De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
κατὰ μίαν εὐθείαν τὰ στρατεύματα. καὶ μέσον μὲν τὰ τάγματα, καὶ τούτων τὰ τιμιώτερα ἐπὶ τὸν μέσον τόπον, παρ' ἑκάτερα δὲ τῶν ταγμάτων τὰ θέματα, καὶ τούτων πλησιέστερα τοῖς τάγμασι τὰ ἐνδοξότερα τῶν θεμάτων. οἱ δὲ τὰ ἄπληκτα καὶ τὰς ὁδοὺς τῆς ἡμετέρας γῆς κατέχοντες καὶ γινώσκοντες οἱ μὲν προελάμβανον μετὰ τῆς κόρτης καὶ τῆς ὑπουργίας, οἱ δὲ ἔμπροσθεν τῶν θεμάτων προέτρεχον ὑποδεικνύοντες τοὺς τῶν ποταμῶν πόρους καὶ τὰς εὐθείας ὁδούς. τοὺς δὲ ὁδηγοὺς καθ' ἕκαστον θέμα κατεῖχεν ὁ δρουγγάριος τῆς βίγλης· ὑπῆρχον δὲ ὑπ' αὐτῷ καὶ αἱ παραμοναὶ τῶν στρατηγῶν πρὸς τὸ δι' αὐτοῦ μηνύειν τοῖς στρατηγοῖς τὰ κελευόμενα αὐτοῖς. ἡ δὲ πρώτη δοχὴ ἑκάστου θέματος ἦν οὕτως· ἀπὸ 453 δύο καὶ τριῶν σαγιττοβόλων τῆς ὁδοῦ τοῦ βασιλέως ἵστατο παρατεταγμένον τὸ θέμα· ἐπειδὰν δὲ εἶδον τὸν βασιλέα πλησιάζοντα, ὁ μὲν στρατὸς ἐκάθητο ἐπὶ τῶν ἵππων, οἱ δὲ ἄρχοντες, καταβάντες πάντες, ἐπὶ γῆς ἴσως ἔπιπτον, εἶτα ἀναστάντες μετὰ παντὸς τοῦ στρατοῦ εὐφήμουν τὸν βασιλέα. ὁ δὲ πρὸς αὐτοὺς ἐξένευε, καὶ ὅπως ἔχουσιν, ἠρώτα, καὶ οὕτως πάλιν ὑπέστρεφεν ἐπὶ τὴν ὁδόν· αὕτη δὲ ἡ κατάστασις ἦν αὐτῷ ἄχρι τῶν οἰκουμένων. μέλλων δὲ καὶ πρὸς τὰ ἀοίκητα εἰσέρχεσθαι, ἀπεβάλλετο τό,τε περισσότερον χρῆμα καὶ τὰ φορτώματα καὶ τοὺς τοῦ λαοῦ ἀσθενεστέρους καὶ τὰ τῶν ἀλόγων χωλὰ καὶ τετραυματισμένα. ἐδίδου δὲ αὐτοῖς κεφαλὴν καὶ μέρος ὀλίγον στρατοῦ εἰς φυλακὴν, ἐκέλευέ τε πλησιάζειν καθ' ἓν τῶν ἀσφαλεστέρων κάστρων, ὅπερ πλησιέστερόν ἐστι πρὸς τὴν μέλλουσαν ἔξοδον τοῦ λαοῦ γίνεσθαι. καὶ μετὰ ταῦτα ὥριζεν ἀπὸ τῶν θεμάτων μοίρας τινὰς, τοὺς μὲν προπορεύεσθαι ἔμπροσθεν τοῦ φοσσάτου πρὸς φυλακὴν αὐτοῦ, τοὺς δὲ ὄπισθεν ἐπακολουθεῖν, οὓς καλοῦσι νωτοφύλακας· οἱ δὲ αὐτοὶ ὑπῆρχον καὶ θηρευταὶ τῶν διὰ δειλίαν ἢ ῥᾳθυμίαν στρεφομένων· οἱ δὲ παρ' ἑκάτερα περιεπάτουν, οὓς ἐκάλουν πλαγιοφύλακας· οἱ δὲ αὐτοὶ μάλι 454 στα ἐσκόπουν τοὺς μέλλοντας προσφεύγειν εἰς τοὺς ἐχθρούς. περιεπάτουν δὲ πάντες τοσοῦτον ἀπέχοντες τοῦ φοσσάτου, ὥστε μὴ ἀποκρύπτεσθαι ἐξ αὐτῶν διὰ τὰς ἐπιβουλὰς τῶν ἐχθρῶν, καὶ ὅσον δυνατόν ἐστι προευτρεπισθῆναι τὸ φοσσάτον εἰς ἀπάντησιν τῶν ἐχθρῶν ὑπὸ τούτων μηνυθέντας. οἱ δὲ τοῦ βασιλέως προέχοντες ἐκείνου μᾶλλον ὑπῆρχον τοῦ θέματος, οἳ ἐπλησίαζον τῇ τῶν ἐχθρῶν γῇ διὰ τὸ καὶ πεῖραν ἔχειν αὐτοὺς τῶν τε ὁδῶν καὶ τῶν λοιπῶν τόπων τῶν ἐχθρῶν, καὶ ἔτι τὴν πεῖραν τῶν ἐνεδρευμάτων καὶ τῶν πολέμων αὐτῶν. αὐτοὺς δὲ καὶ τοὺς ὀπισθοφύλακας ἐνήλλαττον διὰ τὸν πλεῖστον κόπον. οὐ γὰρ τὴν εὐθείαν περιεπάτουν αὐτοὶ, ἀλλὰ τὴν τραχυτέραν καὶ δυσεπίβατον· οὕτω δὲ κινούμενοι, τὰς νύκτας περιχαρακωθέντες καὶ τὴν ἄλλην ἀσφάλειαν ποιήσαντες διὰ τοὺς νυκτοπολέμους, ἀνεπαύοντο.
