μεταφοραῖς χρῆσθαι, ωσπερ ἐνταῦθα. Τῆς ὑπερηφανίας, οὐ ζώου ποδωτοῦ, ἀλλ' εξεως ουσης, πόδα ὠνόμασεν· ο ουν ευχεται, τοῦτό ἐστιν· μὴ γενοίμην ὑπερήφανος, μηδὲ κτη σαίμην χεῖρα καὶ πρᾶξιν ἁμαρτωλοῦ. Ταῦτα γὰρ σαλεύειν ειωθε, καὶ μετακινεῖν τῆς πα ρὰ τῷ Θεῷ στάσεως τοὺς εἰς τὸ σκότος τὸ ἐξώτερον ἐξωθησομένους. ∆ιὸ ἐπάγει· 35.13 ̓Εκεῖ επεσον πάντες οἱ ἐργασάμε νοι τὴν ἀνομίαν, ἐξώσθησαν, καὶ οὐ μὴ δύ νωνται στῆναι. Ενθα οἱ σαλευθέντες πίπτουσι. - Η ἐκεῖ, τουτέστιν ἐν τῷ μέλλοντι βίῳ, κατὰ τό· ̓Εκεῖ εσται ὁ κλαυθμὸς, καὶ τό· Γυμνὸς ἀπελεύσο μαι ἐκεῖ. Επεσον πάντες, τουτέστι πεσοῦν ται οὐκέτι ἐπιτρεπόμενοι ἐνεργεῖν ὡς πρότε ρον. Οὐ δεῖ δὲ ξενίζεσθαι, εἰ τὸ μέλλον ὡς ηδη γεγονὸς λέγει· οιον ἀντὶ τοῦ ἐξωσθήσον ται τὸ ἐξώσθησαν. ̔Ο γὰρ προφητικῶς προο ρῶν τὰ ἐσόμενα, ουτως αὐτὰ βλέπει ὡς πάν τως γενησόμενα· τούτου χάριν, ὡς ηδη γενόμενα, αὐτὰ διορίζεται. ∆εῖ δὲ αρα προ σιόντας Θεῷ, τῶν μὲν ἀγαθῶν ποιεῖσθαι τὴν αιτησιν, παραιτεῖσθαι δὲ τὸ ἁλῶναι ψυχι κοῖς ἀῤῥωστήμασι, καὶ τὸ ὑπὸ χεῖρα γενέ σθαι διαβολικὴν, τὴν ἀεὶ σαλεύουσαν καὶ τοὺς ἑστάναι δοκοῦντας, εἰ ῥᾳθυμοῦντες εὑρίσκοιντο, οὐκ ἐῶσαν στῆναι τοὺς διὰ πλείστην οσην ἀσέβειαν ἐξωσθέντας παρὰ Θεοῦ· ο δὴ πέπονθε καὶ ὁ κατὰ σάρκα ̓Ισραὴλ, πεπαρῴνηκε γὰρ ἀφορήτως εἰς Χρι στόν. 36.1,2 Μὴ παραζήλου ἐν πονηρευομέ νοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνο μίαν. - Οτι ὡσεὶ χόρτος, ταχὺ ἀποξηραν θήσονται, καὶ ὡσεὶ λάχανα χλόης, ταχὺ ἀποπεσοῦνται. Οτι ὡσεὶ χόρτος τροφὴ κτηνῶν ἐστὶν, τὸν αὐτὸν τρόπον καὶ οἱ πονηρευόμενοι τῶν κα ταχρωμένων αὐτῶν, τῇ δόξῃ, τῷ πλούτῳ, τῇ εὐτυχίᾳ· οἱονεὶ γὰρ ἐσθίουσιν αὐτοὺς, ωσπερ χόρτον, οἱ κολακεύοντες. Καὶ τὰ λάχανα δὲ τὰ τῆς χλόης ἐπ' ὀλίγον ἀνθεῖ, ειτ' εὐθέως πίπτει· εἰ ουν πρόσκαιρος ὁ χόρτος καὶ τὸ λάχανον, εἰ δὲ ἁμαρτωλοὶ τούτοις ἀπεικά ζονται, πρόσκαιροι αν ειεν. Πάλιν εἰ λάχα νον καὶ χόρτος ἐπισυμβαίνει τῇ γῇ, χόρτῳ δὲ καὶ λαχάνῳ ὁμοιοῦται ἡ κακία, ἐπισυμ βατὴ αρα ἡ κακία. Οὐ δεῖ τοίνυν ταῦτα ζη λοῦν, ων τὰ μὲν ἐπ' ἀτιμίᾳ ῥίπτεται, τὰ δὲ πυρὶ παραδίδοται, τῆς ἀκμῆς τῆς προσκαίρου παυσαμένης, ὡς τὰ χλόης λάχανα, α τὴν χρῆσιν ἐν τῷ χλοάζειν εχουσι. 