19
πλημμελήμασι μνήμης ἀεὶ συνεστώς, οὐκ ἀπογενήσεταί ποτε, διότιπερ οὐσιωδῶς ἐμπέφυκέ πως τῷ Θεῷ πρὸς τὴν κτίσιν, ποιούμενος ἔκδηλον αὐτοῦ πᾶσι τὴν φυσικὴν αἰδεσιμότητα τῆς ὑπὲρ πᾶσαν βασιλείαν τε καὶ δύναμιν ὑπεροχῆς, ὁ τοίνυν μὴ φοβούμενος τὸν Θεὸν ὡς κριτήν, ἀλλ᾽ αἰδούμενος αὐτὸν διὰ τὴν ὑπερβάλλουσαν τῆς ἀπείρου δυνάμεως 14Β_088 ὑπεροχήν, οὐκ ἔχει δικαίως ὑστέρημα, τέλειος ὑπάρχων ἐν τῇ ἀγάπῃ, μετ᾽ αἰδοῦς καὶ τῆς πρεπούσης σεβασμιότητος ἀγαπῶν τὸν Θεόν, καὶ οὗτός ἐστιν ὁ κτησάμενος τὸν διαμένοντα φόβον εἰς αἰῶνα αἰῶνος, καὶ οὐκ ἔστιν αὐτῷ ὑστέρημα τὸ παράπαν οὐδέν.
Συνᾴδουσιν οὖν ἀλλήλοις ὅ τε προφήτης καὶ ὁ εὐαγγελιστής, ὁ μὲν λέγων μὴ εἶναι τοῖς κατὰ τὸν ἁγνὸν φόβον τὸν Κύριον φοβουμένοις ὑστέρημα, ὁ δὲ τὸν φοβούμενον ὡς κριτὴν διὰ τὴν ἐρρυπωμένην συνείδησιν μὴ εἶναι τέλειον ἐν τῇ ἀγάπῃ. Κατὰ ταύτην τὴν ἐκδοχὴν τυχὸν καὶ ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ φοβερός ἐστιν ὁ Θεός, ὡς ἐγκεκραμένην φόβῳ ποιῶν τὴν τῶν ἀγαπώντων αὐτὸν καὶ περὶ αὐτὸν γενησομένων ἀγάπην. Φόβου γὰρ καθ᾽ ἑαυτὴν κεχωρισμένη ἡ ἀγάπη εἰς καταφρόνησιν πέφυκεν ὡς τὰ πολλὰ μεταπίπτειν, μὴ οἷον στομουμένης φόβῳ τῆς ἐξ αὐτῆς τικτομένης φυσικῶς παρρησίας.
Τί δὲ βούλεται τὸ περικύκλῳ αὐτοῦ λεγόμενον, εἰ δοκεῖ, κατανοήσωμεν. Ὁ γὰρ κυκλούμενος καὶ ἐμπρὸς καὶ ὀπίσω καὶ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν ἔχει τοὺς περικυκλοῦντας αὐτόν. Ἐπειδὴ τοίνυν καὶ ὁ Κύριος ἔχει τοὺς περικυκλοῦντας, νοήσωμεν τοὺς μὲν ὀπίσω τοὺς διὰ τῶν ἐντολῶν κατὰ τὴν πρακτικὴν ἀρετὴν ἀμέμπτως ὀπίσω Κυρίου τοῦ Θεοῦ πορευθέντας, τοὺς ἐξ ἀριστερῶν δὲ τοὺς τὴν φυσικὴν ἐν πνεύματι θεωρίαν μετὰ τῆς τῶν κριμάτων εὐσεβοῦς ἀναλήψεως κατορθώσανταςφησὶ γὰρ περὶ τῆς σοφίας ἡ τῶν Παροιμιῶν βίβλος ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα , τοὺς ἐκ δεξιῶν δὲ τοὺς καθαρὰν αἰσθητῆς φαντασίας δεξαμένους τὴν ἄϋλον γνῶσιν τῶν νοητῶνἐν γὰρ τῇ δεξιᾷ αὐτῆς, φησί, ἔτη ζωῆς, τοὺς δὲ ἐμπρὸς τοὺς δι᾽ ὑπερβάλλουσαν περὶ τὸ θεῖον κάλλος ἐρωτικὴν τῆς κατὰ νοῦν ἐφέσεως ζέσιν ἀξιωθέντας τῆς πρόσωπον πρὸς πρόσωπον ἀπολαύσεως.
14Β_090 Εἰ δὲ καὶ ἄλλος ἐστὶ περὶ τούτου μείζων λόγος καὶ ὑψηλότερος, ὑμῖν καὶ τοῖς καθ᾽ ὑμᾶς θείοις ἀνδράσιν ἐστὶ ληπτός.
ΙΑ (11). ΠΕΡΙ ΤΟΥ ΤΙΣ Η ΑΡΧΗ ΤΩΝ ΜΗ ΤΗΡΑΣΑΝΤΩΝ ΑΥΤΗΝ ΑΓΓΕΛΩΝ. 11. ΕΡΩΤΗΣΙΣ ΙΑ' Τίς ἡ ἀρχὴ τῶν μὴ τηρησάντων αὐτὴν ἀγγέλων, καὶ τί τὸ οἰκητήριον ὃ
ἀπέλιπον, καὶ τίνες οἱ ἀΐδιοι δεσμοί, καὶ τί ὁ ζόφος ὑφ᾽ ὃν τετήρηνται, καὶ τί ἐν τῇ κρίσει τῆς μεγάλης ἡμέρας πείσονται;
Ἀπόκρισις. Ὁ μὲν ἀκριβὴς περὶ τούτων λόγος τοῖς ἀποστολικοῖς τὴν διάνοιαν μόνοις
ἔστω τετηρημένος, τοῖς ἀμέσως παρὰ τοῦ Λόγου διδαχθεῖσι τήν τε τῶν ὄντων γνῶσιν ἀψευδῆ καὶ τῆς ἐπὶ τοῖς οὖσι σοφῆς προνοίας τὴν ἀγαθὴν καὶ δικαίαν διεξαγωγήν, οἷα μηδὲν ἑαυτῶν καὶ τοῦ Λόγου κατὰ νοῦν ἀφεῖσι κωλυτικὸν διατείχισμα.
Ὅσον δ᾽ οὖν εἰς ἐμὲ φθάνει τὸν κάτω καὶ πολλὰ ἔχοντα τῆς τοῦ Λόγου πρὸς ἐμὲ κωλύματα διαβάσεως, ἀρχὴ τῶν μὴ τηρησάντων αὐτὴν ἀγγέλων ἐστὶν ὁ λόγος τυχόν, καθ᾽ ὃν ἐκτίσθησαν, ἢ ἡ δοθεῖσα πρὸς ἐκθέωσιν αὐτοῖς κατὰ χάριν φυσικὴ δυναστεία, ἢ πάλιν ἡ κατὰ τὴν ἀξίαν τῆς χάριτος τάξις τῆς στάσεως. Τὸ δὲ οἰκητήριόν ἐστιν ἢ ὁ οὐρανὸς ἢ ἡ κατὰ τὴν ἕξιν τῶν ὑπὲρ ἔννοιαν ἀγαθῶν σοφία, ἣν οἰκεῖν ἐδημιουργήθησανοἶδε γὰρ καὶ σοφίας οἶκον ὀνομάζειν ὁ λόγος, ἢ ἡ φρουρητικὴ τῶν δοθέντων αὐτοῖς φυσικῶν τε καὶ ἐπικτήτων ἀγαθῶν ἐπισκοπὴ τῆς