ἐλεφαντιῶντος ἵππου· Ἀφρικανοῦ Τὸ τοῦ χερσαίου ἐχίνου ἧπαρ ἐν ἡλίῳ ξηρανθὲν ἰᾶται τοὺς ἐλεφαντιῶντας ἵππους. 3.2 Ἀφρικανοῦ· ὀφθαλμικόν Ἡ χελιδὼν φέρει πόας τινὸς χυλόν, ἐξ οὗ εἰ ἀποστάζοι εἰς γῆν, ἐκ τῆς σταγόνος ἑτέρα πόα φύεται ἣ τῆς ἀποβαλούσης ἐστὶν ἐπώνυμος. Ἄνεισι δὲ κἂν ἀποπατήσωσιν εἰς γῆν μετασχόντες αὐτῆς οἱ νεοττοί. Θαυμαστὸν δὲ τοῦτο καὶ ὀξὺ πρὸς ἀμβλυωπίαν φάρμακον, λεπτύνει τε κατ' ὀλίγον καὶ τὰ ἐκ τραυμάτων λευκώματα καὶ ἀποκαθίστησι τὸν ὀφθαλμὸν εἰς τὸ τοῦ ἀπαθοῦς σχῆμα. Ἡ δὲ ἀπ' αὐτῆς γενομένη ἀπονωτέρα, καὶ κατορθοῦσα δὲ ἧττον· τοὺς μέντοι γλαυκωπίας ἀποσοβεῖ τριβομένη· καὶ αὐτῆς ἡ κόνις μεθ' ὕδατος ὥσπερ ἡ πρόσθεν πᾶν ἔδρασεν. Εἴ τις γὰρ εὐτύχησε τὴν πρώτην ἑλεῖν, ἀνέῳξεν ἂν καὶ τυφλοὺς ὀφθαλμούς. Λίθοι δὲ εὑρισκόμενοι δύο ἐν ταῖς γαστράσι τῶν νεοττῶν ἀνασχισθέντων ὀξεῖ καλάμῳ, ἐν θατέρῳ γὰρ εὑρίσκονται, λευκὸς καὶ μέλας, τυθείσης περιστερᾶς λευκῆς καὶ ἐπικληθείσης αὐτῆς Ἀφροδίτης, ἐμβάλλονται ὅρμῳ χρυσῷ καὶ πᾶσαν ἀπείργουσιν ὀφθαλμίαν. Τοὺς μέντοι νεοττοὺς ἐαρινοὺς ἀνατεμὼν λίθοις ἐντεύξει τῇ γαστρί, ὧν ὁ μὲν ποικίλος ὁ δὲ καθαρός. Πρὶν οὖν γῆς ψαῦσαι κατάδησον δέρ ματι νεβροῦ ἢ μόσχου πρὸς τὴν μεγάλην νόσον καὶ τάχα μὲν ἰάσῃ, πάντως δὲ μειώσεις τὴν ἐπιληψίαν. Ἀνατέμνειν δὲ δεῖ εἰς τοῦτο τοῦ μηνὸς ἀρχομένου καὶ ἰόντος ἐπιδεχόμενον. Καὶ χολὴν δὲ πέρδικος ἀμβλυωπίας ἴασιν εἶναι καὶ ὑποχύσεώς φασι μέλιτι Ἀττικῷ συγκραθεῖσαν· ὃ καὶ φανερὸν πολλοῖς. Καὶ τὰ ὄμματα τοῦ γυπὸς ἐνδεθέντα ὀθόνῃ καθαρᾷ προσφερομένῃ τε ὀφθαλμοῖς καθ' ἑκάστην ἡμέραν ἀμβλυωπεῖν οὐκ ἐᾷ, οὐ μὴν οὐδὲ ὑπόχυσιν ἵστασθαι. Κυνείῳ δὲ δέρματι ὀφθαλμὸς αὐτοῦ περιαφθεὶς ὀφθαλμιᾶν οὐκ ἐᾷ. Ἡ δὲ χολὴ αὐτοῦ μετὰ χυλοῦ πρασίου καὶ μέλιτος Ἀττικοῦ καταχριομένη πᾶσαν ἀμαύρωσιν καὶ ἀχλὺν ὀμμάτων περιαιρεῖ καὶ τὰς ἀρχομένας ὑποχύσεις οὐκ ἐᾷ συστῆναι. Ὀφθαλμοὶ δὲ βατράχου ζῶντος ἀφαιρεθέντες καὶ περιαφθέντες ἐν λινῷ ῥάκει ἀριστερῷ βραχίονι ἢ τῷ τραχήλῳ φορούμενοι ἀπαθεῖς