τῶν ὑψηλοτέρων καὶ θαυμασιωτέρων τὴν διήγησιν. οὐ ποιεῖται δὲ τοῖς γραμματεῦσιν οἰκείαν τῆς δοκούσης ἀπορίας ὁ δεσπότης τὴν ἐπίλυσιν δεικνύς, ὅτι οὐδὲν ἡ λύσις τοὺς γραμματεῖς βελτιώσει· οὐ γὰρ ἀγνοίᾳ τοῦ ἀληθοῦς, κακουργίᾳ δὲ καὶ ἀπονοίᾳ γνώμης τοῦτο προέφερον· οὓς γὰρ τηλικούτων θαυμάτων ἐνάργεια οὐκ ἐδυσώπησεν, ἀλλ' εἰς μείζονα φθόνον ἐξέκαυσεν, οὐδὲ τοσαύτης διδασκαλίας χάρις ἐπέστρεψεν. τί ἂν εἰργάσατο ἑνὸς οὐδ' ἀπορίαν ἔχοντος λόγου, ἀλλ' ὑπ' αὐτῶν κακουργουμένου διασάφησις; ἐπάγει γοῦν διὰ τοῦτο τὴν λύσιν οὐκ αὐτοῖς Ἰουδαίοις, ἀλλὰ τοῖς ἀποστόλοις ἁρμόζουσαν, ὅτι ἐλεύσεται μέν, ὃν λέγουσιν Ἠλίαν καὶ ἀποκαταστήσει πάντα, ἀλλ' ἤδη καὶ ὁ τοῦ Ἠλία ὁμοιότροπος ἦλθεν καὶ μυρία κακὰ ἐποίησαν αὐτόν. μὴ οὖν σεμνυνέσθωσαν ἐπὶ τῷ λέγειν Ἠλίαν δεῖ ἐλθεῖν· οἱ γὰρ τὸν ὁμοιότροπον οὕτω διαθέντες κἀκεῖνον, εἰ νῦν παρεγένετο, οὐκ ἂν μὴ ὁμοίως κακοποιῆσαι ἐφείσαντο, οἵ γε οὐ μόνον τὸν ὁμοιότροπον τοῦ Ἠλία, ἀλλὰ καὶ αὐτὸν τὸν ἑκατέρου δεσπότην σταυρῷ καὶ θανάτῳ παραδοῦναι συνειδῶσιν. φησὶ δὲ καὶ οὐκ ἐπέγνωσαν αὐτόν. οὐκ ἠθέλησαν γνῶναι αὐτόν, ἀλλὰ καὶ μηδεμίαν λέγειν ἔχοντες αἰτίαν κατ' αὐτοῦ πάντα, ὅσα ἐπέτρεπεν ἡ πονηρὰ αὐτῶν γνώμη, εἰς αὐτὸν διεπράξαντο. ἐνέβαλλον ὡς κακοῦργον εἰς δεσμωτήριον, μισθὸν ὀρχήσεως τὴν ἐκείνου ζωὴν ἐποιήσαντο, τὴν κεφαλὴν ἐξέτεμον, ἐνύβρισαν καὶ μετὰ θάνατον ἐπὶ πίνακος ὡς ἐνόμιζον θριαμβεύοντες. ἀλλὰ πῶς ἔφη ἐποίησαν; ταῦτα γὰρ Ἡρώδης μόνος ἐποίησεν. οὐ μὲν οὖν μόνος Ἡρώδης, ἀλλὰ καὶ οἱ συνανακείμενοι αὐτῷ, δι' οὓς μᾶλλον καὶ τὴν σφαγὴν ἐξειργάσατο· εἰ γὰρ ἐκεῖνοι μὴ συνέτρεχον, οὐκ ἂν ἡ μιαιφονία ἐξείργαστο τοῦ Ἡρώδου ἤδη πρὸς τὴν τοῦ ἀνδρὸς <σφαγὴν> ὑποστελλομένου· εἰ γὰρ πρώην εἰς τὴν τοῦ θείου σφαγὴν ὡρμημένος ὅμως τῷ δέει τοῦ πλήθους ἐπεσχέθη, ὅτε καὶ αὐτὸς εἰς αἴσθησίν τινα τῆς θαυμασιότητος ἐληλάκει τοῦ ἀνδρὸς καὶ λύπην ἐπὶ τῇ προπετείᾳ τῆς ὑποσχέσεως ἐπεδείκνυ, πῶς οὐκ ἂν εὐκόλως ἐπεσχέθη τῶν συνανακειμένων διαγανακτούντων· οἱ δὲ τοσούτου ἐδέησαν τοῦ ἐπισχεῖν, ὥστε μονονουχὶ καὶ αὐτόχειρες γεγόνασιν, εἴπερ τὸ ἀρεστὸν αὐτῶν ποιῶν ὁ Ἡρώδης τὴν μιαιφονίαν ἀπειργάσατο. 