πεντήκοντα σημεῖα ἀπῆλθεν ὅπου τὸ κολλήγιον εἶχεν. Οὗτος ὁ τοσοῦτος ὀψέ ποτε κατανυγεὶς ἐκ περιστάσεώς τινος, ἐπέδωκεν ἑαυτὸν μοναστηρίῳ καὶ οὕτως προσῆλθε τῷ πράγματι τῆς μετανοίας ὡς καὶ αὐτὸν τὸν συμπράκτην αὐτοῦ τῶν κακῶν ἐκ νεότητος δαίμονα τὸν αὐτῷ συνα μαρτόντα ἄντικρυς εἰς ἐπίγνωσιν ἀγαγεῖν τοῦ Χριστοῦ. Ἐν οἷς λέγεταί ποτε ὅτι λῃσταὶ τούτῳ ἐπέπεσον ἐν τῷ κελλίῳ καθημένῳ ἀγνοήσαντες τὸ τίς ἐστιν. Ἦσαν δὲ τέσσα ρες· 19.4 οὓς δήσας πάντας καὶ καθάπερ ζαβέρναν ἐπιθεὶς ἀχύρου τῷ νώτῳ ἤνεγκεν εἰς τὴν ἐκκλησίαν τῶν ἀδελφῶν εἰπών· "Ἐπειδὴ οὐκ ἔξεστί μοι ἀδικεῖν οὐδένα, τί κελεύετε περὶ τούτων;" Οὕτως ἐκεῖνοι ἐξομολογησάμενοι, καὶ γνόντες ὅτι Μωσῆς ἐστὶν ἐκεῖνος, ὅ ποτε ὀνομαστὸς καὶ περιβόητος ἐν τοῖς λῃσταῖς, δοξάσαντες τὸν θεὸν κἀκεῖνοι ἀπετάξαντο διὰ τὴν τούτου μεταβολήν, λογισάμενοι ὅτι "Εἰ οὗτος ὁ οὕτως ἱκανὸς καὶ δυνάμενος ἐν τοῖς λῃστρικοῖς τὸν θεὸν ἐφοβήθη, ἡμεῖς τί ἀναβαλλόμεθα τὴν σωτηρίαν;" 19.5 Τούτῳ τῷ Μωσεῖ ἐπέθεντο δαίμονες εἰς τὴν ἀρχαίαν συνήθειαν τῆς ἀκολασίας τῆς πορνικῆς κατελαύνοντες· ὃς ἐπὶ τοσοῦτον ἐπειράσθη, ὡς αὐτὸς διηγεῖτο, ὡς μικροῦ δεῖν τῆς προθέσεως ἐξοκεῖλαι. Παραγενόμενος οὖν πρὸς τὸν μέγαν Ἰσίδωρον τὸν ἐν τῇ Σκήτει, ἀνήνεγκε τὰ τοῦ πολέμου. Καὶ λέγει αὐτῷ· "Μὴ λυπηθῇς· ἀρχαὶ γάρ εἰσι, καὶ διὰ τοῦτο σφοδρότερόν σοι ἐπέθεντο ζητοῦντες τὴν συνήθειαν. 19.6 Ὥσπερ γὰρ κύων ἐν μακέλλῳ τῇ συνηθείᾳ οὐκ ἀφίσταται, ἂν δὲ κλεισθῇ τὸ μάκελλον καὶ μηδεὶς αὐτῷ μηδὲν δῷ, οὐκέτι ἐγγίζει· οὕτω καὶ σὺ ἐὰν ἐπιμείνῃς, ἀκηδιάσας ὁ δαίμων ἔχει σου ἀποστῆναι". Ἀναχωρήσας οὖν ἀπὸ τῆς ὥρας ἐκείνης σφοδρότερον ἠσκεῖτο, καὶ μάλιστα ἀπὸ βρωμάτων, οὐδενὸς μεταλαμβάνων πλὴν ἄρτου ξηροῦ ἐν δώδεκα οὐγκίαις, ἐργαζόμενος ἔργον πλεῖστον, καὶ πεν τήκοντα προσευχὰς ἐκτελῶν. Κατατήξας οὖν αὐτοῦ τὸ σωμά τιον, ἔμεινε πυρούμενος ἔτι καὶ ἐνυπνιαζόμενος. 