διατεθείη, φησὶν, ὁ δίκαιος καὶ ἀγαθὸς, δη λονότι Θεὸς, οὐ παύσεται τοῦ κατοικτει ρεῖν αὐτὸν, καὶ διδόναι τὰ παρ' ἑαυτοῦ, ινα λοιπὸν λέγηται πρὸς αὐτόν. Η τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς; καὶ τὰ ἑξῆς. 36.23 Καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει. ̔Οδὸς Κυρίου, ψυχὴ καθαρά. 36.25 Καὶ οὐκ ειδον δίκαιον ἐγκαταλε λειμμένον. Οὐκ ειπεν· ἐγκαταλειφθέντα, ἀλλ' ἐγκα ταλελειμμένον, τουτέστιν εως ηξω, οτι γὰρ ἐγκαταλίμπονται οἱ δίκαιοι πρὸς καιρὸν, δοκιμῆς χάριν. ̔Ο Κύριος πρὸς τὸν ̓Ιώβ· Μή με οιου αλλως σοι κεχρηματικέναι η ινα ἀποφανῇς δίκαιος. Οὐδὲ σπέρμα αὐτοῦ ζητοῦν αρτους. Εἰ ἡ δικαιοσύνη ἀρετή ἐστι, τὰ σπέρματα τῶν ἀρετῶν καὶ αὐτὰ ἀρεταί. Καλῶς τὸ σπέρμα τῆς ἀρετῆς, οπερ ἐστὶν ἡ ἀρετὴ, οὐ ζητεῖ αρτους· αρτον δὲ λέγει τὴν γνῶσιν, ητις οὐχ ὑστερεῖ ἐν τῷ σπέρματι τοῦ δικαίου (σπέρμα δὲ δικαίου τροπικῶς ολως ειρηται, τὸ καταβαλλόμενον ἐν ταῖς ψυχαῖς τῶν ἀ κουόντων), σπέρμα γὰρ πλησθήσεται γνώ σεως, σπέρμα δὲ πονηροῦ ἐν ἐνδείᾳ εσται. 36.26 Ολην τὴν ἡμέραν ἐλεεῖ καὶ δα νείζει. Ομοιον τῷ· ̓Ελεῶν πτωχὸν, δανείζει Θεῷ. - ̔Ο δανείζων λόγους καθαίροντας ψυχὴν, εὐλογηθήσεται· ὁ δὲ μὴ ἐπιδιδοὺς αὐτοῖς, ἐπικατάρατος εσται. 36.27 Εκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Τὸ ἐκκλίναι ἀπὸ κακοῦ ὁ τοῦ Κυρίου φό βος παρέχει· τὸ δὲ ποιῆσαι τὸ ἀγαθὸν ἡ ἀγαπὴ προστάσσει. 36.28 Οτι Κύριος ἀγαπᾷ κρίσιν. Κρίσιν, δικαιοκρισίαν, οὐ τὴν δικαστικὴν, ἀλλὰ τὴν ἐξ ἀπλανοῦς καὶ ὑγιοῦς κριτηρίου. 36.33 ̔Ο δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, ουτε μὴ κατα δικάσαι αὐτὸν, οταν κρίνηται αὐτῷ. Μὴ καταδικάσαι, δηλονότι ὁ ἀντίδικος. 36.35 Καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ην. ̔Ως δύσκολον τὸ παρελθεῖν τὸν ἀσεβῆ μη δὲν παθόντα. Η τάχα ἡ θεία τοῦτο λέγει γραφή· αὐτὰ ἐννοεῖν βουλόμενος, θεωρήσω, οὐδὲ τόπον ἐν ῳ ἑστάναι ἐδόκουν, δεδύνημαι εὑρεῖν, οπου γὰρ αν αὐτὸς παρέλθῃ· καθαι ρεῖ πᾶν υψωμα ἐπαιρόμενον κατὰ τῆς γνώ σεως τοῦ Θεοῦ. -Μὴ εἰδῇς αὐτῶν τὴν εὐη μερίαν, ἀλλὰ πρόσμεινον τὸ τέλος, καὶ οψει τὸν ολεθρον. 