17
ὁ σίδηρος Εἰ δὲ καὶ ὅλως ἀσαφέστερα αὐ τοῖς ἔδοξεν εἶναι ἐκεῖνα, ἀπὸ γοῦν τοῦ τέλους ἔδει πᾶσαν διαγνῶναι τὴν πρόῤῥησιν· εὐθὺς γὰρ μετὰ τὸ δεῖξαι τῆς σιδηρᾶς βασιλείας τὸ ἀσθενὲς καὶ ὀστράκινον τέλος, ἐπήγαγε· μδʹ. "Καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκεί νων." Τουτέστι, τοῦ ὀστρακίνου καὶ τοῦ σιδηροῦ τὴν ἐπιμιξίαν ἐχόντων, καὶ τὴν μετ' ἀλλήλων συγ γένειαν ἀσπασαμένων, ὁμόνοιαν δὲ μηδὲ ἐκ τῆς συγ γενείας ἐσχηκότων. "Ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται. Λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας, καὶ αὐτὴ στήσεται εἰς τοὺς αἰῶνας. (μεʹ.) Ὃν τρόπον εἶδες, ὅτι ἐτμή θη ἀπὸ ὄρους λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνε τὸ ὄστρακον, καὶ τὸν σίδηρον, τὸν χαλκὸν, τὸν ἄργυρον, τὸν χρυσόν." Ταῦτα δὲ ἀντικρὺς δείκνυσι τῶν μὲν παρόντων πραγμάτων τὸ τέλος, τῆς δὲ τῶν οὐρανῶν βασιλείας τὸ ἀτελεύτητον. Τῆς γὰρ σιδηρᾶς βασιλείας ἀσθενῶς διατεθείσης, καὶ τοῦ ὀστράκου τὴν ἐπιμι ξίαν λαβούσης, φανήσεται μὲν "ὁ λίθος ὁ τμηθεὶς ἄνευ χειρῶν, καὶ λεπτυνεῖ τὸ ὄστρακον, τὸν σίδηρον καὶ τὸν χαλκὸν, τὸν ἄργυρον, τὸν χρυσὸν," καὶ φροῦδα ποιήσει παντελῶς, καὶ ἀδιάδοχον, καὶ αἰώ νιον, καὶ ἀπέραντον βασιλείαν τοῖς ἀξίοις παρέξει. "Εἰς γὰρ τοὺς αἰῶνας, φησὶν, οὐ διαφθαρήσεται, καὶ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται· καὶ λεπτυνεῖ, καὶ δαμάσει πάσας τὰς βασιλείας, καὶ αὐτὴ στήσεται εἰς τοὺς αἰῶνας." Εἰ δέ τις ζυγομαχεῖ, καὶ ταῦθ' οὕτως ἔχειν οὐ βούλεται, δειξάτω τί τῶν ἀνθρω πίνων αἰώνιον, ποία δὲ τῶν ἀνθρώπων βασιλεία τέλος οὐ λήψεται. Εὔηθες γὰρ καὶ λίαν ἀνόητον, συντέλειαν μὲν ἀναμένειν τοῦ παρόντος αἰῶνος, βασιλείαν δέ τινα λέγειν κατὰ τὸν παρόντα βίον ἀτελεύτητον ἔσεσθαι. Εἰ δὲ καὶ αὐτοῖς συνδοκεῖ διὰ τούτων τῶν λόγων τὴν δοθησομένην ὑπὸ τοῦ Θεοῦ βασιλείαν τοῖς ἀξίοις σημαίνεσθαι, οὐκ ἄρα τὴν Μα κεδονικὴν βασιλείαν ὠνόμασε σίδηρον· οὐδὲ γὰρ ἐκεί νης κρατούσης ὁ παρὼν βίος ἐδέξατο τέλος, ἀλλ' ἡ Ῥωμαϊκὴ τὴν Μακεδονικὴν καταλύσασα κατέχει