1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

17

προσήκει σε τὸν ὡρισμέ νον χρόνον ἐφ' ἑκατέρου διατελέσαι πλευροῦ, μὴ μετακινούμενον, ὥστε τὴν ἐπενεχθεῖσαν κατ' αὐτῶν μαθεῖν αὐτοὺς ψῆφον. θʹ, ιʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ πυ ροὺς, καὶ κριθὰς, καὶ κύαμον, καὶ φακὸν, καὶ κέγχρον, καὶ ὀλύραν, καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγ γος ἓν ὀστράκινον, καὶ ποιήσεις αὐτὰ ἑαυτῷ εἰς ἄρτους, κατὰ ἀριθμὸν τῶν ἡμερῶν, ὧν σὺ καθ εύδεις ἐπὶ τοῦ πλευροῦ σου· ἐννενήκοντα καὶ ἑκατὸν ἡμέραις φάγεσαι αὐτά. Καὶ τὸ βρῶμά σου, ὃ φάγεσαι, ἐν σταθμῷ εἴκοσι σίκλους τὴν ἡμέραν, ἀπὸ καιροῦ ἕως καιροῦ φάγεσαι αὐτά. Ἐπίπονα ὁ προφήτης ἐπιτάττεται, τῶν τιμωρουμέ νων τὸν τύπον ἐν ἑαυτῷ δεχόμενος, καὶ διδάσκων τὸν λαὸν, δι' ὧν ποιεῖν ἐκελεύετο, τὸν ἐσόμενον ἐν Ἱεροσολύμοις λιμόν. ∆ιὸ καὶ οὐκ ἐκ πυρῶν μόνον κατασκευάζειν τὸν ἄρτον προστάττεται, ἀλλὰ καὶ κέγχρου, καὶ ὀλύρας, καὶ κυάμου· ἡ δὲ τοιαύτη βρῶ σις, ἐνδείας σημεῖον· καὶ ὁ σταθμὸς δὲ πάλιν τὴν σπάνιν σημαίνει. Ἅπαξ γὰρ, φησὶ, τῆς ἡμέρας φάγεσαι εἴκοσι σίκλους, οἳ ποιοῦσι τρεῖς ὀγκίας, καὶ μικρόν τι πρὸς, ὥς φασιν οἱ τὰ στάθμια ταῦτα καὶ τὰ μέτρα ἠκριβωκότες. ιαʹ. Καὶ ὕδωρ μέτρῳ πίεσαι, τὸ ἔκτον τοῦ ἳν ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι. Καὶ τοῦτο πά λιν τὴν ἐπίτασιν τῆς ἐνδείας ἢν ἡ πολιορκία πεποίηκε, παραδηλοῖ· τὸ δὲ ἳν, μέτρον ἦν παρ' αὐτοῖς· οὗ τὸ ἕκτον κατὰ τὸν Σύρον ἥμισυ ξέστου ἐχώρει· τοῦτο δὲ τὸ μέτρον πίνειν ὁ προφήτης ἐκελεύετο, ἵνα προ σημήνῃ τὴν ἀπὸ τῆς πολιορκίας αὐτοῖς γενησομένην τῶν ἀναγκαίων σπάνιν. ιβʹ. Καὶ ἐγκρυφίαν κρίθινον φάγεσαι αὐτά· ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατ' ὀφθαλμοὺς αὐτῶν. Ἀρτοποιήσεις δὲ, φησὶ, τὰ παντοδαπὰ ταῦτα σπέρματα, ὡς εἰώθασι τοὺς κριθί νους ἄρτους κατασκευάζειν· ὕλη δὲ τοῦ τῆς ἀρτο ποιΐας πυρὸς ἡ ἀνθρωπίνη κόπρος γενέσθω, εἰς ἔν δειξιν τῶν ἐσομένων αὐτοῖς ἐν τοῖς ἔθνεσι μιασμά των. ∆ιὸ ἐπάγει· ιγʹ. Οὕτως φάγονται οἱ υἱοὶ Ἰσραὴλ τὸν ἄρτον