Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
ἐγγὺς τῶν Σεῤῥῶν μητροπόλεως, παρὼν καὶ ὁ βασιλεὺς κὺρ Μανουὴλ κατὰ τὰς ὑποσχέσεις καὶ συνηβάσεις, ἃς εἶχον, καὶ ὁ ἀδελφὸς αὐτοῦ ὁ δεσπότης κὺρ Θεόδωρος καὶ ὁ κὺρ Κωνσταντῖνος ὁ ∆ραγάσης καὶ ὁ τῆς Σερβίας δεσπότης κὺρ Στέφανος· ἐλθόντος Παύ λου τοῦ Μαμωνᾶ ἐκ τῆς Πελοποννήσου, οὗ τὴν Μονεμβασίαν κυβερνῶν ἦν ἐκ πολλοῦ ὁ πατὴρ, εἶτα καὶ αὐτὸς τὴν διοίκησιν τὴν τοῦ πατρὸς προστάξει τοῦ βασιλέως διεδέ ξατο, διὰ δὲ τὸ μάκρος τοῦ χρόνου, ἀφορμὴν εὑρών, περιεποιεῖτο τὸ ἄστυ ὡς κτῆμα ἴδιον· <καὶ> ἐνεκάλει τὸν τοῦ βασιλέως ἀδελφὸν πρὸς ἀμηρᾶν ἀδικεῖσθαι λέγων ὑπ' αὐτοῦ καὶ τὴν Μονεμβασίαν ἐκ τῶν χειρῶν αὐτοῦ δυναστικῶς ἐξέωσε καὶ μετὰ ὕβρεως καὶ ἀτιμίας καὶ αἰσχύνης ἐκ τῶν ἐκεῖθεν ἐδίωξεν. Ὁ δὲ Μαμωνᾶς οὖτος γνώριμος ἦν ἐκ Πολλοῦ τῷ ἀμηρᾶ· λυπηθεὶς μετὰ θυμοῦ ὁ ἀμηρᾶς μηνύσας εἶπεν τῷ βασιλεῖ οὕτως ὅτι· οὐκ ἀρκεῖ ὑμῖν εἰρηνεύειν, ἀλλὰ οὕτως θέλετε πράττειν κατὰ τῶν ἐμῶν ὑποχειρίων; ἐγὼ γὰρ ὀμνύω σοι εἰς τὸν Θεόν, παιδεῦσαι ἔχω τοὺς τοιαῦτα τολμῶντας, καὶ ἑτέρους λόγους σκληροὺς φήσας κατὰ τοῦ βασιλέως καὶ τῶν ἑτέρων αὐθεντῶν Χριστιανῶν, ὧν εἰρήκαμεν. Οἱ δὲ ἀκούσαντες ἕως καρδίας ἐλυπήθησαν καὶ ἔκτοτε ἐζήτουν καιρὸν ἐπιτήδειον καὶ εὔλογον αἰτίαν, ἵνα τὰς ὑποσχέσεις καὶ συνηβάσεις καὶ ὑποταγὴν, ἣν εἶχον μετὰ τοῦ ἀμηρᾶ, φύγωσι. Καὶ συνηβάσεις καὶ ὅρκους φρικτοὺς λάθρα ἀναμέσον αὐτῶν ποιήσαντες τοῦ εἶναι γνώμῃ καὶ ψυχῇ μιᾷ ἕως θανάτου, καὶ διὰ βεβαιότερον τῆς ἀγάπης καὶ τοῦ συνδέσμου τούτου ἔστησαν, ἵνα ὁ βασιλεὺς κὺρ Μανουὴλ εἰς νό μιμον γυναῖκα λάβῃ τὴν θυγατέρα τοῦ κὺρ Κωνσταντίνου τοῦ ∆ραγάση. Τοῦ δὲ ἀμηρᾶ Μπαγιαζήτου ἐλθόντος καὶ πολὺν τῆς Βουλγαρίας τόπον ἁλώσαν τος ἔτι καὶ δουλώσαντος, ὁ τῆς Γερμανίας βασιλεὺς Σιγισμόνδος ἔμαθε τὰ γενόμενα.
