φωνεῖτέ με ὁ διδάσκαλος καὶ ὁ κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ»· ὅπου δέ· «Οὐκέτι ὑμᾶς λέγω δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε, τί τὸ θέλημα τοῦ κυρίου αὐτοῦ· ἀλλὰ λέγω ὑμᾶς φίλους», ὅτι διαμεμενήκατε «μετ' ἐμοῦ ἐν πᾶσι τοῖς πειρασμοῖς μου». 1.29.203 Οἱ οὖν κατὰ φόβον βιοῦντες, ὃν ἀπαιτεῖ ἀπὸ τῶν οὐ καλῶν δούλων ὁ θεὸς- ὡς ἀνέγνωμεν ἐν τῷ Μαλαχίᾳ· «Εἰ κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ φόβος μου;» -δοῦλοι τυγχάνουσι κυρίου τοῦ σωτῆρος αὐτῶν καλουμένου. 1.29.204 Ἀλλὰ διὰ τούτων πάντων οὐ σαφῶς ἡ εὐγένεια παρίσταται τοῦ υἱοῦ, ὅτε δὲ τὸ «Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε» λέγεται πρὸς αὐτὸν ὑπὸ τοῦ θεοῦ, ᾧ ἀεί ἐστι τὸ «σήμερον», - οὐκ ἔνι γὰρ ἑσπέρα θεοῦ, ἐγὼ δὲ ἡγοῦμαι, ὅτι οὐδὲ πρωΐα, ἀλλὰ ὁ συμπαρεκτείνων τῇ ἀγενήτῳ καὶ ἀϊδίῳ αὐτοῦ ζωῇ, ἵν' οὕτως εἴπω, χρόνος ἡμέρα ἐστὶν αὐτῷ σήμερον, ἐν ᾗ γεγέννηται ὁ υἱός-, ἀρχῆς γενέσεως αὐτοῦ οὕτως οὐχ εὑρισκομένης ὡς οὐδὲ τῆς ἡμέρας. 1.30.205 Προσθετέον τοῖς εἰρημένοις πῶς ἐστιν ὁ υἱὸς «ἀληθινὴ ἄμπελος». Τοῦτο δὲ δῆλον ἔσται τοῖς συνιεῖσιν ἀξίως χάριτος προφητικῆς τὸ «Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου». 1.30.206 Εἰ γὰρ ἡ καρδία τὸ διανοητικόν ἐστι, τὸ δὲ εὐφραῖνον αὐτὸ ὁ ποτιμώτατός ἐστι λόγος, ἐξιστῶν ἀπὸ τῶν ἀνθρωπικῶν καὶ ἐνθουσιᾶν ποιῶν καὶ μεθύειν μέθην οὐκ ἀλόγιστον ἀλλὰ θείαν, ἣν οἶμαι καὶ Ἰωσὴφ τοὺς ἀδελφοὺς μεθύειν ποιεῖ, εὐλόγως ὁ τὸν εὐφραί νοντα καρδίαν ἀνθρώπου οἶνον φέρων «ἄμπελός» ἐστιν «ἀληθινή»· διὰ τοῦτο «ἀληθινή», ἐπεὶ βότρυς ἔχει τὴν ἀλήθειαν καὶ κλήματα τοὺς μαθητάς, μιμητὰς αὐτοῦ καὶ αὐτοὺς καρποφοροῦντας τὴν ἀλήθειαν. 1.30.207 Ἔργον δὲ διαφορὰν παραστῆσαι ἄρτου καὶ ἀμπέλου, ἐπεὶ οὐ μόνον ἄμπελος ἀλλὰ καὶ ἄρτος ζωῆς εἶναί φησιν. 1.30.208 Ὅρα δὲ μήποτε, ὥσπερ ὁ ἄρτος τρέφει καὶ ἰσχυροποιεῖ καὶ στηρίζειν λέγεται καρδίαν ἀνθρώπου, ὁ δὲ οἶνος ἥδει καὶ εὐφραίνει καὶ διαχεῖ, οὕτως τὰ μὲν ἠθικὰ μαθήματα, ζωὴν περιποιοῦντα τῷ μανθάνοντι καὶ πράττοντι, ἄρτος ἐστὶ τῆς ζωῆς-οὐκ ἂν ταῦτα γεννήματα λέγοιτο τῆς ἀμπέλου-, τὰ δὲ εὐφραίνοντα καὶ ἐνθουσιᾶν ποιοῦντα ἀπόρρητα καὶ μυστικὰ θεωρήματα, τοῖς κατατρυφῶσι τοῦ κυρίου ἐγγινόμενα καὶ οὐ μόνον τρέ φεσθαι ἀλλὰ καὶ τρυφᾶν ποθοῦσιν, ἔστιν ἀπὸ τῆς ἀληθινῆς ἀμπέλου ἐρχόμενα, «οἶνος» καλούμενα. 