σαλεύσετε, οὐ μὴ ὑμῶν ἀκούσω". 18.24 Ἐπὶ πολὺ οὖν πεσὼν ἀνέστη. Ἐπιγενομένης δὲ νυκτὸς πάλιν αὐτῷ ἐπέθεντο· καὶ σπυρίδα μοδίων δύο ψάμμου πληρώσας καὶ θεὶς ἐπὶ τῶν ὤμων, διεκίνει ἀνὰ τὴν ἔρημον. Συνήντησεν οὖν αὐτῷ Θεοσέβιος ὁ κοσμήτωρ, Ἀντιοχεὺς τῷ γένει, καὶ λέγει αὐτῷ· "Τί βαστάζεις, ἀββᾶ; παραχώρησον ἐμοὶ τὸ φορτίον, καὶ μὴ σκύλλου"· Ὁ δὲ λέγει αὐτῷ· "Σκύλλω τὸν σκύλλοντά με· ἄνετος γὰρ ὢν ἀποδημίας μοι ὑποβάλλει". Ἐπὶ πολὺ οὖν διακινήσας εἰσῆλθεν εἰς τὴν κέλλαν, συντρίψας τὸ σῶμα. 18.25 Οὗτος ἡμῖν ὁ ἅγιος Μακάριος διηγήσατο, ἦν γὰρ πρεσβύτερος, ὅτι "Ἐπεσημηνάμην κατὰ τὸν καιρὸν τῆς διαδόσεως τῶν μυστηρίων ὅτι Μάρκῳ τῷ ἀσκητῇ οὐδέποτε ἔδωκα ἐγὼ προσφοράν, ἀλλὰ ἄγγελος αὐτῷ ἐπεδίδου ἐκ τοῦ θυσιαστηρίου· μόνον δὲ τὸν ἀστράγαλον ἐθεώρουν τῆς χειρὸς τοῦ διδόντος". Μάρκος δὲ οὗτος νεώτερος ἦν, παλαιὰν καὶ καινὴν γραφὴν ἀποστηθίζων, πραῢς καθ' ὑπερβολήν, σώφρων εἰ καί τις ἄλλος. 18.26 Μιᾶς οὖν τῶν ἡμερῶν εὐκαιρηθεὶς ἐγώ, εἰς τὸ ἔσχατον αὐτοῦ γῆρας, ἀπέρχομαι καὶ παρακαθέζομαι αὐτοῦ τῇ θύρᾳ νομίσας αὐτὸν ὑπὲρ ἄνθρωπον, ὡς ἅτε ἀρχαῖον, ἀκροώμενος τί λέγει ἢ τί διαπράττεται. Καὶ μονώτατος ὢν ἔνδον, περὶ τὰ ἑκατὸν ἐλάσας ἔτη ἤδη καὶ τοὺς ὀδόντας ἀπολέσας, ἑαυτῷ διεμάχετο καὶ τῷ διαβόλῳ, καὶ ἔλεγε· "Τί θέλεις, κακόγηρε; Ἰδοὺ καὶ ἐλαίου ἥψω καὶ οἴνου μετέλαβες· λοιπὸν τί θέλεις, πολιόφαγε;" ἑαυτὸν ὑβρίζων. Εἶτα καὶ τῷ διαβόλῳ· "Μὴ ἀκμήν τί σοι χρεωστῶ; οὐδὲν εὑρίσκεις· ἄπελθε ἀπ' ἐμοῦ". Καὶ ὡς τερετίζων ἑαυτῷ διελέγετο· "∆εῦρο, πολιόφαγε· ἕως πότε ἔσομαι μετὰ σοῦ;" 18.27 ∆ιηγεῖτο δὲ ἡμῖν Παφνούτιος ὁ μαθητὴς αὐτοῦ, ὅτι μιᾷ τῶν ἡμερῶν ὕαινα λαβοῦσα τὸν ἑαυτῆς σκύμνον, τυφλὸν ὄντα, ἤνεγκε τῷ Μακαρίῳ· καὶ τῇ κεφαλῇ κρούσασα τῆς αὐλῆς τὴν θύραν εἰσῆλθεν ἔξω αὐτοῦ καθημένου, καὶ ἔρριψεν ὑπὸ τοὺς πόδας αὐτοῦ τὸν σκύμνον. Λαβὼν δὲ ὁ ἅγιος καὶ ἐπιπτύσας τοῖς ὀφθαλμοῖς αὐτοῦ ἐπηύξατο, καὶ παραχρῆμα ἀνέβλεψε. Καὶ θηλάσασα αὐτὸν ἡ μήτηρ αὐτοῦ λαβοῦσα αὐτὸν ἀπῆλθε. 