36.6 Καὶ ἐξοίσει ὡς φῶς δικαιοσύνην σου. Φῶς δικαιοσύνης, γνῶσις· ἐπεὶ δικαιο σύνη κανών ἐστιν ἀρετῶν. 36.11 Οἱ δὲ πρᾳεῖς κληρονομήσουσιν γῆν, καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. Τρυφὴ δικαίου, πλῆθος εἰρήνης· πλῆθος δὲ εἰρήνης ἐστὶν ἀπάθεια ψυχῆς μετὰ γνώ σεως τῶν οντων ἀληθῶς. 36.18 Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀ μώμων. Τὰς τῆς ψυχῆς ἡμέρας, αιτινες γίνονται ὑπὸ τῷ ἡλίῳ τῆς δικαιοσύνης. 36.19 ̓Εν ἡμέραις λιμοῦ χορτασθήσονται, οτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται. ̓Εν τῷ αὐτῷ καιρῷ ἁμαρτωλοῖς λιμὸς ην, ̓Ηλίαν δὲ αγγελος καὶ κόραξ καὶ χήρα εθρε ψαν. Ουτως τοῖς ἀκούουσι τῶν λεγομένων καὶ ποιοῦσι τὰ προστασσόμενα, οὐκ εσται ἀφορία, οὐδὲ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυ ρίου, ἀλλ' ἐντελεῖται νεφέλαις τοῦ βρέξαι ἐπ' αὐτοῖς, καὶ ἐν τῷ ἐνεστῶτι πονηρῷ αἰῶνι οὐ καταισχυνθήσονται· καὶ οταν ελθῃ νὺξ, οτε οὐδεὶς δύναται ἐργάζεσθαι, ἐξ ων συ νέλεξαν εργων, τρυφήσονται, διπλοῦν ἐν τῇ εκτῃ τὸ μάννα συνάγοντες, καὶ ἐπὶ τοῦ πα ρόντος ἀρκοῦν καὶ εἰς τὸν μέλλοντα αἰῶνα, οτε οἱ ζητοῦντες τὰς δόξας τὰς κοσμικὰς, οἱ ἑαυτοὺς ὑψοῦντες, ἐκλείψουσι καὶ ταπεινω θήσονται· διὸ ἐπάγει οτι οἱ ἁμαρτωλοὶ ἀπο λοῦνται. 36.21 ∆ανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει· ὁ δὲ δίκαιος οἰκτείρει καὶ διδοῖ. Σαφέστερον δὲ ειπεν· εκαστος ἡμῶν δέ χεται παρὰ Θεοῦ πλείστας οσας καὶ μεγά λας εὐεργεσίας, αἰσθητάς τε καὶ νοητάς· ἀλλ' ἐάν τις ῃ φιλαμαρτήμων καὶ ἀσχέτως ἀπονενευκὼς εἰς φιληδονίαν, τῇ τύρβῃ τῶν ἐν τῷδε τῷ κόσμῳ πραγμάτων, τὸν ἑαυτοῦ κατακαύσας νοῦν, πολλὰ παρὰ Θεοῦ δανει σάμενος, οὐδὲν ἀποτίσει, τουτέστιν οὐ προ σοίσει τὴν ὑπακοὴν, οὐ καρποφορήσει τὴν ἀρετήν· ἀλλ' οὐδὲ ωσπερ τινὰ τόκον κα ταθήσει τῷ Θεῷ τὴν ἐπιείκειαν, οὐ δογ ματικῆς εὐτεχνίας ἐπιμελήσεται· μένει δὲ σκληρὸς καὶ ακαρπος· πλὴν καν εἰ ουτω