19.7 Πάλιν παρέβαλεν ἄλλῳ τινὶ τῶν ἁγίων καὶ λέγει αὐτῷ· "Τί ποιήσω ὅτι σκοτίζουσί μου τὸν λογισμὸν τὰ ἐνύπνια τῆς ψυχῆς κατὰ συνήθειαν ἡδονῆς;" Λέγει αὐτῷ· "Ἐπειδὴ τὸν νοῦν σου οὐκ ἀπέστησας τῶν περὶ ταῦτα φαντασιῶν, τούτου χάριν ὑφίστασαι τοῦτο· δὸς ἑαυτὸν εἰς ἀγρυπνίαν καὶ προσεύχου νηφόντως καὶ ἐλευθεροῦσαι ἀπὸ τούτων τα χέως". Ὃς ἀκούσας καὶ ταύτης τῆς ὑποθέσεως ἀπελθὼν ἐν τῇ κέλλῃ ἔδωκε λόγον μὴ κοιμηθῆναι διὰ πάσης νυκτός, μὴ κλῖναι γόνυ. 19.8 Μείνας οὖν ἐν τῷ κελλίῳ ἐπὶ ἔτη ἕξ, τὰς νύκτας πάσας εἰς τὸ μέσον τοῦ κελλίου ἵστατο προσ ευχόμενος, ὀφθαλμὸν μὴ καμμύων· καὶ τοῦ πράγματος περιγενέσθαι οὐκ ἠδυνήθη. Ὑπέθετο οὖν ἑαυτῷ πάλιν ἄλλην πολιτείαν, καὶ ἐξερχόμενος τὰς νύκτας ἀπῄει εἰς τὰς κέλ λας τῶν γερόντων καὶ ἀσκητικωτέρων, καὶ λαμβάνων τὰς ὑδρίας αὐτῶν λεληθότως ἐπλήρου ὕδατος. Ἀπὸ μήκους γὰρ ἔχουσι τὸ ὕδωρ, οἱ μὲν ἀπὸ δύο, οἱ δὲ ἀπὸ πέντε σημείων, ἄλλοι ἀπὸ ἡμίσεος. 19.9 Μιᾶς οὖν τῶν νυκτῶν ἐπιτηρήσας ὁ δαίμων καὶ μὴ καρτερήσας, ἐγκύψαντι αὐτῷ εἰς τὸ φρέαρ δέδωκε κατὰ τῶν ψοῶν ῥοπάλῳ τινὶ καὶ ἀφῆκεν αὐτὸν νεκρόν, μὴ αἰσθανόμενον μήτε ὃ πέπονθε μήτε παρὰ τίνος. Τὴν ἄλλην οὖν ἡμέραν ἐλθών τις ἀντλῆσαι ὕδωρ εὗρεν αὐτὸν ἐκεῖ κείμενον, καὶ ἀνήγγειλε τῷ μεγάλῳ Ἰσιδώρῳ τῷ πρεσ βυτέρῳ τῆς Σκήτεως. Λαβὼν οὖν αὐτὸν ἀνήνεγκεν εἰς τὴν ἐκκλησίαν· καὶ ἐπὶ ἔτος ἓν ἐνόσησεν ὡς μόλις γενέσθαι τὸ σῶμα αὐτοῦ καὶ τὴν ψυχὴν ἐν ἰσχύϊ. 19.10 Λέγει οὖν αὐτῷ ὁ μέγας Ἰσίδωρος· "Παῦσαι φιλονεικῶν, Μωσῆ, τοῖς δαί μοσι· καὶ μὴ αὐτοῖς ἐπέμβαινε· μέτρα γάρ εἰσι καὶ τῆς ἀνδρείας τῆς ἐν τῇ ἀσκήσει". Ὁ δὲ λέγει αὐτῷ· "Οὐ μὴ παύσωμαι μέχρις οὗ παύσηταί μου ἡ φαντασία τῶν δαι μόνων". Λέγει οὖν αὐτῷ· "Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πέπαυταί σου τὰ ἐνύπνια· κοινώνησον οὖν μετὰ παρρησίας· ἵνα γὰρ μὴ καυχήσῃ ὡς περιγενόμενος πάθους, τούτου χάριν κατεδυναστεύθης πρὸς τὸ συμφέρον". 19.11 Καὶ ἀπῆλθε πάλιν ἐπὶ τὴν κέλλαν αὐτοῦ. Μετὰ ταῦτα ἐρωτηθεὶς παρὰ Ἰσιδώρου ὡς μετὰ μῆνας δύο, ἔλεγε μηκέτι μηδὲν πεπον θέναι. Κατηξιώθη δὲ οὗτος χαρίσματος κατὰ δαιμόνων