀγαθοῖς δὲ μετάνοια, οὐ δικαίοις συμβαίνει, ἀλλὰ ἀδίκοις· ἄδικοι δὲ μηδὲν ἀπερισκέπτως ὑπισχνείτω σαν τῷ Θεῷ· μετὰ γὰρ τὸ εὔξασθαι, μετανοεῖν γίνε ται. -Τὸ ταχὺ συντάξασθαι τῷ Κυρίῳ, ὅπερ ἐστὶ τὸ ἁγιάσαι τι τῶν αὑτοῦ, καὶ ἐπὶ τούτῳ θᾶττον μετα μεληθῆναι, παγίς ἐστι τῷ ἀνδρί. Λικμήτωρ ἀσεβῶν ὁ Χριστός ἐστιν· ἐπιβαλεῖ δὲ τοῖς ἀσεβέσιν ὥσπερ λέων θήρας· τροχὸς δὲ, ἅλωνος χωρίζων τὰ ἄχυρα ἀπὸ τοῦ σίτου· ἢ τροχὸν ἐπιβαλεῖ τὴν ἀναπόδιστον τιμωρίαν. Ταμιεῖα κοιλίας ἐστὶν ὁ νοῦς, ἡ καρδία, καὶ ἡ γνῶ σις, ἔνθα πάντα τὰ θεῖά τε καὶ ἀσεβῆ ἐναποτίθενται διδάγματα· ὥσπερ δέ τις λύχνον ἅψας, τῶν ἐν τοῖς ταμιείοις κειμένων εὑρεῖν τι βούλεται, οὕτως ὁ Κύ ριος τῷ φωτὶ τῆς γνώσεως αὐτοῦ ἐρευνᾷ τὰ ταμιεῖα τῶν ἐν λόγοις καὶ πράξεσιν ἀνθρώπων· τοῖς δὲ τὴν γνῶσιν τοῦ Κυρίου ἐπισταμένοις ἀνθρώποις, φῶς ἐστιν αὐτοῖς· εἰ οὖν τὸ φῶς