ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΠΙΣΤΟΛΗ ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΤΗΣ ΟΣΙΑΣ ΜΑΚΡΙΝΗΣ Τὸ μὲν εἶδος τοῦ βιβλίου ὅσον ἐν τῷ τῆς προγραφῆς τύπῳ ἐπιστολὴ εἶναι δοκεῖ, τὸ δὲ

 Μακρίνα ἦν ὄνομα τῇ παρθένῳ, εὐδόκιμος δέ τις πάλαι κατὰ τὸ γένος ἦν ἡ Μακρίνα, μήτηρ τοῦ πατρὸς ἡμῶν γεγενημένη, ταῖς ὑπὲρ Χριστοῦ ὁμολογίαις τῷ καιρ

 Καὶ ἐπειδὴ παρῆν ὁ καιρός, καθ' ὃν ἔδει λυθῆναι τὴν ὠδῖνα τῷ τόκῳ, εἰς ὕπνον καταπεσοῦσα φέρειν ἐδόκει διὰ χειρὸς τὸ ἔτι ὑπὸ τῶν σπλάγχνων περιεχόμενο

 Τρέφεται τοίνυν τὸ παιδίον, οὔσης μὲν αὐτῷ καὶ τιθηνοῦ ἰδίας, τὰ δὲ πολλὰ τῆς μητρὸς ἐν ταῖς χερσὶ ταῖς ἰδίαις τιθηνουμένης. Ὑπερβᾶσα δὲ τὴν τῶν νηπίω

 Τούτοις συναυξανομένη καὶ τοῖς τοιούτοις ἐπιτηδεύμασι καὶ τὴν χεῖρα πρὸς τὴν ἐριουργίαν διαφερόντως ἀσκήσασα πρόεισιν εἰς δωδέκατον ἔτος, ἐν ᾧ μάλιστα

 Ὁ δὲ φθόνος ἐπικόπτει τὰς χρηστοτέρας ἐλπίδας ἀναρπάσας αὐτὸν ἐκ τῆς ζωῆς ἐν ἐλεεινῇ τῇ νεότητι.Οὐκ ἠγνόει δὲ τὰ τῷ πατρὶ δεδογμένα ἡ κόρη: ἀλλ' ἐπειδ

 Τοῖς τοιούτοις λόγοις ἀπωθουμένη τοὺς παραπείθειν ἐπιχειροῦντας ἓν ἐδοκίμασεν ἑαυτῇ τῆς ἀγαθῆς κρίσεως φυλακτήριον, τὸ μηδέποτε τῆς ἰδίας μητρὸς μηδὲ

 Καὶ ἐπειδὴ τὸ κατὰ τὰς ἀδελφὰς πρὸς τὸ δοκοῦν ἑκάστῃ μετ' εὐσχημοσύνης ἡ μήτηρ ᾠκονομήσατο, ἐπάνεισιν ἐν τούτῳ τῶν παιδευτηρίων πολλῷ χρόνῳ προασκηθεὶ

 Ἦν τῶν τεσσάρων ἀδελφῶν ὁ δεύτερος μετὰ τὸν μέγαν Βασίλειον, Ναυκράτιος ὄνομα αὐτῷ, φύσεως εὐκληρίᾳ καὶ σώματος κάλλει καὶ ῥώμῃ καὶ τάχει καὶ τῇ πρὸς

 Εἶτα βαρύ τι καὶ τραγικὸν πάθος ἐξ ἐπιβουλῆς, οἶμαι, τοῦ ἀντικειμένου τῇ μητρὶ συνηνέχθη, ὃ παντὶ τῷ γένει πρὸς συμφοράν τε καὶ πένθος ἐπήρκεσεν. Αἰφν

 Ἐν τούτῳ διεφάνη τῆς μεγάλης Μακρίνης ἡ ἀρετή, ὅπως τῷ πάθει τὸν λογισμὸν ἀντιστήσασα ἑαυτήν τε ἄπτωτον διεφύλαξε καὶ τῆς μητρικῆς ἀσθενείας ἔρεισμα γ

 Ἐπεὶ οὖν ἐπαύσατο τῇ μητρὶ ἥ τε τῆς παιδοτροφίας φροντὶς καὶ ἡ τῆς παιδεύσεώς τε καὶ καταστάσεως τῶν τέκνων μέριμνα καὶ αἱ πλείους τῆς ὑλωδεστέρας ζωῆ