Πῶς ὁ τῆς Γερμανίας βασιλεὺς πρὸς τὸν ἀμηρᾶν πρέσβυν στείλασ
1 XIV.Ὁ οὖν Σιγισμόνδος τῆς Γερμανίας ὁ βασιλεὺς πρέσβυν στείλας πρὸς
αὐ τόν, ἤτοι τὸν ἀμηρᾶν, λέγων ὅτι οὐκ ἦν δίκαιον, φίλοι ὄντες, ἐν τῇ Βουλγαρίᾳ ἐπι βαλεῖν χεῖρα τὸν ἀμηρᾶν, ὅτι κατὰ τὸ προνόμιον τῆς βασιλείας αὐτοῦ ὁ τοιοῦτος τό πος ἐστίν· ἐλθόντος δὲ τοῦ πρέσβεως καὶ ταῦτα εἰπόντος τῷ Μπαγιαζήτῃ, οὐδὲν ἕτε ρον ἀπεκρίθη αὐτῷ, εἰ μὴ μόνον ἐκ τῆς χειρὸς παραλαβὼν αὐτὸν, δείξας οἶκόν τινα τούτῳ μέγαν γέμοντα ἔσωθεν ἀπὸ παντοίων ὀργάνων, ῥομφαιῶν τε καὶ ξιφῶν πολεμι κῶν, ἃ καλῶς ἡτοιμασμένα καὶ παρασκευασμένα ὑπῆρχον. Εἶτα λέγει τῷ πρέσβει· Λέ ξον ταῦτα τῷ αὐθέντῃ σου τῷ βασιλεῖ, ὅτι τὸ ἐμὸν δίκαιον, ὃ ἔχω ἐν τῇ Βουλγαρίᾳ, 200 ταῦτα τὰ ὅπλα καὶ αἱ παρασκευαί εἰσιν, ἃς εἶδας. Καὶ τοῦ πρέσβεως ἀναφορὰν ποιή σαντος τῷ βασιλεῖ Σιγισμόνδῳ ἐν τῷ ἐπανελθεῖν πρὸς αὐτὸν περὶ τούτων, καὶ ἐλυπή θη λίαν διὰ τὴν τοῦ ἀμηρᾶ ὑπερηφάνειαν καὶ εὐθὺς στρατὸν μισθοφορικὸν πολὺν συνά ξας καὶ τὸν αὑτοῦ ἑτοιμάσας καὶ πολλοὺς ἑτέρους αὐθέντας προσκαλεσάμενος εἰς βοή θειαν, ἄνευ τινὸς μισθοῦ ἢ ὀψωνίου καὶ μετὰ πλείστης χαρᾶς καὶ γενναίας ψυχῆς καὶ ἀνδρικοῦ φρονήματος διήρχετο ὁ λαμπρὸς οὗτος στρατὸς καὶ πάντα τοῖς ποσὶν ὑπέτασσον, τὰ τῶν Τουρκῶν φρούρια ἁλῶν καὶ σκυλεύων καὶ ἀφανίζων, ἕως καὶ τῆς Νικοπόλεως πε ράσαντες ἔφθασαν, καθάπερ ὕλη ἐπιτυχοῦσα φλογὶ ἰσχυρᾷ. Εἶτα ὁ βασιλεὺς Σιγισμόνδος καὶ ἑτέρους θέλων στρατηγῆσαι κατὰ τοῦ Μπαγιαζήτου πρέσβυν στείλας λάθρα πρὸς τὸν βασιλέα κὺρ Μανουὴλ καὶ τοὺς ἑτέρους αὐθέντας, ὧν ἔφημεν, ἵνα ἕτοιμοι καὶ προπαρασκευασμένοι οὗτοι ὦσι καὶ τὸν ἐχθρὸν τῆς πίστεως, εἰ δυνατόν, ἀφανίσωσι, αὐτοὶ τὸν καιρὸν ὡς γῆ διψῶσα τὸν ὄμβρον ἐξ οὐρανοῦ ἀναμένοντες, τὸν πρέσβυν μετὰ χαρᾶς δεξάμενοι, τὰ πρὸς ἀνάγκην τοῦ πολέμου καὶ αὐτοὶ λαθραίως ἡτοίμαζον. Ὁ Μπαγιαζήτης οὖν ἀκούσας τὴν Σιγισμόνδου βασιλέως ἔφοδον, εἰς λογισμοὺς οὐκ ὀλί γους καὶ φόβον ἐνέπεσε, τὸν στρατὸν αὑτοῦ ἑτοίμως καὶ μετὰ βίας συναθροίσας