ἀνέμενε γνώμην καὶ μαρτυρίαν περὶ αὐτοῦ· εἰ γὰρ ἔλεγεν· τίνα με λέγουσιν οἱ ἄνθρωποι τὸν υἱὸν τοῦ θεοῦ, κολακείας ἂν ἦν ἡ τῶν μαθητῶν ἀπόκρισις, ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. 69 Mt 16, 25 17, 1 Εἰπὼν ὃς δ' ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ, εὑρήσει αὐτὴν προθυμοτέρους καὶ εὐέλπιδας ποιῶν τοὺς ἀκροατὰς ἐπάγει· μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ αὐτοῦ· εἰ γὰρ καὶ νῦν τὴν ἑκούσιον κένωσιν καὶ τὸ ταπεινὸν τῆς σαρκὸς ὁρῶντες οὐδὲν μέγα δύνασθε διανοηθῆναι περὶ ἐμοῦ, ἀλλ' οὖν αὐτὸς ἐγώ εἰμι ὁ τὰ ἐπηγγελμένα πληρώσων· μέλλει γάρ, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ, τοῦτ' ἔστιν τὸ ἀξίωμα δεικνὺς τῆς θεότητος, οὐ μὴν ἀποτιθέμενος τὸ ἀνθρώπινον· διὰ τοῦτο γάρ φησιν ὁ υἱὸς τοῦ ἀνθρώπου· καὶ γὰρ μετὰ τοῦ προσλήμματος ἐλεύσεται ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ ἤτοι ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ. καὶ τότε ἔσται τὰ εἰρημένα πέρας λαμβάνοντα· ἀποδώσει γὰρ ἑκάστῳ οὐ κατά τινα προσπάθειαν ἢ ἀντιπάθειαν οὐδὲ καθ' ὕφεσιν ἢ φιλοτιμίας ἐπίδειξιν τῆς ἴσης γνώμης καὶ δικαίας ἀποκλινόμενος, ἀλλ' ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ἅτινα οἷάπερ ἐστίν, τοιαύτην καὶ τὴν ἀμοιβὴν ἐφελκύσει· ἀγαθὰ μέν, ἀγαθήν· φαύλην δέ, φαῦλα. εἶτα πιστούμενος τὰ εἰρημένα οὐ μακράν, φησίν, ἔσται ὑμῖν ἡ πληροφορία· καὶ γάρ τινες τῶν μεθ' ὑμῶν νυνὶ παρόντων οὔπω θανόντες ὄψονταί με παραγυμνοῦντα καὶ ἐμφανίζοντα τῆς μελλούσης βασιλείας μου τὴν δόξαν καὶ τὸ ἀξίωμα. ὃ καὶ μεθ' ἡμέρας ἓξ προοιμιαζόμενος καὶ πιστούμενος ἐκείνην ἐπετέλεσεν μεταμορφωθεὶς ἐνώπιον Πέτρου καὶ Ἰωάννου καὶ Ἰακώβου. Ὃς δ' ἂν ἀπολέσῃ, φησίν, τὴν ψυχὴν αὐτοῦ, εὑρήσει αὐτήν. εὐέλπιδας ἡμᾶς ποιῶν καὶ καρτερικοὺς ἐπάγει· μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ αὐτοῦ· εἰ γὰρ νῦν οὐδὲν μέγα δύνασθε διανοηθῆναι περὶ ἐμοῦ διὰ τὴν τῆς σαρκὸς ταπείνωσιν, ἀλλ' οὖν αὐτὸς ἐγώ εἰμι ὁ μέλλων ἐλθεῖν μετὰ τῶν ἀγγέλων ἐν τῇ δόξῃ τοῦ πατρός μου. 70 Mt 17, 6 Ἐπειδὴ τῆς θεότητος οἱ ἀπόστολοι παραγυμνούμενον ἐθεάσαντο τὸ ἀξίωμα καὶ τῆς πατρικῆς ἐκείνης φωνῆς ἐνωτίσθησαν τὴν ἀκρίβειαν καὶ τὸν Μωυσῆν καὶ τὸν Ἠλίαν εἶδον ἄνδρας τῆς ἀνθρωπίνης ἀρετῆς τὴν πρώτην τάξιν ἐπέχοντας δουλοπρεπῶς παρεστηκότας, ἀνῆλθον εἰς τελειοτέραν καὶ θειοτέραν ἔννοιαν τὴν περὶ τοῦ δεσπότου, ὡς ἄρα ἀληθῶς οὗτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ , οὗτός ἐστιν ὁ μέλλων ἔρχεσθαι, οὗτος ὁ θεὸς τῶν πατέρων , ὁ κριτὴς ζώντων καὶ νεκρῶν . Ἐπειδὴ τὸ τῆς θεότητος ἀξίωμα παραγυμνούμενον ἐθεάσαντο οἱ ἀπόστολοι καὶ τῆς τοῦ πατρὸς φωνῆς ἤκουσαν, εἶδον δὲ τὸν Μωυσῆν καὶ τὸν Ἠλίαν δουλοπρεπῶς παρεστηκότας, εἰς τελειοτέραν ἀνήχθησαν ἔννοιαν περὶ τοῦ σωτῆρος καὶ ὡς ἄρα ἀληθῶς οὗτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραὴλ καὶ ὁ μέλλων ἔρχεσθαι, οὗτος ὁ θεὸς τῶν πατέρων ἡμῶν , ὁ κριτὴς ζώντων καὶ νεκρῶν . 71 Mt 17, 9 12 Εἶτα καλῶς ἐν τῇ καρδίᾳ ταῦτα πηξάμενοι μόνον οὐ λέγουσιν· ἰδοὺ ὁρῶμεν καὶ πεπείσμεθα, ὅτι σὺ εἶ καὶ οὐκ ἄλλος ὁ ἐρχόμενος θεὸς ἡμῶν καὶ λυτρωτὴς καὶ κριτὴς καὶ ἡ προσδοκωμένη παρουσία σου ἐνέστηκεν. πῶς οὖν λέγουσιν οἱ γραμματεῖς, ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; ἔλεγον δὲ τοῦτο οἱ Ἰουδαῖοι καὶ περιέφερον ἀνατρέπειν πειρώμενοι τὴν ἐνεστῶσαν παρουσίαν τοῦ Χριστοῦ ὡς καὶ πρὸ ταύτης ὀφείλοντος ἐλθεῖν τοῦ Ἠλίου. οἱ δὲ ἀπόστολοι προήνεγκαν τοῦτο οὐχ ὡς αὐτοὶ διστάζοντες· τοὐναντίον γὰρ λίαν ἦσαν πεπεισμένοι καὶ πολλὴν εἰληφότες τὴν πληροφορίαν καὶ ἔνθερμοι τὴν γνώμην τοῖς ἠκουσμένοις καὶ ἑωραμένοις. διὸ καὶ καταβαίνοντες εὐθὺς ἀπὸ τοῦ ὄρους ἐποιήσαντο τὴν ἐρώτησιν οὐδεμίαν ἀναβολὴν ταύτης ποιησάμενοι· προσάγουσιν δὲ τῶν γραμματέων τὸν λόγον, ἵνα μὴ μόνον αὐτοὶ ὦσι πεπεισμένοι ἅτε γεγονότες θεαταὶ τῶν φρικτῶν καὶ ἀπορρήτων, ἀλλ' ἵνα καὶ τοῖς ἄλλοις ἐπειδὰν βούλωνται ταῦτα κηρύσσειν καὶ ἀποκαλύπτειν καὶ διδάσκειν μὴ ἔχωσιν μηδὲ τὸν παρὰ τῶν γραμματέων λόγον προφερόμενον ἀντιπίπτοντα. διὸ καὶ ὁ κύριος τὸ πρόθυμον αὐτῶν τῆς περὶ τὰ θεαθέντα διηγήσεως εἰδὼς τέως ἐπέχει εἰς τὸν μετὰ τὴν ἀνάστασιν καιρὸν ἀνατιθεὶς