αὐτῶν ἀκάθαρτον ἐν τοῖς ἔθνεσιν, οὗ διασκορ πιῶ αὐτούς. Ἀνάγκη γὰρ ἦν, ἅτε δὴ αἰχμαλώ τους, καὶ ἀλλοφύλοις ἔθνεσιν ἐπιμιγνυμένους, οὐ κατὰ νόμον πολιτεύεσθαι, ἀλλὰ πολλὰς ἐκ τῆς ἐπι μιξίας ἀφορμὰς εἰς παρανομίαν λαμβάνειν. ιδʹ. Καὶ εἶπον, Μηδαμῶς Κύριε ὁ Θεὸς Ἰσραήλ· ἰδοὺ ἡ ψυχή μου οὐ μεμίαται ἐν ἀκαθαρσίᾳ, 81.861 καὶ θνησιμαῖον καὶ θηριάλωτον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως τοῦ νῦν, οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον καὶ βέβηλον. Ἀναγκασθεὶς ὁ προφήτης τὴν ἔννομον αὑτοῦ πο λιτείαν γυμνοῖ, ἱκετεύων τὸν φιλάνθρωπον ∆εσπότην προστάγματι ἑτέρῳ λῦσαι τὰ κελευσθέντα· καὶ παρ αυτίκα πέπεικεν· ἀγαθὸς γὰρ καὶ ῥᾳδίως τοῖς ἱκέταις ἐπικαμπτόμενος, ὥσπερ ἀμέλει καὶ τότε, βολβίτοις χρήσασθαι βοῶν εἰς τὴν ἀρτοποιΐαν ἐκέλευσε. Τού τοις ἐπάγει· ι ϛʹ, ιζʹ. Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ συντρίβω στή ριγμα ἄρτου ἐν Ἱερουσαλὴμ, καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδείᾳ, καὶ ὕδωρ ἐν μέτρῳ καὶ ἐν ἀφανισμῷ πίονται. Ὅπως ἐνδεεῖς ἄρτου καὶ ὕδατος γένωνται· καὶ ἀφανισθήσεται ἄν θρωπος καὶ ἀδελφὸς αὐτοῦ, καὶ ἐντακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν. ∆ύο δὲ διὰ τῆς ἀρτοποιΐας ἐκείνης σημαίνεται πράγματα, διὰ μὲν τοῦ σταθμοῦ ὁ ἐν Ἱεροσολύμοις λιμὸς, διὰ δὲ τῆς ἀκαθάρτου κα τασκευῆς ἡ ἐν τοῖς παρανόμοις ἔθνεσι διαγωγή. Ἀλλὰ τὸ δίκαιον ἡ τιμωρία περιέχει. "Ἐντακήσονται γὰρ, φησὶν, ἐν ταῖς ἀδικίαις αὑτῶν·" δίκας γὰρ, φησὶ, τίσουσιν ὧν πλημμελοῦντες διετέλεσαν.

ΚΕΦΑΛ. Εʹ. αʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ ῥομ φαίαν ὀξεῖαν, ὥσπερ ξυρὸν

κουρέως, καὶ κτῆ σαι αὐτὴν σεαυτῷ, καὶ ἐπάξεις ἐπὶ τὴν κεφαλήν σου, καὶ ἐπὶ τὸν πώγωνά σου, καὶ λήψῃ ζυγὸν σταθμίων, καὶ διαστήσεις αὐτούς. Ἡ ῥομφαία τὴν τιμωρητικὴν αἰνίττεται δύναμιν· ἡ δὲ τῶν τριχῶν τῆς κεφαλῆς καὶ τοῦ πώγωνος ἀφαίρεσις, τῆς εὐπρεπείας τὴν στέρησιν· τὰ δὲ ζυγὰ καὶ σταθμία, τῆς τοῦ Θεοῦ ψήφου τὸ δίκαιον· οὐδὲν γὰρ ἀστάθμητον παρὰ τοῖς ἀνεξερευνήτοις αὐτοῦ κρίμασι.