18
τῆς γραμματικῆς παρωνομάσθη καὶ ὁ δίκαιος ἐκ τῆς δικαιοσύνης. ∆εῖ δὲ γινώσκειν, ὅτι τὰ μὲν παρώνυμα περιέχουσι τὰ ἀφ' ὧν παρωνομάσθησαν ὡς ὁ γραμματικὸς τὴν γραμματικὴν καὶ ὁ δίκαιος τὴν δικαιοσύνην, τὰ δὲ ἀφ' ἑνὸς οὐδαμῶς· οὐ γὰρ περιέχει τὸ ἰατρικὸν ἐργαλεῖον τὴν ἰατρικήν. 37 Περὶ τῶν δέκα γενικωτάτων γενῶν. Τῶν λεγομένων τὰ μὲν ἁπλῶς καὶ ἄνευ συμπλοκῆς λέγεται ὡς οὐσία, συμβεβηκὸς καὶ τὰ τοιαῦτα, τὰ δὲ μετὰ συμπλοκῆς, ὡς ἵππος τρέχει, Σωκράτης φιλοσοφεῖ. Τῶν δὲ ἁπλῶς λεγομένων καὶ ἄνευ συμπλοκῆς αʹ τὸ μὲν οὐσίαν σημαίνει οἷον ἄνθρωπος, ἵππος· βʹ τὸ δὲ ποσὸν οἷον δύο, τρία, δίπηχυ, τρίπηχυ· γʹ τὸ δὲ πρός τι ὡς πατήρ, υἱός· δʹ τὸ δὲ ποιὸν ὡς λευκόν, μέλαν· εʹ τὸ δὲ ποῦ ὡς ἐν ναῷ, ἐν ἀγορᾷ· ʹ τὸ δὲ ποτὲ ὡς πέρυσι, σήμερον· ζʹ τὸ δὲ κεῖσθαι ὡς τὸ ἵστασθαι, καθῆσθαι· ηʹ τὸ δὲ ἔχειν ὡς τὸ ἐνδεδύσθαι, ὑποδεδύσθαι· θʹ τὸ δὲ ποιεῖν ὡς τὸ καίειν, τέμνειν· ιʹ τὸ δὲ πάσχειν ὡς τὸ καίεσθαι, τέμνεσθαι. Αὗται αἱ δέκα λέγονται κατηγορίαι ὡς ἐκ τοῦ λέγεσθαι κατά τινων· τὸ γὰρ ἀγορεύειν λέγειν ἐστίν. Χρὴ γινώσκειν, ὅτι ἕκαστον τούτων τῶν δέκα γενικώτατον γένος ἐστί. Τούτων οὖν τῶν δέκα κατηγοριῶν τῶν καὶ γενικωτάτων γενῶν ἡ μὲν μία οὐσία ἐστίν, αἱ δὲ ἐννέα συμβεβηκότα. Εἰσὶ δὲ αὗται· οὐσία, ποσόν, πρός τι, ποιόν, ποῦ, ποτέ, κεῖσθαι, ἔχειν, ποιεῖν, πάσχειν. 38 Περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ἀριθμῷ διαφερόντων. Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσσεται. Ἑτερογενῆ δέ εἰσιν, ὅσα ὑπ' ἄλλην καὶ ἄλλην κατηγορίαν εἰσίν· ταῦτα ἕτερα τῷ γένει εἰσίν. Ὁμοειδῆ δέ εἰσιν, ὅσα ὑπὸ τὸ αὐτὸ εἶδος τάσσεται καὶ κοινωνοῦσι τῷ λόγῳ τῆς οὐσίας ὡς Πέτρος καὶ Παῦλος. Ἑτεροειδῆ εἰσι τὰ τῷ εἴδει διαφέροντα ἀλλήλων ἤγουν ὅσα τῷ λόγῳ τῆς οὐσίας διαφέρουσιν ὡς ἄνθρωπος, ἵππος. Ἀριθμῷ δὲ διαφέρουσιν, ὅσα τῇ συμπλοκῇ τῶν συμβεβηκότων τὴν ἰδιότητα τῆς οἰκείας ὑποστάσεως ἀφωρίσαντο καὶ τὴν καθ' αὑτὸ ἐσχήκασιν ὕπαρξιν ἤγουν τὰ ἄτομα ὡς Πέτρος, Παῦλος καὶ ἕκαστος τῶν ἀνθρώπων. Τῶν πάντῃ ἑτερογενῶν ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραὶ οἷον