18.28 Καὶ τῇ ἄλλῃ ἡμέρᾳ κώδιον μεγάλου προβάτου ἐνή νοχε τῷ ἁγίῳ. Ὡς δὲ ἡ μακαρία Μελάνιόν μοι εἶπεν ὅτι "Παρὰ τοῦ Μακαρίου ἐγὼ ἔλαβον τὸ κώδιον ἐκεῖνο ξένιον". Καὶ τί θαυμαστὸν εἰ ὁ τοὺς λέοντας τῷ ∆ανιὴλ ἡμερώσας, καὶ τὴν ὕαιναν ἐσυνέτισεν; Ἔλεγε δὲ ὅτι ἀφ' οὗ ἐβαπτίσθη οὐκ ἔπτυσε χαμαί, ἑξηκοστὸν ἔχων ἔτος ἀφ' οὗ ἐβαπτίσθη. 18.29 Ἦν δὲ τὸ εἶδος αὐτοῦ ὑποκόλοβον, σπανόν, ἐπὶ τοῦ χείλους μόνον ἔχον τρίχας, καὶ εἰς τὸ ἄκρον τοῦ πώγωνος· ὑπερβολῇ γὰρ ἀσκήσεως οὐδὲ αἱ τρίχες τῆς γενειάδος αὐτοῦ ἐφύησαν. Τούτῳ ἐγὼ προσῆλθόν ποτε ἀκηδιάσας, καὶ λέγω αὐτῷ· "Ἀββᾶ, τί ποιήσω; ὅτι θλίβουσί με οἱ λογισμοὶ λέγοντες ὅτι Οὐδὲν ποιεῖς, ἄπελθε ἔνθεν". Καὶ λέγει μοι ὅτι "Εἰπὲ αὐτοῖς· Ἐγὼ διὰ Χριστὸν τοὺς τοίχους τηρῶ". Ταῦτα ἐκ τῶν πολλῶν ὀλίγα σοι ἐσήμηνα τοῦ ἁγίου Μακαρίου. 19 .tΠερὶ Μωσέως τοῦ Αἰθίοποσ 19.1 Μωσῆς οὕτω τις καλούμενος, Αἰθίοψ τῷ γένει, μέλας, οἰκέτης ὑπῆρχε πολιτευομένου τινός· ὃν διὰ πολλὴν δυστροπίαν καὶ λῃστείαν ἔρριψεν ὁ ἴδιος δεσπότης· ἐλέγετο γὰρ καὶ μέχρι φόνων φθάνειν· ἀναγκάζομαι γὰρ λέγειν αὐτοῦ τὰ τῆς πονηρίας, ἵνα δείξω αὐτοῦ τὴν ἀρετὴν τῆς μετανοίας. ∆ιηγοῦντο γοῦν ὅτι καὶ ἀφηγούμενος ἦν λῃστη ρίου ἑνός· οὗ καὶ τὸ ἔργον φαίνεται ἐν τοῖς λῃστρικοῖς, ὅτι ποιμένι τινὶ ἐμνησικάκησέ ποτε παρεμποδίσαντι αὐτῷ εἰς πρᾶγμά τι μετὰ τῶν κυνῶν ἐν νυκτί· 19.2 ὃν ἀποκτεῖναι θελήσας περινοστεῖ τὸν τόπον ἔνθα τὴν στάσιν εἶχε τὴν τῶν προβάτων· καὶ ἐμηνύθη αὐτῷ πέραν τοῦ Νείλου· καὶ πλημμυροῦντος τοῦ ποταμοῦ καὶ κρατοῦντος ὡσεὶ σημεῖον ἕν, δακὼν τὴν μάκαιραν ἐν τῷ στόματι καὶ τὸν χιτωνίσκον θεὶς τῇ κεφαλῇ διεπέρασεν οὕτω κολυμβήσας τὸν ποταμόν. Ἐν τῷ τοῦτον οὖν διακολυμβᾶν ἠδυνήθη ὁ ποιμὴν διαλα θεῖν αὐτόν, ἑαυτὸν καταχώσας εἰς τὴν ἄμμον. Τοὺς οὖν ἐξ ἐπιλογῆς τέσσαρας κριοὺς σφάξας καὶ δήσας σειρᾷ, διε κολύμβησεν αὖθις· 19.3 καὶ ἐλθὼν εἰς μικρὸν προαύλιον ἀπέδειρε, καὶ φαγὼν τὰ κάλλιστα τῶν κρεῶν καὶ εἰς οἶνον διαπωλήσας τὰ κώδια καὶ σαΐτην πιὼν ὡς ἰταλικῶν δεκαοκτὼ ξεστῶν,