 Ἦν δὲ αὐτῇ ὁ μάλιστα πρὸς τὸν μέγαν τοῦτον τοῦ βίου σκοπὸν ὑπηρετῶν ἀδελφός τις ὁμογάστριος, Πέτρος ὄνομα αὐτῷ, ἐφ' ᾧ ἔληξαν τῆς μητρὸς ἡμῶν αἱ ὠδῖνες

 Ἐν τούτῳ εἰς γῆρας λιπαρὸν προελθοῦσα ἡ μήτηρ πρὸς τὸν θεὸν μετανίστατο, ἐν ταῖς ἀμφοτέρων τῶν τέκνων χερσὶ τὸν βίον ἑαυτῆς ἀναπαύσασα. Ἧς ἄξιον τὴν τ

 Ἐν τούτῳ ὁ πολὺς ἐν ἁγίοις Βασίλειος τῆς μεγάλης Καισαρέων ἐκκλησίας ἀνεδείχθη προστάτης: ὃς ἐπὶ τὸν κλῆρον τῆς ἐν τῷ πρεσβυτερίῳ ἱερωσύνης τὸν ἀδελφὸ

 Ἔνατος ἦν μετὰ τὸ πάθος τοῦτο μὴν ἢ μικρὸν ὑπὲρ τοῦτο καὶ σύνοδος ἐπισκόπων κατὰ τὴν Ἀντιόχου πόλιν ἠθροίζετο, ἧς καὶ ἡμεῖς μετέσχομεν. Καὶ ἐπειδὴ πάλ

 Ὡς δὲ κατ' αὐτὸν ἐγενόμην τὸν τόπον καὶ προκατήγγειλε τῇ ἀδελφότητι τὴν παρουσίαν ἡ φήμη, τό τε σύνταγμα τῶν ἀνδρῶν ἅπαν ἐκ τοῦ ἀνδρῶνος πρὸς ἡμᾶς προ

 Ἐπεὶ δὲ συνεπεράνθη ὁ λόγος: «Ὥρα σοι, φησίν, ἀδελφέ, πολλῷ τῷ κόπῳ τῆς ὁδοιπορίας πεπονηκότι βραχύ τι διαναπαῦσαι τὸ σῶμα.» Κἀμοὶ μεγάλη μὲν καὶ ἀληθ

 Ἐπεὶ δὲ πάλιν ἐν ὀφθαλμοῖς ἦμεν αὐτῆς, οὐ γὰρ εἴα τὴν εὔσχολον ὥραν ἐφ' ἑαυτῶν διάγειν, ἀναλαβοῦσα τῶν ἐκ νεότητος αὐτῇ βεβιωμένων τὴν μνήμην καθάπερ

 Ὡς δὲ ἡμέρα ἐγένετο, ἐμοὶ μὲν πρόδηλον ἐκ τῶν ὁρωμένων ἦν, ὅτι ἔσχατος αὐτῇ τῆς κατὰ σάρκα ζωῆς ὅρος ἡ ἐνεστῶσα ἡμέρα ἦν, πᾶσαν τὴν ἐγκειμένην τῇ φύσε

 Καὶ τῆς μὲν ἡμέρας ἤδη παρῳχήκει τὸ πλέον καὶ ὁ ἥλιος πρὸς δυσμὰς ἐπεκλίνετο. Τῇ δὲ οὐκ ἐνεδίδου ἡ προθυμία, ἀλλ' ὅσον τῇ ἐξόδῳ προσήγγιζεν, ὡς πλέον

 Ὡς δὲ ἦν τὸ λοιπὸν ἄπνους τε καὶ ἀκίνητος, μνησθεὶς τῶν ἐντολῶν, ἃς εὐθὺς παρὰ τὴν πρώτην συντυχίαν πεποίητο εἰποῦσα βούλεσθαι τὰς ἐμὰς τοῖς ὀφθαλμοῖς

 Ἐμοὶ δὲ διχόθεν ἐγίνετο πάρετος ἡ ψυχὴ καὶ οἷς τὸ φαινόμενον ἔβλεπον καὶ οἷς τὴν ἀκοὴν διὰ τῆς γοερᾶς τῶν παρθένων οἰμωγῆς περιηχούμην. Τέως μὲν γὰρ ἐ

 Ταῦτ' ἔλεγον μείζονι τῇ φωνῇ, ὡς ἂν τὸν ἦχον τῶν θρήνων ὑπερηχήσαιμι. Εἶτα μεταστῆναι παρεκάλεσα μικρὸν ἐπὶ τὸν σύνεγγυς οἶκον, καταλειφθῆναι δέ τινας

