αὐτῷ· Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν, καὶ ἰδεῖν αὐτόν. Ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Στίχ. ιθʹ. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά. Ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Στίχ. κʹ. Καὶ ἕτερος εἶπε Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. Ἁπλῶς δὲ τρισὶ τρόποις ἀποπίπτουσί τινες τῆς κλήσεως· φαντασίᾳ δογμάτων κρειττόνων, διώξει αἰσθητῶν, καὶ φιληδονίᾳ. Οἱ μὲν γὰρ ἀγρὸν ἀγορά σαντές εἰσιν οἳ καὶ παραιτοῦνται τὸ δεῖπνον, οἱ πα ραλαβόντες δόγματα ἕτερα τῆς θεότητος, πολλὴν ἔχοντα τὴν πιθανότητα, καὶ τὴν ποικιλίαν τοῦ λόγου· οἳ καὶ καταφρονοῦσι τοῦ ἀγροῦ, τοῦ ἔχοντος ἐν ἑαυτῷ ἀγρὸν καὶ δυνάμεις. Ὁ οὖν μὴ ἰδὼν μηδὲ δοκιμάσας ὃν ἐκτήσατο λόγον διὰ τὸ προειλῆφθαι, ἐξ ἀνάγκης καὶ οὐχ ἑκουσίως ἐξέρχεται ἐκ τοῦ δεί πνου, καὶ τοῦ κεκληκότος, τάχα δὲ καὶ ἑαυτοῦ. Τὸ δὲ Ἐρωτῶ σέ φησιν, ὡς λόγῳ μόνῳ αἰδούμενος τὸν κεκληκότα. Ὁ δὲ ζεύγη βοῶν ἀγοράσας πέντε, οὗτός ἐστιν ὁ τῆς νοητῆς καταφρονῶν φύσεως, περὶ δὲ τὰ αἰσθητὰ φιλοχωρῶν· οὐδ' οὗτος ἐδοκίμασεν ἐξ ἀρχῆς ἃ ἐώ νηνται. Εἰ ὁ δύο ἀριθμὸς ἐπὶ ὕλας τάσσεται, οὗτος τὰ ὑλικὰ ἐτίμησε· διὸ καὶ οὗτος τὸ νοητὸν δεῖπνον παρῄτηται. Ὁ δὲ ἕτερός ἐστιν ὁ εἰπών· Γυναῖκα ἔγημα, ὁ δοκῶν εὑρηκέναι σοφίαν, καὶ ταύτης κοι νωνήσει παραιτούμενος τὴν ἀληθῆ· ἢ ὁ τῇ σαρκὶ ἑνούμενος, φιλήδονος μᾶλλον ἢ φιλόθεος. Τὸ μὲν οὖν ὁλοσχερὲς τῆς παραβολῆς οὕτως· ἔκλαβε δὲ καὶ ἄλ λως τὰ κατὰ τὸν τόπον, ὅσον ἄνθρωποί ἐσμεν, καὶ τὸν πλοῦτον τῆς τοῦ Θεοῦ χρηστότητος οὐ συμφέρει γινώσκειν ἡμῖν. Ἀναγκαίως ὁ Θεὸς ἀνθρώπῳ ὁμοιοῦται, ἵν' ὡς ἀνθρώποις λαλήσῃ, μὴ χωροῦσιν οἰκονομηθῆναι ὑπὸ τοῦ Θεοῦ πάντα, μένοντος τοῦ Θεοῦ. Καὶ τότε παύ σεται ὁμοιούμενος ἀνθρώπῳ, ὅταν, παυσάμενοι ἔρι δος, ζήλου καὶ τῶν λοιπῶν κακῶν, καὶ τοῦ κατ' ἄνθρωπον περιπατεῖν, ἀξιωθῶμεν ἀκοῦσαι ἀπὸ τοῦ Θεοῦ· Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστουπάντες. Πέπαυται δὲ καὶ ἄλλα πολλὰ καλούμενος, ὧν ἁμαρτωλὸς χρῄζει ἄνθρωπος, πάνθηρ καὶ λέων, καὶ ἄρκτος, ὡς ἐν τοῖς προφήταις γέγραπται. Οὕτως ἀκούω καὶ τοῦ· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον. Τῷ γὰρ οὐκ ὄντι ἀξίῳ καταναλίσκεσθαι φῶς ἐστι κατὰ τὸν Ἰωάννην λέγοντα· Ὁ Θεὸς ἡμῶν φῶς ἐστι. Καὶ αὖθις· Οὔπω, φησὶν, ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν δὲ, ὅτι, ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσό μεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. Εἰ γὰρ καὶ ἀξιωθῶμεν βλέψαι νῦν τὸν Θεὸν τῷ νῷ καὶ τῇ καρδίᾳ, οὐ βλέπομεν αὐτὸν καθώς ἐστιν, ἀλλὰ κα θὼς διὰ τὴν ἡμετέραν οἰκονομίαν ἡμῶν γίνεται· ἐν δὲ τῇ ἀποκαταστάσει πάντων, ὧν ἐλάλησε διὰ στό ματος τῶν ἁγίων αὐτοῦ, ὀψόμεθα οὐχ ὡς νῦν ὃ οὐκ ἔστιν, ἀλλ' ὡς πρέπει τότε, ὅ ἐστι. Παρ' ἡμῖν μὲν οὖν τοῖς ἀνθρώποις ἀνθρώπῳ ὡμοιώθη· παρὰ δὲ 17.365 τοῖς ἑαυτοὺς ἀποθεώσασι Θεῷ· Ὁ Θεὸς γάρ ἐστι, φησὶν, ἐν συναγωγῇ θεῶν. ΚΕΦ. ΙΕʹ. Στίχ. κγʹ. Καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευ τὸν, καὶ φαγόντες εὐφρανθῶμεν. Εἰ δὲ χρὴ τὸν τόπον καὶ ὑψηλότερον θεωρῆσαι, προκατάρχεται λόγων, ἠθικῶν μὲν, οἷον τροφῆς, ἐν τῷ φαγόντες, ἐποπτικῶν δὲ, οἷον ποτοῦ, ἐν τῷ εὐφρανθῶμεν. Οἶνος γὰρ ἀρχὴ εὐφροσύνης, ὡς γέγραπται. ΚΕΦ. Ιʹ. Στίχ. ιζʹ. Εὐκοπώτερον δέ ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. Ἔτι μία κεραία οὐ παρ' Ἕλλησι μόνον ἐστὶ τὸ ἰῶτα, ἀλλὰ καὶ παρ' Ἑβραίοις τὸ παρ' αὐτοῖς κα λούμενον ἰώθ. ∆ύναται δὲ ἰῶτα συμβολικῶς λέγεσθαι Ἰησοῦς, ἐπείπερ ἡ ἀρχὴ τοῦ ὀνόματος αὐτοῦ καὶ παρ' Ἕλλησι καὶ παρ' Ἑβραίοις ἀπὸ τοῦ ἰὼθ γράφεται. Ἔστι τοίνυν ἐν τῷ νόμῳ ὁ Λόγος τοῦ Θεοῦ μὴ παρερχόμενος αὐτὸν, μηδὲ πρότερον πίπτων, ἕως ἂν πάντα γένηται· τότε δὲ πίπτων, ἵνα πλείονα καρπὸν φέρῃ· οὐ νικηθεὶς, ἀλλὰ ταπεινώσας ἑαυ τὸν, καὶ γενόμενος ὑπήκοος μέχρι θανάτου, θα νάτου δὲ σταυροῦ. ΚΕΦ. ΙΖʹ. Στίχ. ιβʹ. Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστη σαν πόῤῥωθεν. Στίχ. ιγʹ· Καὶ αὐτοὶ ἦραν φωνὴν, λέγοντες· Ἰη σοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. Καί γε τοὺς περὶ λέπρας νόμους ὑπολαμβάνῃς δή τινα τῆς ψυχῆς διαγραφὴν διάφορον. Τίς γὰρ οὐκ ἂν ἀπορήσαι ὁρῶν, ὅτι πὴ μὲν ἡ λέπρα ἀκάθαρτον ποιεῖ τὸν ἄνθρωπον