72 Mt 17, 11 13 Ἠλίας ὁ Ἰωάννης οὐ τῷ ὀνόματι, ἀλλὰ τῷ παραπλησίῳ τῆς πράξεως· καὶ γὰρ ἑκάτερος τῆς δεσποτικῆς παρουσίας πρόδρομος, εἰ καὶ ὁ μὲν τῆς προτέρας, ὁ δὲ τῆς δευτέρας, καὶ ὅτι καὶ κατὰ τὰ ἄλλα πολλὴν τὴν ὁμοιότητα εἶχον· ἑκάτερος γὰρ αὐτῶν τοὺς θορύβους καὶ τὰς πόλεις καὶ τὰ δικαστήρια καὶ πάντα τὸν ἐκεῖθεν ἐξέφυγεν ὄχλον. ᾤκει τὸν Κάρμηλον Ἠλίας, ἐν τῇ ἐρήμῳ διέτριβεν ὁ Ἰωάννης· ἄσκευον βίον ἐδίωκεν ὁ Ἰωάννης, ἀφρόντιστον εἶχεν ὁ Ἠλίας μηδὲ τῆς ἐφημέρου τροφῆς μεριμνῶν, παρθενείας ἑκάτερος φύλαξ καὶ πολλὴ <οὖν> ἡ ὁμοιότης. διὸ οὐ μόνον νῦν ὁ Ἰωάννης εἰς τὴν τοῦ Ἠλία ὁμοιότητα παραλαμβάνεται, ἀλλὰ καὶ ἀλλαχοῦ ἐμφαντικώτερον ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται· αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι · καὶ γὰρ τοῦτο δηλοῖ, ὅτι τῷ μέλλοντι ἔρχεσθαι Ἠλίᾳ ὁ αὐτός ἐστιν κατά τε τὴν ὁμοιότητα καὶ ταυτότητα τῆς διακονίας ὁ Ἰωάννης· πρόδρομός τε γὰρ ὡς ἔφην ἑκάτερος τῆς δεσποτικῆς παρουσίας καὶ κατὰ τὴν ὁμοιότητα καὶ οἰκείωσιν τῆς θαυμασίου πολιτείας. ὅταν οὖν λέγῃ Ἠλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει, τὸν Ἠλίαν λέγει τὸν ὄντα τῷ τε πράγματι καὶ τῷ ὀνόματι· ὅταν δὲ λέγῃ Ἠλίας ἤδη ἦλθεν τὸν Ἰωάννην μὲν τῷ ὀνόματι λέγει, Ἠλίαν δὲ τῷ πράγματι τὴν πρὸς ἀλλήλους δεικνὺς ὁμοιότητα. ὡσαύτως δὲ καὶ ὅταν λέγῃ αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι τὸν τῷ πράγματι Ἠλίαν γεγενημένον φησίν, ὃς διὰ τὴν σφοδρὰν ὁμοιότητα, ἣν πρὸς τὸν μέλλοντα ἔρχεσθαι κέκτηται, Ἠλίας καλεῖται· τὸ γὰρ ὁ μέλλων ἔρχεσθαι τοῦτο δηλοῖ, οἷον ὁ διὰ τὴν τοῦ μέλλοντος ἔρχεσθαι ὁμοιότητα καὶ οἰκειότητα καὶ τὴν κλῆσιν αὐτοῦ ὑποδὺς αὐτός ἐστιν. Οὐ τῷ ὀνόματί ἐστιν Ἠλίας ὁ Ἰωάννης, ἀλλὰ τῇ ὁμοιότητι τῶν πράξεων· καὶ γὰρ ἀμφότεροι πρόδρομοι ἐτύγχανον τῆς τοῦ Χριστοῦ παρουσίας, ὁ μὲν τῆς προτέρας, ὁ δὲ τῆς δευτέρας, καὶ ἀμφότεροι