 Ἐπεὶ δὲ τοῦτο ἐδέδοκτο καὶ ἔδει περισταλῆναι ταῖς ὀθόναις τὸ ἱερὸν σῶμα ἐκεῖνο, διελομένοι τὴν σπουδὴν ἄλλος ἄλλο τι περὶ αὐτὴν ἐπονοῦμεν. Καὶ ἐγὼ μὲν

 Ὡς δὲ ἡμεῖς ἐν τούτοις ἦμεν καὶ αἱ ψαλμῳδίαι τῶν παρθένων τοῖς θρήνοις καταμιχθεῖσαι περιήχουν τὸν τόπον, οὐκ οἶδ' ὅπως ἐν κύκλῳ πανταχόθεν ἀθρόως τῆς

 Ἐπειδὴ οὖν ἐντὸς τῶν θυρῶν τοῦ οἴκου κατέστημεν, ἀποθέμενοι τὴν κλίνην τὰ πρῶτα εἰς προσευχὴν ἐτρεπόμεθα: ἡ δὲ εὐχὴ θρήνων γίνεται ἀφορμὴ τῷ λαῷ. Τῆς

 Καὶ ἐπειδὴ τὸ πρέπον ἡ προσευχὴ πέρας ἔλαβε, φόβος μέ τις τῆς θείας ἐντολῆς εἰσέρχεται τῆς κωλυούσης πατρὸς ἢ μητρὸς ἀνακαλύπτειν ἀσχημοσύνην. Καὶ πῶς

 Ἐπεὶ δὲ πάντα ἡμῖν τὰ ἐν τῇ κηδείᾳ νενομισμένα πεπλήρωτο καὶ ἔδει τῆς ἐπανόδου γενέσθαι, ἐπιπεσὼν τῷ τάφῳ καὶ τὴν κόνιν ἀσπασάμενος εἰχόμην πάλιν τῆς

 «Ἐγένετό τις ἡμῖν ἐπιθυμία ποτὲ τῇ τε γαμετῇ καὶ ἐμοὶ καταλαβεῖν κατὰ σπουδὴν τὸ τῆς ἀρετῆς φροντιστήριον: οὕτω γὰρ οἶμαι χρῆναι, φησί, τὸν χῶρον ἐκεῖ

 Ὅσα δὲ καὶ ἄλλα τοιαῦτα παρὰ τῶν συνεζηκότων αὐτῇ καὶ δι' ἀκριβείας τὰ κατ' αὐτὴν ἐπισταμένων ἠκούσαμεν, οὐκ ἀσφαλὲς οἶμαι προσθεῖναι τῷ διηγήματι. Οἱ

SHE SENDS GREGORY AWAY TO REST HIMSELF

When our conversation was finished, she said----

"It is time, brother, for you to rest your body awhile, since it is wearied with the great toil of your journey."

And though I found it a great and genuine rest to see her and hear her noble words, yet since she wanted it so much, that I might in every particular seem to obey my mistress, I found a pretty arbour prepared for me in one of the neighbouring gardens, and rested under the shade of the trailing vines. But it was impossible to have any feelings of [980A] enjoyment when my soul within me was constrained by gloomy anticipations, for the secret of the vision of my dream seemed to be now revealed to me by what I had seen. For the image I had seen was indeed true---- the relics of a holy martyr which had been dead in sin, but now were resplendent with the indwelling power of the Spirit. I explained this to one of those who had heard me tell the dream before.

We were, as one might guess, in a dejected state, expecting sad tidings, when Macrina, somehow or other divining our condition of mind, sent to us a messenger with more cheerful news, and bade us be of good cheer and have better hope for her, for she was feeling a change for the better. Now this was not said to deceive, but the message was [980B] actually true, though we did not know it at the time. For in very truth, just as a runner who has passed his adversary and already drawn near to the end of the stadium, as he approaches the judge's seat and sees the crown of victory, rejoices inwardly as if he had already attained his object and announces his victory to his sympathisers among the spectators----in such a frame of mind did she, too, tell us to cherish better hopes for her, for she was already looking to the prize of her heavenly calling, and all but uttering the apostle's words: "Henceforward is laid up for me the crown of righteousness, which the righteous Judge shall give me," for "I have fought the good fight, I have finished the course, I have kept the faith."

Accordingly, feeling happy at the good [980C] news, we began to enjoy the sights that lay before us. For they were very varied and the arrangements gave much pleasure, since the great lady was careful even of these trifles.

