τῆς ἑνδεκάτης. Καὶ ἐπεὶ προαίρεσις, οὐ χρόνος, ἐξετάζεται, ὃν ἐν πίστει πεποίηκέ τις· διὰ τοῦτο τοῖς ἐξ οὗ κέκληνται τὰ ἐπιβάλλοντα πεποιηκόσι δίδοται ὁ ἴσος τῆς σωτη ρίας μισθός· τὸ συλαθὲν κατ' ἀρχὰς ὑπὸ τοῦ πο νηροῦ δι' ἀπάτης κατὰ τὴν τῆς ἐντολῆς παράβασιν πνὶξ τῆς θείας καὶ βασιλικωτάτης εἰκόνος δη νάριον, δι' οὗ δοκεῖ μοι τὸ γνώρισμα τῆς βασιλείας αὐτῆς ὑποφαίνειν, ὅτι βασιλέως ἐντετυπωμένην εἰ κόνα τοῦ δηναρίου τὸ χάραγμα σημαίνει. Ἐπειδὴ τοίνυν πάντας τοὺς ἐπὶ τὸν ἀμπελῶνα, καὶ τὸ τῆς θεοσεβείας πολίτευμα παρελθόντας, μιᾶς τε καὶ τῆς αὐτῆς ἐργασίας ἁψαμένους, τῆς αὐτῆς βασιλείας μετασχεῖν ἦν δίκαιον· τούτου χάριν εἰκότως τοῖς πᾶσι τῆς Βασιλείας τὸ σύμβολον τὸ δηνάριον ἀποδίδοται· ὧν οἱ μὲν ἐν νεότητι ἐκλήθησαν, οἱ δὲ ἀμφὶ τὴν τοῦ νεα νίου ἡλικίαν, οἱ δὲ περὶ τὸν μέσον τοῦ ἀνθρώπου ζωῆς χρόνον, οἱ δὲ τὸν ἄνδρα τέλειον ἤδη καὶ ὑπερβεβη κότα ἀνειληφότες· οἱ δὲ κατὰ τὸν πρεσβύτην αὐτὸν γηραλέοι λοιπὸν, καὶ περὶ δυσμὰς ἔχοντες τοῦ βίου. Εἴποι δ' ἄν τις καὶ ἑτέρως ἐξηγούμενος ἐφαρμότ τειν τὰ τῆς παραβολῆς δηλούμενα, τοῖς ἀνέκαθεν ἐκ πρώτης τοῦ βίου συστάσεως μέχρι συντελείας τοῦ αἰῶνος καταξιουμένοις τῆς ἐνθέου κλήσεως. Ὥστε ἅμα πρωὶ κεκλῆσθαι λέγειν ἐπὶ τὴν τῆς θεο σεβείας ἐργασίαν τοὺς κατὰ τὴν ἀρχὴν τοῦ βίου 17.361 πρώτους διασωθέντας· δευτέρους δὲ τοὺς ἀμφὶ τὸν Ἐνὼχ καὶ Νῶε· τοὺς περὶ τὴν τρίτην τοὺς ἀμφὶ τὸν Ἀβραάμ· τοὺς δὲ περὶ τὴν ἕκτην τοὺς ἐν τοῖς χρό νοις τῶν προφητῶν· τοὺς δὲ περὶ τὴν ἑνδεκάτην τοὺς μετὰ τὴν σωτήριον θεοφάνειαν. Οὓς δὴ πάντας καταξιωθήσεσθαι ἑνὸς καὶ τοῦ αὐτοῦ μισθοῦ κατὰ τὸ δηνάριον δεδηλωμένους, ὥσπερ εἰς τὴν τοῦ Θεοῦ βασιλείαν ἀναφέρεται. Τὰ πάντα ταῦτα διαστήματα ἰσάριθμα ταῖς αἰ σθήσεσι. Καὶ ἁφὴ μὲν ἔστιν ἡ πρώτη κλῆσις· ὅθεν εἴρηται περὶ τοῦ φυτοῦ, Οὐ μὴ ἅψησθε αὐτοῦ· ὄσφρησις δὲ κατὰ τὴν δευτέραν· ὅθεν ἐπὶ τοῦ Νῶε ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας· γεῦσις δὲ κατὰ τὸν Ἀβραάμ· διὸ καὶ τοῖς ἀγγέλοις ἐγκρυ φίας παρατίθησι καὶ μόσχον· ἀκοὴ δὲ ἐπὶ Μωϋσέως, ὅτε ἀκουστὴ γέγονεν ἐκ τοῦ οὐρανοῦ ἡ φωνὴ τοῦ Θεοῦ· ὅρασις δὲ ἡ πασῶν τῶν αἰσθήσεων τιμιωτέρα, κατὰ τὴν τοῦ Χριστοῦ ἐπιδημίαν· ὅτε ἑωράκασι τὸν Χριστὸν τοῖς μακαρίοις ὀφθαλμοῖς. Ὀψία δὲ ἡ συντέλεια τοῦ αἰῶνος, ὅτε οἱ ἐργάται οἱ ἔσχατοι πρῶτοι τὸν μισθὸν λαμβάνουσιν. Οἱ γὰρ πρότερον μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν. Πρῶτοι γὰρ τὸν μισθὸν ἀπολή ψεσθαι προσδοκῶμεν οἱ Χριστοῦ γνώριμοι. ΚΕΦ. Ι∆ʹ. Στίχ. ιβʹ· Ἔλεγε καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φί λους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους· μή ποτε καὶ αὐτοὶ ἀντικαλέσωσι, καὶ γένηταί σοι ἀνταπόδομα. Στίχ. ιγʹ. Ἀλλ' ὅταν ποιῇς δοχὴν, κάλει πτωχοὺς, ἀναπήρους, χωλοὺς, τυφλούς. Στίχ. ιδʹ. Καὶ μακάριος ἔσῃ, ὅταν οὐκ ἔχωσιν ἀνταποδοῦναί σοι. Ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. Ἀλλ' οὔτε μὲν κατὰ τὸ ῥητὸν κελευόμεθα μὴ φί λους καλεῖν καὶ γείτονας, ἀλλὰ πτωχοὺς καὶ ἀναπή ρους, χωλοὺς καὶ τυφλούς. Μυστικῶς δὲ τάχα φίλοι μὲν εἶεν ἂν οἱ χαίροντες καθ' ἡμᾶς τοῖς τῆς ἀλη θείας δόγμασιν· ἀδελφοὶ δὲ οἱ ἔχοντες ἀδελφὰ δόγμα τα· συγγενεῖς οἱ πλησιάζειν ἡμῖν κατὰ ταῦτα θέ λοντες· γείτονες οἱ μὴ πάντα μακρὰν τῶν ἡμετέρων δογμάτων ἐσκηνωμένοι. Κατὰ κοινοῦ δὲ τὸ πλου σίους ἀκουστέον. Οἱ μὲν οὖν ἀκροάσεις καταγέλλον τες πλουσίους καὶ πτωχοὺς καλοῦσιν· ὁ δὲ πρὸς δόξαν ἀληθῆ διακονῶν τῷ λόγῳ κενοδοξίας ἀπήλλα κται. Καλεῖ δὲ πτωχοὺς, τουτέστιν ἀπείρους λόγων, ἵνα πλουτίσῃ· ἀναπήρους, τουτέστι βεβλαμμένους τὸ φρόνημα, ἵνα ὑγιάσῃ· χωλοὺς τοὺς σκάζοντας τῷ λόγῳ, ἵνα ὀρθὰς τροχιὰς ποιῶσι· τυφλοὺς τοὺς τὸ θεωρητικὸν μὴ ἔχοντας, ἵνα βλέπωσι τὸ φῶς τὸ ἀληθινόν. Τὸ δὲ, Οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἴσον ἐστὶ τῷ· Οὐκ ἴσασι πρὸς ἐρώτησιν ἢ ἀπόκρισιν διεξάγειν λόγον, καὶ διαλεκτικῶς. Στίχ. ιηʹ. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι 17.364 πάντες· τουτέστιν, ὡς ἐξ ἑνὸς συνθήματος. Ὁ πρῶτος εἶπεν