τοὺς ὀφθαλμοὺς φυλάττουσιν· κἂν ἀλγοῦντι δὲ περιάψῃς, λύσεις τὸ πάθος. Τὸν δὲ βάτραχον ἀπολύειν χρὴ ὅθεν ἐλήφθη. Καὶ ἡ χολὴ δὲ αὐτοῦ πρὸς ὀξυωπίαν καὶ ὑπόχυσιν ἐναλείφεται. Οὐδὲν δὲ μεῖζον τοῦδε πρὸς ὀξυωπίαν· ῥίζαν κισσοῦ οἷα κολλύρια ποίησας βάλε εἰς πυξίδα χαλκοῦ ἐρυθροῦ ἅμα παιδίου οὔρῳ νηπίου, καὶ περιδήσας ἀσφαλῶς κατάχωσον εἰς ἱππείαν κόπρον ἐπὶ μʹ ἡμέρας. Εἶτα ἑλκόμενος ἀπότριβε ἐπὶ ἀκόνῃ καὶ ποίει ὡς κολλύρια σὺν τῷ ἐνόντι ὑγρῷ, καὶ θαυμάσεις τὴν ἐνέργειαν, παύσεις δὲ καὶ ἀρχομένας ὑποχύσεις. 3.3 Ἀφρικανοῦ· περὶ γενέσεως ἵππων Ἂν μὲν οὖν ἄρρεν τεχθῆναι θέλῃς, πρὸς τὴν ἀνατολὴν τοὺς ἵππους τρέπε, ἵνα μιγνύμενοι βλέπωσι τὸν ἥλιον· αἱ δυσμαὶ γὰρ τίκτουσι τὰ θήλεα, ὡς Μαυρούσιος ὁ ἱπποφορβὸς διηγήσατο. Καὶ γάρ, ὡς ὁ πάντων λόγος, τοὺς ἄρρενας ἵππους τῷ Ἡλίῳ ζεύγνυσθαι καὶ τούτοις ἄγεσθαι τὴν φλόγα πεπίστευται, τὰς δὲ θηλείας τὴν Νύκτα ἄγειν φασί. Καὶ δικαίως μέν· ἀρρενοποιὸς μὲν ὁ Ἥλιος, ὁμωνύμου δὲ φύσεως ἡ Σελήνη τυγχάνει μήτηρ. 3.4 Τοῦ αὐτοῦ· ἀναληπτικὰ δυνάμεωσ Μυρίς ἐστι βοτάνη τῷ κωνείῳ τὰ πάντα παραπλησία πλὴν τοῦ ἄνθους, ὃ δὴ καὶ αὐτὸ ὅμοιον μέν ἐστι, μικρότερον δὲ πολλῷ. Ῥίζαν δὲ ἔχει ὡς παρεμφέρουσαν ἐπιμήκη, εὐώδη σφόδρα καὶ ἡδίστην ἐν τῷ τρώγειν. Εὑρίσκεται δὲ ἐν τοῖς ἐργασίμοις χωρίοις. Ταύτην ὁλόκληρον ἐπιμελῶς τρίψας εἰς καθαρὰν πτισάνην εὖ μάλα ἑψημένην ἐμβάλλειν χρὴ καὶ συνεψεῖν ἐπιμελῶς κινοῦντας. Ἔπειτα οἴνου εὐωδεστάτου τοσοῦτον ἐπιβάλλειν, ὡς μὴ λίαν ἐξυγρᾶναι τὴν πτισάνην, καὶ νῆστιν ἐγχυματίζειν. Τούτου ἄμεινον βοήθημα πρὸς τοῦτο οὐκ ἄν τις εὕροι· εἰ δὲ ἀπορεῖ τῆς ῥίζης, πτισάνῃ συνεψήσας ὑείους μυελοὺς καὶ μάλιστα νωτιαίους οἴνῳ τε ὁμοίως ἐπιβαλών, δευτερεῦον ἕξει βοήθημα πρὸς τὸ προκείμενον. 3.5 Ἀφρικανοῦ· πρὸς <τὸ> πολλὰ καὶ ἀπόνως ἀφροδισιάζειν Σκίγκου τὰ κρέα ἐν οἴνῳ κεκραμένῳ δεῖ τὸ ζῷον ἐγχυματίζειν. 3.6 Εὐτόκιον γενναιότατον πάνυ Πολύγονόν ἐστι πόα πολλὴ πανταχοῦ ὅπερ λέγεται καὶ «δρῶσα»· ἥτις ἐνδεθεῖσα