455 ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΕΝ ΧΡΙΣΤΩι ΒΑΣΙΛΕΙ ΑΙΩΝΙΩι ΒΑΣΙΛΕΩΣ ΡΩΜΑΙΩΝ, ΥΙΟΥ ΛΕΟΝΤΟΣ ΤΟΥ ΑΟΙ∆ΙΜΟΥ ΚΑΙ ΣΟΦΩΤΑΤΟΥ ΒΑΣΙΛΕΩΣ, ΑΠΟΓΟΝΟΥ ∆Ε ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΑΝ∆ΡΙΚΩΤΑΤΟΥ ΚΑΙ ΓΕΝΝΑΙΟΤΑΤΟΥ ΒΑΣΙΛΕΩΣ, ΠΡΟΣ ΡΩΜΑΝΟΝ ΤΟΝ ΘΕΟΣΤΕΦΗ ΒΑΣΙΛΕΑ ΚΑΙ ΥΙΟΝ ΑΥΤΟΥ, Ὅσα δεῖ γίνεσθαι, τοῦ μεγάλου καὶ ὑψηλοῦ βασιλέως τῶν Ῥωμαίων μέλλοντος φοσσατεῦσαι.
Ἄκουε, υἱὲ, λόγους πατρός σου, Σολομῶν σοι παρακελεύεται· παρὰ πολλῶν γὰρ ἀκούσεις τὰ δέοντα, ἀλλ' οὐ φύσει τῆς ἀρετῆς εἰσοίσεις διδάγματα, εἰ μὴ παρὰ πατρὸς ἀκούσαις τὰ ἄριστα. γνησίους γὰρ παρ' αὐτοῦ καὶ ἀληθεῖς τῷ ὄντι τοὺς λόγους ὑποδεξάμενος, ὥσπερ τινὰ κλῆρον ἕξεις πατρῷον, τὴν σωτηρίαν ἀεὶ προξενοῦντά σοι· οἱ μὲν γὰρ ἐξ ἄλλων κατὰ χάριν λεγόμενοι τῆς ἀληθείας πολλάκις ἐναποδέ 456 ονται· οἱ δὲ ἐκ πατρικῆς ψυχῆς μετὰ τῆς ἀληθείας ἀφικνούμενοι πολλὴν χαρίζονται τοῖς υἱοῖς διαπαντὸς τὴν ὠφέλειαν. ἄκουε τοίνυν, υἱὲ, παρὰ πατρὸς, ἃ μὴ καλόν ἐστιν ἀγνοεῖν· εἰ γὰρ ἄγνοια κακὸν, ἡ τῶν πραγμάτων γνῶσις δῆλον ὅτι καλὸν, καὶ μάλιστα τῶν ἀναγκαίων καὶ ὧν πολλὴ καθέστηκεν ἡ φροντίς. ἀναγκαιότερον δὲ τί ἄλλο γένοιτο πολεμικῆς εὐτολμίας καὶ τῆς τῶν προγόνων παλαιᾶς εὐταξίας, ἣν ἐν πολέμοις εἶχον τὸ πρότερον βασιλικοῖς ταξειδίοις κατάστασιν. ταύτην γὰρ πάλαι φημιζομένην καὶ μέχρι τοῦ νῦν παρὰ πολλοῖς θρυλλουμένην μὴ καὶ ἐγγράφως ἔχειν, οὐ δίκαιον, οὐδὲ καλὸν ἡγησάμεθα. λυσιτελὴς γάρ σοι, θεόστεπτε Ῥωμανὲ, μετὰ τῶν ἄλλων καὶ ἡ