τοῦ Κυρίου, ἡ γνῶσις τοῦ Κυρίου ἐστὶ, τὸ δὲ φῶς τοῦ Κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων, ἄρα ἡ γνῶσις τοῦ Κυρίου πνοὴ τῶν ἀν θρώπων ἐστί· τὸν δὲ ἐν ἀγνοίᾳ διάβολον φαίνειν δο κοῦντα, λύχνον ὠνόμασεν ἐκκενοῦντα τὸν νοῦν τῶν ἀγαθῶν γνώσεων, καὶ μετασχηματιζόμενον εἰς ἄγγε λον φωτός· ἐπεὶ δὲ τὸ φῶς τοῦ Κυρίου, οὐχ εἵλαντο γνῶναι οὐδὲ πορεύεσθαι ἐν αὐτῷ, τὴν ἄγνοιαν ὡς φῶς ἐλογίζοντο οἱ ἀσεβεῖς· εἰ δὲ τὴν ἄγνοιαν ὡς φῶς εἶχον, δηλονότι καὶ τὰ ἔργα τοῦ τῆς ἀγνοίας ἐφευρε τοῦ διαβόλου ἔπραττον· οἱ δὲ τῇ ἀγνοίᾳ αὐτοῦ συμ πορευθέντες, σὺν αὐτῷ ἔσονται εἰς αἰῶνας αἰώνων· οἱ δὲ τῇ γνώσει τοῦ Κυρίου, σὺν τῷ Κυρίῳ. Ἐκβάλλει τὸ ῥητὸν τοῦτο τὴν διὰ τῶν ἀλόγων ζώων θυσίαν· θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμ μένον. Εἰ ἁγνὰ καὶ ὀρθὰ ἔργα Κυρίου, ἓν δὲ τῶν ἔργων αὐτοῦ ἐστι καὶ ὁ νοῦς, ὀρθὸς ἄρα ἐκτίσθη καὶ ἁγνὸς παρὰ τοῦ Θεοῦ ὁ νοῦς, καὶ ὀρθὸν ὀφείλομεν διαφυλάτ τειν αὐτὸν πρὸς αὐτὸν ἐκ τῶν ἐπερχομένων ἡμῖν παρὰ τοῦ πονηροῦ κακῶν. Τὸν οἶκον τὸν κεκονιαμένον καὶ κοινὸν, τῇ ὑπαί θρῳ γωνίᾳ ἀντέθεικεν· εἰ δὲ ὁ οἶκος ὁ κεκονιαμένος καὶ κοινὸς, ἡ κακία ἐστὶν, ἡ ὕπαιθρος γωνία ἡ ἀρετή ἐστιν γωνία τοίνυν ὕπαιθρός ἐστιν, πρᾶξις θεωρίας ἐφαπτομένη, καὶ φωτιζομένη ὑπὸ τοῦ τῆς δικαιοσύ νης ἡλίου· καλῶς δὲ καὶ ὁ Παῦλος τὸν ἀρχιερέα τῶν Ἰουδαίων, τοῖχον εἶπε κεκονιαμένον τυφθησόμενον ὑπὸ τοῦ Θεοῦ· καὶ ὁ Σωτὴρ ἐν Εὐαγγελίοις τοὺς Φα ρισαίους, τάφους εἶπε κεκονιαμένους· εὖ δὲ καὶ τὸ 17.216 ἐπὶ γωνίας εἶπεν, ἔνθα ὁ λίθος κεῖται ὁ ἀποδοκιμα σθεὶς ὑπὸ τῶν οἰκοδόμων, καὶ γενόμενος κεφαλὴ γω νίας, ὅς ἐστι Χριστός· κοινὸν δέ ἐστιν, ὃ μὴ τοῦ ἑνός ἐστι Θεοῦ. ∆όσις λάθριός ἐστιν, ὃ ποιεῖ ἡ δεξιὰ, μὴ γινώσκει δὲ ἡ ἀριστερά· θυμὸν ἐγείρει κατ' αὐτοῦ ἰσχυρὸν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὁ τῶν πρὸς τοὺς ἐνδεεῖς δώ ρων φειδόμενος. Ἡ συναγωγὴ τῶν γιγάντων, ἡ κακία καὶ ἡ ἀγνω σία ἐστίν· γίγαντες δὲ οἱ δαίμονες· τουτέστιν ἐν μεγάλαις ἁμαρτίαις ἀναπαύσεται ὁ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης. Ἀγύναιον εἶναι κρεῖττον, ἢ τοιαύτῃ συνεῖναι· καὶ ὁ ∆αυΐδ φησιν· Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀν ύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι· ἔρημος τοί νυν γῆ ἐστιν ἡ ἀρετὴν ἔχουσα ψυχὴ, καὶ μὴ ἔχουσα τοὺς παλαιοὺς ἀνθρώπους ἐνοικοῦντας, τοὺς φθειρο μένους κατὰ τὰς παλαιὰς ἐπιθυμίας τῆς ἀπάτης· διὸ οὐδὲ εὑρίσκει ἐν αὐτῇ ἀνάπαυσιν ὁ διάβολος· εἴγε δυσχερῶς δι' ἀνύδρων τόπων ζητῶν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει· αὐτὸς γὰρ βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι, τουτέστι τῶν ἐν ἀναπαύσει καὶ ἀπο λαύσει σαρκικῶν ἡδονῶν. Καὶ πάλιν· Τῆς σοφίας στεγναὶ αἱ διατριβαὶ οἴκων αὐτῆς· εἰ δὲ τοῦτο, οὐκ οῦν καὶ ἡ γυνὴ ἡ μάχιμος καὶ γλωσσώδης καὶ ὀργί λος, ἡ κακία ἐστὶν, ἥτις τὸν συζῶντα αὐτῇ ποιεῖ μάχιμον καὶ γλωσσώδη καὶ ὀργίλον. Σοφία Κυρίου ἀναπαύσεται ἐν καρδίᾳ δικαίου σοφοῦ· ἄφρονες δὲ ἄνδρες διαβάλλουσιν αὐτὴν τοῦ φθεῖραι. Ἡ σοφία ἐστὶ πόλις ὀχυρὰ, ἐν ᾗ οἱ σοφοὶ κατοι κοῦσι, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. -Πόλεις ὀχυράς φησιν τὰς ὀχυρωθείσας καὶ κατακρατηθεί σας ψυχὰς ὑπὸ τῶν ἀσεβῶν δαιμόνων καὶ πονηρῶν ἀνθρώπων, τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· ὧν τὸ ὀχύρωμα ἐπιβὰς ὁ σοφὸς, καὶ τὴν δο κοῦσαν ἀσφάλειαν αὐτῶν, τῇ οὕτως σοφίᾳ περιφρα χθεὶς καθεῖλεν. Στόμα καὶ γλῶσσαν καὶ νοῦν, θυμὸν καὶ ἐπιθυμίαν ὃς φυλάσσει, διατηρεῖ ἐκ τῆς ἐν κρίσει θλίψεως τὴν ψυχὴν αὐτοῦ. Αὐτός ἐστι διαφόρως ἐπινοούμενος· θρασὺς μὲν γὰρ, ὁ πᾶν ὁτιοῦν ἀφόβως ἐπιτελῶν· αὐθάδης, ὁ ἀνεπικρίτως ἐλευθεριάζειν βουλόμενος· ἀλαζὼν, ὁ μείζοσιν ἑαυτὸν ἤπερ ἔχει σεμνύνων· λοιμὸς, ὁ πρὸς τῷ ἑαυτὸν καταβλάπτειν, καὶ ἑτέροις μεταδιδούς· το σοῦτον γάρ ἐστι βλαπτικὸς, ὡς καὶ ἄλλοις μεταδι δόναι κακίας· ὃς δὲ μνησικακεῖ, παράνομος. Ἔστι γὰρ καὶ ἀγαθὴ ἐπιθυμία· ἀγγέλων μὲν οὖν τὸ μὴ ἐπιθυμεῖν ποτε ἐπιθυμίας κακίας· δαιμό νων δὲ τὸ ἀεὶ κακὰς ἐπιθυμεῖν· ἀνθρώπων, τὸ ποτὲ μὲν ἐπιθυμεῖν, ποτὲ δὲ μή· τὸ δὲ ὅλην τὴν ἡμέραν, ἀντὶ δι' ὅλου τοῦ βίου· τοιοῦτόν ἐστι καὶ τὸ, Ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ δι' ὅλου τοῦ βίου. 17.217