τῆς οἰκουμένης τοὺς οἴακας. Εἰ δέ φασι τὴν προτέραν τοῦ Κυρίου παρουσίαν διὰ τούτων τῶν λόγων σημαί νεσθαι, δειξάτωσαν καταλυθεῖσαν τὴν τῶν Ῥωμαίων ἡγεμονίαν εὐθὺς μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπι φάνειαν. Πᾶν γὰρ τοὐναντίον ἔστιν εὑρεῖν, κρα τυνθεῖσαν αὐτὴν, ἀλλ' οὐ καταλυθεῖσαν ἅμα τῇ τοῦ Σωτῆρος γεννήσει. Αὐγούστου γὰρ βασιλεύοντος ὁ ∆εσποτικὸς ἐγένετο τόκος. Ὃς δεύτερος μὲν ἐβα 81.1309 σίλευσε, πάντας δὲ ὡς ἔπος εἰπεῖν. ἀνθρώπους ὑπηκόους ἐποιήσατο, ἀπεγράψατό τε πᾶσαν τὴν οἰκουμένην κατὰ τὴν τῶν Εὐαγγελίων φωνὴν, καὶ δασμὸν φέρειν ἐνομοθέτησεν. Ὑπ' ἐκείνου δὲ ἡ Ῥωμαίων κρατυνθεῖσα βασιλεία μέχρι καὶ νῦν διήρκε σεν. Οὐκοῦν εἰ ἡ προτέρα γέννησις τοῦ Κυρίου τὴν Ῥωμαίων ἡγεμονίαν οὐ κατέλυσε, λείπεται τοίνυν αὐτοῦ τὴν δευτέραν νοεῖν ἐπιφάνειαν. Ὁ γὰρ ἤδη πρότερον τμηθεὶς λίθος ἄνευ χειρῶν, καὶ γενόμενος εἰς ὄρος μέγα, καὶ τὴν οἰκουμένην καλύ ψας, οὗτος ἐν τῇ δευτέρᾳ παρουσίᾳ πατάξει τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς ὀστρακίνους, τουτέστιν, ἐν αὐτῷ τῷ τέλει τῆς σιδηρᾶς φανήσεται βασιλείας, ἀσθενοῦς ἤδη γεγενημένης· καὶ πάσας μὲν καταλύσει τὰς ἡγεμονίας, καὶ λήθῃ τινὶ παραδώσει, τὴν δὲ αἰώνιον αὑτοῦ βασιλείαν τοῖς ἀξίοις παρέξει. Ταῦθ' οὕτως ἑρμηνεύσας ὁ ∆ανιὴλ ἀναγκαίως ἐπήγαγεν· "Ὁ Θεὸς ὁ μέγας ἐγνώρισε τῷ βασιλεῖ, ἃ δεῖ γενέ σθαι μετὰ ταῦτα. Καὶ ἀληθινὸν τὸ ἐνύπνιον, καὶ πι στὴ ἡ σύγκρισις αὐτοῦ." Ἄξιον δὲ θαυμάσαι τὴν τοῦ Θεοῦ τῶν ὅλων περὶ πάντας ἀνθρώπους κηδε μονίαν. Οὐδὲ γὰρ τοὺς δυσσεβείᾳ συζῶντας τῆς οἰ κείας προμηθείας γυμνοῖ, ἀλλὰ καὶ τούτους πάσης ἐπιμελείας ἀξιοῖ, ὥσπερ ἀμέλει τοῦτον τὸν βάρβα ρον, καὶ θηριώδη, καὶ δυσσεβῆ οὐ καταλέλοιπεν ἀτημέλητον, ἀλλὰ πρῶτον μὲν διὰ τῶν ἀποκαλύψεων τῆς εὐκληρίας τοῦ παρόντος βίου δείκνυσιν αὐτῷ τὸ ἐπίκηρον, καὶ τῆς βασιλείας αὐτῆς τὸ ὀξύῤῥοπον, καὶ ὅτι οὐδὲν μόνιμον τῆς ἀνθρωπίνης εὐημερίας, ἀλλὰ δίκην ἀνθῶν ἢ κρίνων μαραίνεται ἣ σβέν νυται. Καὶ ἱκανὰ ταῦτα ἦν τὴν ἀλαζονικὴν αὐτοῦ καὶ τετυφωμένην ὀφρὺν