De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ἀμείνων καὶ τοῦ καθορᾶσθαι πρός τινος, ἡ τῶν λέξεων ἡμῖν ὑποφαίνει δύναμις· ἦ γάρ; {Β.} Ἀληθές. {Α.} Εἴ τις οὖν ἄρα λέγοι ζωὴν εἶναι καὶ φῶς τὸν Πατέρα καὶ Θεόν, καὶ μὴν ὡς ἔστι πρὸς τούτοις ἄφθαρτος καὶ ἀόρατος, οὐκ ἐν κόσμῳ τι δρᾶν οἰησόμεθά που τὸν τοιοῦτον ἡμεῖς, εἴπερ ἕλοιτο φρονῶν ὀρθῶς, καὶ τῇ τοῦ Υἱοῦ φύσει προσάπτειν αὐτά, ὡς καὶ τοῖς ἴσοις ὀνόμασιν ἀποσεμνύνειν εὖ μάλα τὸν ἐκ Πατρὸς Θεὸν Λόγον; {Β.} Ναί. {Α.} Εἰ δὲ δὴ καὶ βασιλέα λέγοι, καὶ ταῖς εἰσάπαν εὐκλείαις βούλοιτο τιμᾶν δι' ὧνπερ ἂν ἡμῖν ἡ θεία φύσις καταγεραί ροιτο, ἆρ' οὐχὶ μετεῖναί φαμεν καὶ αὐτῶν τῷ Υἱῷ; {Β.} Πῶς γὰρ οὔ; {Α.} Ἀμαθὲς οὖν ἄρα παντελῶς κἂν γοῦν ἐνδοιάζειν ὅλως ὅτι κοινὰ μὲν ἀμφοῖν τὰ πλεονεκτήματα, τά τε εἰς δόξαν καὶ ὑπεροχήν. ∆ιαψεύσεται δὲ οὐδαμῶς ἡ ἀλήθεια, τουτέστι Χριστός, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα λέγων ὅτι "Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς." Εἴπερ οὖν ἐν ἀξιώματος νόμῳ, καθάπερ καὶ τὰ λοιπά, προσεῖναί φαμεν τῷ μὲν Πατρὶ τὸ Πατήρ, τῷ δὲ Υἱῷ τὸ Υἱός, τί τὸ ἐμποδών, εἰπέ μοι, καὶ τί τὸ ἀπεῖργον ἐκ μέσου ποιεῖσθαι τοῖν ὀνομάτοιν τὴν διαφοράν, ἄμφω τε Πατέρας καὶ Υἱοὺς ἀποκαλεῖν, κοινὰ καὶ ἐν ἴσῃ τάξει 416 λαχόντας τὰ γέρα, καὶ ταῖς τῶν ἀξιωμάτων ὑπεροχαῖς ἰσομέτρως κατεστεμμένους; {Β.} Καὶ μὴν τοῦτό γέ ἐστι παντελῶς ἀπίθανον εἰπεῖν ἢ νοεῖν. Εἴη γὰρ ἂν οὐχ ἑτέρως ἔχων ὁ Πατὴρ ἢ ὅπερ ἐστί, τουτέστι Πατήρ· καὶ ὁ Υἱὸς ὁμοίως· μένει γὰρ Υἱός, καὶ οὐκ ἂν νοοῖτο Πατήρ. {Α.} Ὀρθότατά γε καὶ ἀληθῶς, ὦ Ἑρμεία. Συναινέσεις οὖν ἄρα καὶ συναθλήσεις τῷ λόγῳ, παραδεικνύντι σαφῶς ὡς οὐκ ἀξιώματος ἔσται σημαντικὸν τῷ Πατρὶ τὸ τῆς πατρότητος ὄνομα-δεῖν γὰρ οἶμαι καὶ ὧδε λέγειν, προ τετιμηκότας τοῦ πρέποντος τὴν ἀναγκαίαν τοῦ πράγματος δήλωσιν-, οὔτε μὴν τῷ Υἱῷ ἡ τῆς υἱότητος κλῆσις, καθάπερ ἦν ἐπ' ἀμφοῖν λεγόμενα, τὸ ζωή, τὸ φῶς καὶ τὰ τούτοις συντεταγμένα· ἀλλ' ἴδιον ἑκατέρῳ τοὔνομα, τὸ ὅπως ἂν ἔχοι παραδηλοῦν. {Β.