36.37 Καὶ ιδε εὐθύτητα. Τό· Καὶ ιδε εὐθύτητα, ἀντὶ τοῦ· Οψει εὐθύτητα. 37.1,2 Ψαλμὸς τῷ ∆αυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου. -Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Παιδεύει ἡμᾶς ὁ Κύριος, εἰς ἀνάμνησιν αγων τῆς ἀρετῆς· ὁ δὲ αγιος οὐ τὸν ελεγχον η τὴν παιδείαν παραιτεῖται, ἀλλὰ τὴν μετ' ὀργῆς καὶ θυμοῦ. Τοῦτο καὶ τοῦ ʹ ψαλμοῦ προοίμιον ἐποίησε, τὸ παρακαλεῖν ἰατρικῶς, μὴ δικαστικῶς. - ̔Ο ἐλέγχῳ τῷ διὰ λόγου μὴ εικων, θυμῷ τοῦ Θεοῦ ἐλεγχθήσεται, καὶ μὴ ὑπὸ ζυγὸν παιδεύοντος ἐν Θεῷ δι δασκάλου γινόμενος, ὀργῇ Θεοῦ παιδευθήσε ται· παιδεία δὲ ἐλέγχου ἐπιπονώτερος. 37.3 Οτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Οἱ λόγοι τοῦ Κυρίου βέλη εἰσίν· αὐτὸς γοῦν ὁ σωτήρ φησιν· Εθηκέ με ὡς βέλος ἐκ λεκτὸν, καὶ τῇ φαρέτρᾳ αὐτοῦ εκρυψέ με. ̔Ο λέγων ουν τὸν λόγον τοῦ Κυρίου, βέλος ἀφίη σι. Καὶ ἐπὰν λέγῃ ἐπιστρεπτικὰ, τῷ βέλει τούτῳ τιτρώσκει τὸν συνετὸν ἀκροατήν. ̔Ο ουν δυνάμενος ἐκ τοῦ τετρῶσθαι νενοηκέναι καὶ ἠλπικέναι, θαῤῥεῖ, οτι οὐκ επεσε τὰ βέλη τοῦ Θεοῦ τὰ λογικὰ, οὐδ' εξω γέγονεν αὐτοῦ· ἀλλὰ καθίκετο αὐτοῦ, ὡς λέγεσθαι· ̔Εώρακας ὡς κατενύγη ὁ δεῖνα! Λέγοι δ' αν τῷ τύπτοντι διδασκάλῳ η παιδαγωγῷ ὁ τυπ τόμενος, οτε οὐ παρέργως τύπτεται· ̓Επε στήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Ουτω δ' αν λέγοι καὶ τῷ Κυρίῳ πέμψαντι βέλη, δι' ων τινων πέμπει τὰ λογικὰ, οτι ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Τῆς γὰρ χειρὸς Κυ ρίου ἐπικειμένης τῷ ἀφιέντι τὰ λογικὰ βέλη, τιτρώσκει τε καὶ ἐμπήγνυται βέλη εἰς τὴν ψυχὴν τοῦ ἀκούοντος. ∆ηλοῖ δέ ποτε καὶ τὰς κολάσεις τὰ βέλη, καί ποτε δὲ καὶ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου φησὶ, τὰ πρὸς ἐπιθυμίαν κινήσαντα αὐτὸν τῆς τοῦ Οὐρίου γυναικὸς, ὡς ἐπαχθέντα κατὰ τοῦ Θεοῦ συγχώρησιν. Καὶ οἱ Θεοῦ λόγοι, οἱ περὶ τῆς μελλούσης κρίσεως, βελῶν ὀξύτε ροί εἰσιν, τὴν συνείδησιν πλήττοντες· ὑφ' ων νυττόμενος ὁ προφήτης, ἀξιοῖ τὴν