Ἐπεὶ δὲ συνεπεράνθη ὁ λόγος: «Ὥρα σοι, φησίν, ἀδελφέ, πολλῷ τῷ κόπῳ τῆς ὁδοιπορίας πεπονηκότι βραχύ τι διαναπαῦσαι τὸ σῶμα.» Κἀμοὶ μεγάλη μὲν καὶ ἀληθὴς ἄνεσις ἦν τὸ προσορᾶν τε αὐτὴν καὶ τῶν μεγάλων ἐπακροᾶσθαι λόγων: ἐπεὶ δὲ τοῦτο κεχαρισμένον ἦν καὶ φίλον αὐτῇ, ὡς ἂν διὰ πάντων πείθεσθαι τῇ διδασκάλῳ δοκοίην,
ἔν τινι τῶν παρακειμένων κηπίων χαρίεσσάν τινα καταγωγὴν παρεσκευασμένην εὑρὼν ὑπὸ τὴν τῶν ἀναδενδράδων σκιὰν ἀνεπαυόμην. Ἀλλ' οὐκ ἦν δυνατὸν τῶν εὐφραινόντων τὴν αἴσθησιν ἔχειν τῆς ψυχῆς ἔνδοθεν τῇ τῶν σκυθρωπῶν ἐλπίδι συγχεομένης: τοῦ γὰρ ἐνυπνίου ἡ ὄψις ἐκκαλύπτειν μοι διὰ τῶν φαινομένων ἐδόκει τὸ αἴνιγμα. Ἦν γὰρ ὡς ἀληθῶς τὸ προκείμενον θέαμα μάρτυρος ἁγίου λείψανον, ὃ τῇ μὲν ἁμαρτίᾳ νενέκρωτο, τῇ δὲ ἐνοικούσῃ τοῦ πνεύματος χάριτι κατελάμπετο. Καὶ ταῦτα πρός τινα διεξῄειν τῶν προακηκοότων μου τὸ ἐνύπνιον: κατηφέστερον δὲ κατὰ τὸ εἰκὸς ἡμῶν ἐν τῇ προσδοκίᾳ τῶν λυπούντων διακειμένων οὐκ οἶδ' ὅπως στοχασαμένη τῆς ἐν ἡμῖν διανοίας ἀγγελίαν τινὰ τῶν εὐθυμοτέρων πρὸς ἡμᾶς διαπεμψαμένη θαρρεῖν ἐνεκελεύετο καὶ τὰς ἀμείνους ὑπὲρ αὐτῆς ἔχειν ἐλπίδας: ἐπῃσθῆσθαι γὰρ τῆς πρὸς τὸ κρεῖττον ῥοπῆς. Ταῦτα δὲ οὐ πρὸς ἀπάτην ἐλέγετο, ἀλλ' ἐξ αὐτῆς τῆς ἀληθείας ὁ λόγος ἦν, κἂν ἡμεῖς πρὸς τὸ παρὸν ἠγνοήσαμεν. Τῷ ὄντι γὰρ καθάπερ τις δρομεὺς παραδραμὼν τὸν ἀντίπαλον καὶ ἤδη πρὸς τὸ τέρματι τοῦ σταδίου γενόμενος, προσεγγίζων τε τῷ βραβείῳ καὶ τὸν ἐπινίκιον στέφανον βλέπων, ὡς ἤδη τετυχηκὼς τοῦ προκειμένου ἐπαγάλλεταί τε αὐτὸς ἑαυτῷ καὶ τοῖς εὐνουστέροις τῶν θεατῶν τὴν νίκην εὐαγγελίζεται, ἀπὸ τοιαύτης ἡμῖν διαθέσεως κἀκείνη τὰ χρηστότερα περὶ ἑαυτῆς ἐλπίζειν ἐδίδου, ἤδη πρὸς «τὸ βραβεῖον τῆς ἄνω κλήσεως» βλέπουσα καὶ μονονουχὶ τὸ τοῦ ἀποστόλου καὶ ἐφ' ἑαυτῆς φθεγγομένη, ὅτι «Ἀποκειταί μοι λοιπὸν ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτής», ἐπειδὴ «Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι καὶ τὸν δρόμον τετέλεκα καὶ τὴν πίστιν τετήρηκα». Ἡμεῖς μὲν οὖν πρὸς τὴν τῶν ἀγαθῶν ἀγγελίαν εὔθυμοι καταστάντες τῆς τῶν προκειμένων ἀπολαύσεως ἦμεν: ποικίλα δὲ ἦν ταῦτα καὶ πάσης πεπλήρωτο θυμηδίας ἡ παρασκευὴ οὕτω τῆς μεγάλης ἐκείνης καὶ μέχρι τούτων τῇ σπουδῇ κατιούσης.