De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
ὁρισθέντα χρόνον ἀπαριθμῆσαι τὰ φορτώματα, πόσων σαγμαρίων εἰσὶ, καὶ τούτων τὸν ἀριθμὸν ἀναδιδάξαι. λαβὼν δὲ τὸν ἀριθμὸν τῶν σαγμαρίων καὶ προσλαβὼν καὶ ἄλλην προσθήκην διά τε τὰ χωλευόμενα καὶ τὰ κονδριζόμενα αὐτῶν, ἐπέτρεπε τῷ τε κόμητι τοῦ στάβλου καὶ τῷ λογοθέτῃ τῶν ἀγελῶν συστῆσαι τὸν ἀριθμὸν τῶν σαγμαρίων, ἔτι δὲ καὶ τῶν βασιλικῶν ἱππαρίων καὶ ἄλλων τινῶν ἵππων, ὅσα ἂν ἐβουλήθη εἰς τὸ κίνημα δοῦναι οἷς αὐτὸς ἐκέλευεν, ὁμοίως καὶ κατὰ τὴν ὁδὸν, οἷον στρατιώταις, πρόσφυξιν, ἄρχουσι καὶ τοῖς ὁμοίοις. καὶ ταῦτα δὲ πάντα διοικήσας, ὥριζε τὸν ἐκ προσώπου 449 αὐτοῦ ἐν τῇ πόλει, καὶ ἐδίδου αὐτῷ διατάξεις ταύτας· ἀπαριθμῆσαι τὸν λαὸν, ὅσοι τε ὑπὸ τὰ τάγματά εἰσι τῆς πόλεως καὶ ὅσοι ὑπὸ τὸν ὕπαρχον, καὶ τούτους προορίζειν καθ' ἑαυτὸν, ἐν ποίῳ μέρει ἕκαστον τούτων τῶν συστημάτων φυλάξει τὴν πόλιν ἐν καιρῷ ἐπιδημίας ἐχθρῶν· ἀνορθοῦν δὲ καὶ τὰ τῶν τειχῶν κλάσματα καὶ τὰ μὲν ἐκ δύσεως ἐρχόμενα μανδάτα καταμηνύειν, ἕως ἂν αὐτὸς ὁ βασιλεὺς τὰ οἰκούμενα παρέλθῃ· μετὰ δὲ ταῦτα τὰ μὲν σπουδαῖα καὶ κίνδυνον σύντομον ἀπειλοῦντα διοικεῖν αὐτὸν, καθὼς ἂν νομίσῃ συμφέρον εἶναι, βουλευόμενον μετὰ τῶν χρησιμωτέρων τῆς πόλεως· τὰ δὲ μηδεμίαν σπουδὴν ἔχοντα, ἀλλ' εὐτελῆ ὄντα καὶ φανερὰ, διοικεῖν, τὰ δὲ μεγάλης φροντίδος δεόμενα ὑποκρατεῖν μέχρι τῆς ὑποστροφῆς τοῦ βασιλέως· προσέχειν δὲ μάλιστα περὶ αἰφνιδίου ἐπιδημίας ἐχθρῶν, καὶ διὰ τοῦτο μάλιστα γράφειν τε συνεχῶς καὶ δέχεσθαι ἐκ τῶν ἄκρων θεμάτων, καὶ κατασκοπεῖν τὰ τῶν γειτόνων ἐχθρῶν, καὶ μανθάνειν καὶ ἀναδιδάσκειν· ἔτι γε μὴν καθ' ἑαυτὸν φροντίζειν περὶ ὅπλων, ὅθεν ἕξει αὐτὰ ἐν καιρῷ χρείας· ταῦτα δὲ λογίζεσθαι καθ' ἑαυτὸν καὶ ἑτοιμάζεσθαι χωρὶς ταραχῆς, ἵνα μὴ φόβον ἐμβάλλῃ τῇ πόλει, καὶ πολυτιμότερον κατα 450 στήσῃ τὸν σῖτον καὶ τὰ λοιπὰ τῶν εἰδῶν· κατασιγᾷν δὲ τὰς ἀλόγους φήμας καὶ τὰς ταραχὰς, ποτὲ μὲν σωφρονίζοντα τοὺς τὰς φήμας γεννῶντας, ποτὲ δὲ ἐπιλαλεῖν τοῖς πολίταις τὴν τοῦ βασιλέως καὶ τοῦ λαοῦ σωτηρίαν· ἐστὶν ὅτε καὶ πλάττειν ἀγαθὰς φήμας, ὡς κελεύσεως ἐλθούσης πλὴν ἀορίστως, ἢ καὶ ἄλλως ἀπό τινος τοῦ λαοῦ ἐλθόντων, τῶν μὲν τὴν ῥᾳθυμίαν, τῶν δὲ τὰς ταραχὰς παύοντα. οὕτω δὲ καὶ περὶ τούτων τῷ ἐκ προσώπου διαταξάμενος ὁ Ἰούλιος