} Καὶ μάλα. {Α.} Τὸ γὰρ ἀποσείεσθαι τρόπον τινὰ τὴν ἀνάχυσιν τῶν ὀνομάτων τὴν δύναμιν, μόνιμον δὲ ὥσπερ ἐξαιτεῖν ἐφ' ἑαυτῇ τὴν ἕδραν, ἀπαραποίητον ἑκατέρῳ τὸ εἶναι τοιῶσδε προσ νέμει. Πατὴρ γὰρ ὁ Πατήρ, καὶ οὐχ Υἱός, ὅτι γεγέννηκεν· Υἱὸς δὲ αὖ πάλιν ὁ Υἱός, καὶ οὐ Πατήρ, ὅτι γεγέννηται. Φέρε γάρ, εἰ δοκεῖ, βραχὺ τοῦ Πατρός, ὡς ἐν ἐννοίαις καὶ λόγῳ, τὸ Πατὴρ ἀποστήσαντες, καὶ μὴν καὶ τοῦ Υἱοῦ τὸ Υἱός, ἐννοῶμεν, ὦ τᾶν, τὸ ὅπως ἂν ἡμῖν ἀναμέρος τὸ ἑκατέρου πρόσωπον κατασημήναι τις ἄν. Ἆρα τῷ φάναι Θεὸν ἢ ζωὴν ἢ ἄφθαρτον ἢ ἀόρατον ἢ βασιλέα τυχόν; Ἀλλ' οὐκ εὐδιάκριτον ἐντεῦθεν εἴη ἂν τὸ δηλούμενον. Τὸ γὰρ ἐπ' ἀμφοῖν ἀληθές, τοῦ ἑκατέρῳ προσόντος ἰδικῶς πῶς ἂν ἐναργῆ ποιοῖτο τὴν δήλωσιν; Μόνως δὲ καὶ ἀληθῶς ὁ Πατὴρ σημαίνεται διὰ τοῦ νοεῖν ὡς τέτοκε· μόνως δὲ καὶ ἀληθῶς ὁ Υἱὸς διὰ τοῦ νοεῖσθαι γεγεννημένος. Ἴδιον οὖν ἑκατέρῳ τὸ αὐτοῦ καὶ μόνου, καίτοι τῶν ἄλλων οὐ διωρισμένως ἐπ' ἀμφοῖν λεγομένων. Παρελήφθη μὲν γὰρ ἐν τῇ τῶν φυσικῶν ἀξιωμάτων ἐκεῖνα τάξει· τὰ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τὸν μὲν γεννήτορα, τὸν δὲ τεχθέντα παρέδειξεν.
ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ Ὅτι καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ καὶ ἐξ
αὐτοῦ κατὰ φύσιν γεννητὸς ὁ Υἱός. 417 {Α.} Ἆρ' οὐκ ἀληθὲς εἰπεῖν, ὦ Ἑρμεία, ὡς ἁπλοῦς τε ἔφυ τῆς ἀληθείας ὁ
μῦθος καὶ ἀρίστην ὅτι μάλιστα τὴν ἕδραν ἐν καρδίαις ἔχει ταῖς ἁπλαῖς, παρὰ πολὺ δὲ ἡδίων ἢ μελιττῶν ἐστι πόνος; Ἀληθὲς δὲ ὅτι τὸ χρῆμά ἐστιν ἀναπείσει λέγων ὁ Θεῖος ∆αβὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν· "Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου." {Β.} Ναί. Τῆς ἀληθείας κομιδῇ μὲν ἁπλοῦν καὶ κηρίων αὐτῶν ἡδίονα συμφήσαιμ' ἂν εἶναι καὶ αὐτὸς τὸν λόγον· ἁπλότητος δὲ τῆς ἔν γε