1.31.209 Πρὸς τούτοις δὲ <ἐπιστατέον> τῷ πῶς «πρῶτος καὶ ἔσχατος» <εἶναι> ἐν τῇ Ἀποκαλύψει ἀνα γέγραπται, ἕτερος κατὰ τὸ πρῶτος εἶναι τυγχάνων τοῦ Α καὶ τῆς ἀρχῆς, καὶ κατὰ τὸ ἔσχατος οὐχ ὁ αὐτὸς τῷ Ω καὶ τῷ τέλει. 1.31.210 Ἡγοῦμαι τοίνυν τῶν λογικῶν ζῴων ἐν πολλοῖς εἴδεσι χαρακτηριζομένων, εἶναί τι πρῶτον αὐτῶν καὶ δεύτερον καὶ τρίτον καὶ τὰ καθεξῆς ἕως ἐσχάτου. 1.31.211 Καὶ τὸ μὲν ἀκριβὲς εἰπεῖν τί πρῶτον καὶ ποῖον τὸ δεύτερον καὶ ἐπὶ τίνος ἀληθὲς τὸ τρίτον καὶ οὕτως μέχρι τοῦ τελευταίου φθάσαι οὐ πάνυ τι ἀνθρώπινον, ἀλλὰ ὑπὲρ τὴν ἡμετέραν ἐστὶ φύσιν. Στῆναι δὲ καὶ περιλαλῆσαι τὰ εἰς τὸν τόπον ὡς οἷοί τέ ἐσμεν πειρα σόμεθα. 1.31.212 Εἰσί τινες θεοὶ ὧν ὁ θεὸς θεός ἐστιν, ὡς αἱ προφητεῖαί φασιν· «Ἐξομολογεῖσθε τῷ θεῷ τῶν θεῶν» καὶ «Θεὸς θεῶν ἐλάλησε κύριος, καὶ ἐκάλεσε τὴν γῆν»· θεὸς δὲ κατὰ τὸ εὐαγγέλιον «οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων»· ζῶντες ἄρα εἰσὶ καὶ οἱ θεοί, ὧν ὁ θεὸς θεός ἐστι. 1.31.213 Καὶ ὁ ἀπόστολος δὲ γράφων ἐν τῇ πρὸς Κορινθίους· «Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί» κατὰ τὰ προφητικὰ τὸ τῶν θεῶν ἐξείληφεν ὄνομα ὡς τυγχανόντων. 1.31.214 Εἰσὶ δὲ παρὰ τοὺς θεούς, ὧν ὁ θεὸς θεός ἐστιν, ἕτεροί τινες οἳ καλοῦνται «θρόνοι» καὶ ἄλλοι λεγόμενοι «ἀρχαί, κυριότητές τε καὶ ἐξουσίαι» παρὰ τούτους ἄλλοι. 1.31.215 ∆ιὰ δὲ τὸ «Ὑπὲρ πᾶν ὄνομα ὀνομαζόμενον οὐ μόνον ἐν τούτῳ τῷ αἰῶνι ἀλλὰ καὶ ἐν τῷ μέλλοντι» καὶ ἄλλα παρὰ ταῦτα οὐ πάνυ συνήθως ἡμῖν ὀνομαζόμενα δεῖ πιστεύειν εἶναι λογικά, ὧν ἕν τι γένος ἐκάλει Σαβαὶ <ὁ> Ἑβραῖος, παρ' ὃ ἐσχημα τίσθαι τὸν Σαβαώθ, ἄρχοντα ἐκείνων τυγχάνοντα, οὐχ ἕτερον τοῦ θεοῦ. Καὶ ἐπὶ πᾶσι θνητὸν λογικὸν ὁ ἄνθρωπος. 1.31.216 Ὁ τοίνυν τῶν ὅλων θεὸς πρῶτόν τι τῇ τιμῇ γένος λογικὸν πεποίηκεν, ὅπερ οἶμαι τοὺς καλουμένους θεούς, καὶ δεύτερον ἐπὶ τοῦ παρόντος καλείσθωσαν