Καῖσαρ, ὀλίγους τῆς τάξεως ὑποκρατήσας λόγῳ τῆς ἰδίας ἐξόδου, τοὺς λοιποὺς ἀπέστελλεν ἔνθα τὰ τάγματα τὸν βασιλέα ἐξεδέχοντο, ἔτι δὲ πρὸς τούτοις καὶ τὰ πλεῖστα τῶν βασιλικῶν ἀλόγων καὶ φορτωμάτων καὶ τὰς μεγίστας σκηνάς. αὐτὸς δὲ τοὺς γνωστοὺς τῶν ἁγίων συναγαγὼν περὶ καθάρσεως ᾐτεῖτο ψυχικῆς, εἶτα ἐλεημοσύνας ἐποίει κατά τε τὴν πόλιν καὶ τὰ πλησιάζοντα αὐτῇ. καὶ τελευταῖον ἀπερχόμενος πρὸς τοὺς ναοὺς χάριν εὐχῆς, ἐν οἷς ἐποιεῖτο μάλιστα τὰς προελεύσεις, καὶ ὑποστρέφων ἐπὶ τὸ παλάτιον, ἐκεῖθεν τῆς πόλεως ἐξήρχετο, καὶ πολλοῦ λαοῦ, τῶν τε ὑπὸ τὸν ὕπαρχον καὶ τοῦ τῆς πόλεως στρατοῦ παρόντων ἐκεῖ καὶ εὐχομένων τὸν 451 βασιλέα. τελευταῖον δὲ μετὰ τὸ εἰσελθεῖν αὐτὸν εἰς τὸ πλοῖον οἱ μὲν παριστάμενοι πάντες ἔπιπτον, αὐτὸς δὲ, τρίτον σφραγίσας τὴν πόλιν, ἐκίνει. ἠρίστα δὲ, ἄχρι τοῦ συνοψισθῆναι τὸν λαὸν, διὰ τριῶν, ἐδείπνει δὲ διὰ δύο πλὴν τῆς κυριακῆς. ἀκίνητος δὲ ἔμενεν ἐν αὐτῇ τῇ ἡμέρᾳ. φθάνοντα δὲ αὐτὸν πρὸς τὸν λαὸν, ὑπήντων αὐτῷ οἱ προλαβόντες τῆς τάξεως καὶ τὰ τάγματα ἐπὶ τῷ ἄκρῳ τοῦ ἀπλήκτου, καὶ μετὰ τοῦ βασιλέως οὕτω συνείποντο ἄχρι τῆς κορτῖνος. ἐν αὐτῇ δὲ τῇ ἡμέρᾳ ἐκάλει τοὺς ἄρχοντας, καὶ ἐδίδου αὐτοῖς ἀποκόμβιον, καὶ μαϊουμᾶν τοῖς στρατιώταις. ἐκεῖθεν δὲ μετὰ τοῦ λαοῦ κινοῦντα τὸν βασιλέα κατὰ τὴν ὁδὸν τοῦ ταξειδίου, ἕκαστον θέμα ὑπήντα αὐτῷ κατὰ τὸ πλησιάζον μέρος τῆς ὁδοῦ, ἵνα μὴ κοπιᾷ ὁ λαός· ἐν δὲ τῇ αὐτῇ ἡμέρᾳ, καθ' ἣν ἐδέχετο αὐτὸν τὸ θέμα, ἐκάλει τοὺς ἄρχοντας τοῦ αὐτοῦ θέματος. τὴν δὲ χρείαν τῆς βασιλικῆς ὑπηρεσίας, τουτέστι σφακτά τε καὶ ἀρνία καὶ τὰ τοιαῦτα καὶ τὸ ψωμίον τῆς φιλοτιμίας καὶ τὸν λοιπὸν μαϊουμᾶν ἐχορήγει ἕκαστος πρωτονοτάριος ἐν τῷ ἰδίῳ θέματι διερχόμενον τὸν βασιλέα ἐκ τοῦ ἀερίου λόγου καὶ τῶν συνονῶν· ἢ καὶ μὴ ἔχων, λαμβάνων ἐκ τοῦ εἰδικοῦ, αὐτὸς διῴκει ταῦτα, μάλιστα δὲ 452 τοὺς μαϊουμάδας ἐδίδου τοῖς ἐκ μακροτέρων τόπων ἐρχομένοις θέμασιν. ἡ δὲ προέλευσις τοῦ βασιλέως καὶ ἡ τάξις τῶν ταγμάτων καὶ τῶν θεμάτων ἦν οὕτως. περιεπάτουν ἔμπροσθεν τοῦ βασιλέως ὡς ἀπὸ μιλίου ἵπποι μετὰ ἀληθινῶν βορκαδίων διὰ στίχων δύο, δεξιὰ καὶ ἀριστερά· μετ' ἐκείνους δὲ οἱ βασιλικοὶ ἄρχοντες· εἶτα οἱ στράτωρες μετὰ σελλαρίων καὶ ἡ λοιπὴ μυστικωτέρα τάξις· ἔπειτα ὁ βασιλεύς· ὄπισθεν δὲ τούτου ὡς ἀπὸ σαγιττοβόλων τριῶν ὥσπερ