ζῷον καὶ ἐπιστήμη· τὸ μὲν γὰρ ζῷον ὑπὸ τὴν οὐσίαν τελεῖ, ἡ δὲ ἐπιστήμη ὑπὸ τὸ ποιόν. Τοῦ μὲν οὖν ζῴου διαφοραὶ συστατικαὶ μὲν τὸ ἔμψυχον, τὸ αἰσθητικόν, διαιρετικαὶ δὲ τὸ λογικόν, τὸ ἄλογον, τὸ πτηνόν, τὸ ἔνυδρον· τῆς δὲ ἐπιστήμης συστατικαὶ μὲν τὸ τοῖς ἐμψύχοις καὶ λογικοῖς ἐνυπάρχειν, ἔτι δὲ καὶ τὸ δυσμετάβλητον, διαιρετικαὶ δὲ γραμματική, φιλοσοφία. Ἧς γὰρ κατηγορίας ὑπάρχει τὸ γένος, ἐκείνης καὶ τὸ εἶδος καὶ αἱ τοῦ εἴδους διαφοραί· τῶν δὲ ὑπ' ἄλληλα γενῶν τε καὶ εἰδῶν οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι διαφοράς, εἰ καὶ μὴ πάσας. ∆ιαφορὰς δὲ ἐνταῦθά φημι τὰς συνιστώσας αὐτά. Χρὴ δὲ γινώσκειν, ὅτι αἱ ἐννέα κατηγορίαι αἱ ἐκτὸς τῆς οὐσίας ἔχουσιν ἑκάστη, εἰ καὶ συμβεβηκότα εἰσί, συστατικὰς καὶ διαιρετικὰς διαφορὰς καὶ ἑκάστη αὐτῶν γενικώτατον γένος ἐστὶ καὶ ἔχει καὶ εἴδη καὶ γένη ὑπάλληλα καὶ εἰδικώτατα εἴδη. Πάντως γάρ, ὅτι, ἔνθα γένος, καὶ διαφοραὶ διαιρετικαί εἰσιν· αὗται γάρ εἰσιν αἱ διαιροῦσαι τὰ γένη εἰς εἴδη· καί, ἔνθα εἴδη, εἰσὶ καὶ συστατικαὶ διαφοραί· αὗται γάρ εἰσιν αἱ συνιστῶσαι τὰ εἴδη. Τὸ ἓν τριχῶς λαμβάνεται· ἢ γένει, οἷόν φαμεν ἄνθρωπον καὶ ἵππον ἓν τῷ γένει καὶ ταὐτόν· ὑφ' ἓν γὰρ γένος εἰσίν, ὑπὸ τὸ ζῷον· ἢ εἴδει, ὡς Σωκράτην φαμὲν καὶ Πλάτωνα ὑφ' ἓν εἶδος ὄντας, ὑπὸ τὸν ἄνθρωπον, ἓν εἶναι τῷ εἴδει καὶ ταὐτόν· ἢ ἀριθμῷ, ὡς Σωκράτην φαμὲν ἕνα εἶναι καθ' αὑτὸν τῶν λοιπῶν ἀνθρώπων κεχωρισμένον. 39 Περὶ τοῦ ἔν τινι. Τὸ ἔν τινι ἑνδεκαχῶς· αʹ ὡς γένος ἐν εἴδει ὡς τὸ ζῷον ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου γένος ὂν τοῦ ἀνθρώπου· βʹ ὡς εἶδος ἐν γένει ὡς ἄνθρωπος ἐν τῇ διαιρέσει τοῦ ζῴου· γʹ ἐν τόπῳ ὡς ἱερεὺς ἐν τῷ ναῷ· δʹ ἐν χρόνῳ ὡς Νῶε ἐν τῷ καιρῷ τοῦ κατακλυσμοῦ· εʹ ἐν ἀγγείῳ ὡς οἶνος ἐν κρατῆρι· ʹ ὡς ὅλον ἐν μέρεσιν ὡς Σωκράτης ἐν τοῖς οἰκείοις μέλεσι κεφαλῇ τε καὶ χερσὶ καὶ ποσί· τοῦτο δὲ οὐκ ἔστιν ἔν τινι ἀλλ' ἔν τισιν· ζʹ ὡς μέρος ἐν ὅλῳ ὡς κεφαλή, χεὶρ ἐν Σωκράτει· ηʹ ὡς εἶδος ἐν ὕλῃ ὡς τὸ εἶδος τοῦ ἀνδριάντος ἐν τῷ χαλκῷ· θʹ ὡς ἐν τῷ ποιητικῷ αἰτίῳ ὡς τὰ πάντα ἐν τῷ θεῷ· ιʹ ὡς ἐν τῷ τελικῷ αἰτίῳ