1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

18

ὑπὲρ τοῦ βασιλέως φοβεῖσθαι, ὡς ἐντεῦθεν ἢ εὖ, εἰ σῴζοιτ' ἐκεῖνος, ἢ κακῶς, εἰ μὴ σῴζοιτο, ἡμῖν ἐλπίζειν συμβαίνειν. Καὶ ταῦτα μὲν πρὸς τοὺς ἐμοὺς συστρα τιώτας ὑμᾶς καὶ συντρόφους· πρὸς δὲ τοὺς οἷς ὑπερέχει τὸ γένος καὶ διαπρέπει τὰ ἀξιώματα, ἐπέρχεταί μοι μετὰ παρρησίας καὶ τῆς προσηκούσης ἐλευθερίας εἰπεῖν, ὡς ἀληθῆ λέξοντι. Ἐγὼ οὔτ' ἰδίαις καὶ αὐτοβούλοις προαιρέσεσιν, οὔτε μὴν σκοπῷ τινι καὶ μελέτῃ ταῖς τοῦ βασιλέως προσανέχειν ἐπιτροπαῖς ᾕρημαι, ἀλλὰ πρῶτον μὲν ἐπιστολὰς πληρῶν βασιλέως, ἔπειτα δέ ..., ἀλλ' οὐ βούλομαι λέγειν. Πλὴν καὶ ὑμῶν θελόντων, οὕτω καὶ μόνον προσανέχειν καὶ ἔτι ταῖς ἐπιτρο παῖς βούλομαι· εἰ δ' οὖν, ἀλλ' ὑμεῖς μὲν τὸν ἐπιτροπεύσοντα ἐφιστᾶτε, ἐμοὶ δ' ἀρκέσει τὸ ἐπ' ἐσχάτοις τάττεσθαι. Κἄν τις τὴν βασιλικὴν σωτηρίαν πρεπόντως πολυωροίη, καὶ ἰδιωτεύσας ἀγαπήσω καὶ προσλιπαρήσω μὴ ὀργίζεσθαι τὸν δεσπότην, εἰ λυπεῖν τινας ὑμῶν δοκοίη τὸ ἐμὸν ἀξίωμα· κρεῖσσον γὰρ ὡς ἕνα τῶν στρατιωτῶν ἐξυπηρετοῦντα ἀσφαλῶς διάγειν ἢ φόβῳ καὶ ὑπονοίαις μετ' ἀξιώματος ζῆν. Ἰδοὺ τοίνυν κατ' ἀγαθὴν πάντως πρόνοιαν τοῦ Θεοῦ καὶ τὸ ὑπήκοον εὐπειθεῖ, καὶ τὸ στρατιωτικὸν εὐτακτεῖ, καὶ τὰ τῶν ἐχθρῶν ἠρεμεῖ. Καὶ πολλοί τινες ὑμεῖς καὶ μεγάλοι, οἱ μὲν πρὸς αἵματος τῷ κρατοῦντι, οἱ δὲ καὶ τοῖς ἀξιώμασι διαπρέποντες καὶ καθ' ὅ τι ἄν τις εἴποι καλὸν καὶ γενναῖον ὑπερτεροῦντες· καὶ ἀνάγκης οὔσης νεοκομεῖσθαι τὸν βασιλέα, ἐκλεγέσθω μὲν ὁ μὴ ἀπᾴδων, ἕψομαι δὲ κἀγὼ καὶ τῷ κοινῷ ψηφίσματι θήσομαι· οὐ γὰρ ἰδίας συστάσεις, ἀλλὰ τὴν τοῦ βασιλέως προὔργου παντὸς ποιούμεθα. Κἂν οὐ θέλοι τις, ἄλλων ψηφιζομένων, οὐδὲν ἀνύσειεν ἂν μὴ θέλων ἐκεῖνος· ἡ γὰρ ὑμετέρα ὑπερτερήσει βούλησις. Οὕτως ἐγὼ δημοτικῶς ἔχω ὥστε καὶ μηδὲν ἐπὶ μηδενὶ ἀξιούμενος μείζονι ἀγαπᾶν καί, θελόντων μὲν προφρόνων ὑμῶν, ἐπὶ τῶν πραγμάτων μένειν αἱρεῖσθαι, μὴ θελόντων δέ, πάντ' ἐᾶν καὶ μηδὲν πολυπραγμονεῖν ἐθέλειν, κἂν ζημιῶμαι τὰ ἔσχατα. Παρακαλῶ τοίνυν, μηδὲν ὑποκρυπτομένους, καὶ ὑμᾶς τἀληθὲς ἐρεῖν· τίς γὰρ ἡ τῆς δειλίας ἀνάγκη τοῦ μὴ τὸ παριστάμενον λέγειν; Ὁ γὰρ ἀντιλέξων οὐκ ἔστι, καὶ φόβος οὐδείς, ἤν τις τὸ δοκοῦν λέγειν αἱρῆται. Αὐτόθεν τοιγαρ οῦν καὶ βουλευέτω τις καὶ πραττέτω σὺν ἄλλοις τὸ χρήσιμον· καὶ τό τινι 73 παραστὰν εἰς γνώμην εἰπεῖν ἀσφαλές, ὡς εὐμενῶς ἀκουσομένων, κἂν ὅ τι λέξειε· δεσπότῃ γὰρ προσκρούειν ἴσως οὐκ ἀσφαλές, ἐξ ἴσου δὲ προσφερο μένῳ τῷ λέγοντι τὰ τῆς παρρησίας ἔχοι καιρόν, ὡς μείζονος ὂν ἢ κατ' ἐκείνους τὸ κρίνειν· ἀλλὰ καὶ τούτου νῦν οὐχ ὑπόντος, ὁ λέξων ὅ τι καὶ βούλεται ἑκατέρωθεν ἔχει τὸ εἰς αὐτὸν ἀκίνδυνον.» Ταῦτ' εἰπόντος τοῦ πρωτοβεστιαρίου, ἀθροῦν μὲν τὸ πλῆθος ξυμμιγῆ τὴν φωνὴν ἀφῆκαν καὶ ὑπεραποδεχομένοις ἐῴκεσαν τὸ ὑπ' ἐκείνῳ μετὰ τὸν βασιλέα τετάχθαι· ἐμφανεῖς τε ἦσαν ἐνασμενίζοντες μὲν τῷ κρατοῦντι, παρενείροντες δὲ κἀκείνῳ πλείστους καὶ παρὰ τὸ εἰκὸς τοὺς ἐπαίνους, ὡς ἀξίῳ μετ' ἐκεῖνον σφῶν ἄρχειν, ἐθεράπευον τὸν καιρὸν οὐχ ἧττον, τὴν παρακινδύνευσιν δεδιότες, ἢ τὰ κατὰ νοῦν ἔλεγον. Τῶν δέ γε μεγιστάνων ἄλλος ἄλλο τι πρὸς τὸ παρὸν ὑποφωνοῦντες, δῆλοι ἦσαν τῷ καιρῷ χαρι ζόμενοι, σεμνολογοῦντες οἷον καὶ ἑαυτῶν ἐκεῖνον ὑπερτιθέμενοι. Τῶν δὲ συμβάντων τοσοῦτον ἀπεῖχον ἐκεῖνον δοκεῖν αἰτιᾶσθαι ὥστε καὶ τῷ βασιλεῖ μόνῳ τὰς αἰτίας προσῆπτον καὶ ὡμολόγουν οὐκ ἔξω τοῦ δικαίου παθεῖν, εἰ μὴ δι' ἓν ἄλλο ἢ τό, ὑπὸ δεσπότην τελοῦντας, τὴν σφῶν εἰς χεῖρας ζωὴν ἔχοντα, ἐκείνῳ καὶ μόνον δοκοῦν ὑπευθύνους εἶναι καὶ τιμωρεῖσθαι.

ιζʹ. Ἀπολογία πρὸς τὴν δημηγορίαν τοῦ Παλαιολόγου. Ὁ δέ γε Παλαιολόγος Μιχαὴλ καὶ μέγας κονοσταῦλος τὸ τηνικαῦτα, ἢ καὶ ταῖς ἀληθείαις ὢν θεῖος ἐκ γυναικὸς ἐκείνου καὶ συμμετέχειν ὥσπερ τοῦ γένους ἐκείνῳ οὕτω καὶ τῆς δόξης οἰόμενος, ἢ μὴν καὶ θωπευτικῶς πρὸς τὸν καιρὸν ὑπερχόμενος, μετὰ τὴν τῶν ἄλλων ἀπολογίαν καὶ τὴν ἐμφαινο μένην ὑπόπτωσιν, παρρησιαστικώτερον πρὸς τοὺς λόγους ἀπελογεῖτο· «Καὶ τί ποτε ἄρα τοιαῦτα λέγειν παρέστη σοι πρὸς ἡμᾶς ἀρτίως,