ἐγγενομένη χρωτὶ ζῶντι, πὴ δὲ πᾶσαν ἀκαθαρσίαν ἀπολύει ὅλον λεπρὸν γεγονότα. Τότε γὰρ ἀκάθαρτος εἶναι λογίζεται, ὅτε χρὼς ζῶν, μετὰ τὸ ὁλόλεπρον γεγονότα, μιαίνεται τοῦ ζῶντος χρωτὸς τὴν ἐξ ὅλων λέπραν ....... εἶναι λεγο μένην. Ἡγοῦμαι γὰρ τὴν λέπραν ἀντὶ ἀλόγων λαμβάνεσθαι τῆς ψυχῆς παθημάτων, τὸν δὲ ζῶντα χρῶτα ἀντὶ τῆς λογικῆς καταστάσεως. ∆οκεῖ οὖν μοι μυστήριον παρέχειν ὁ λόγος. Ἐν γὰρ τῇ τῶν βρεφῶν ἡλικίᾳ ἀνέγκλητός ἐστιν ἡ ψυχὴ, τῆς ἀλο γίας ἀπολύουσα αὑτὴν παντὸς ψόγου. Ἐὰν δὲ ὀφθῇ χρὼς ζῶν ἐν αὐτῇ, ὅ ἐστιν, ἐὰν ἄρχηται τοῦ λόγου ὑποφύωσις, τότε ἀρχὴ τῆς ἁμαρτίας ὑφίσταται, ἕως ἐπικρατήσηται τοῦ χρωτὸς τοῦ ζῶντος, τουτέστι, τοῦ λόγου αὐξάνοντος καὶ τελειουμένου, ὅλος γένη ται ὁ χρὼς ζῶν, καὶ τέλεον ἡ λέπρα ἐξαφανισθῇ. ΚΕΦ. ΙΗʹ. Στίχ. κʹ. Τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, καὶ μὴ ψευδομαρτυρή σεις. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Ἐξελέγχεται δὲ ἐν τῷ λόγῳ Μαρκιωνιστῶν τε παράνοια καὶ Μανιχαίων, οἳ τὸν νόμον ἀλλότριον εἶναί φασι Χριστοῦ. Φησὶ γὰρ ὁ Μάρκος, ὅτι ἐμ 17.368 βλέψας αὐτῷ ὁ Ἰησοῦς ἠγάπησεν αὐτόν. Οὐκ ἂν δὲ ἐπὶ τῇ τοῦ ἀλλοτρίου πληρώσει ἠγάπησε τὸν περὶ ταῦτα παῤῥησιασάμενον. Ζήτησιν δὲ κινεῖ πῶς ἠγαπήθη ὁ μὴ μέλλων ἀκολουθεῖν ἐπὶ τὴν ζωήν. Ἔστι δὲ ἐπὶ μὲν τοῖς προτέροις ἀγάπης ἄξιος ὁ τὰ τοῦ νόμου φυλάξας· τῇ δὲ πρὸς τὸ τέλειον ὀλιγωρίᾳ τὴν ἐπὶ τοῖς πρόσθεν ἀγάπην οὐκ εἴασα γενέσθαι τελείαν. ΚΕΦ. ΙΘʹ. Στίχ. κθʹ. Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγῆ καὶ Βηθανίαν, πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ, Στίχ. λʹ. Εἰπών· Ὑπάγετε εἰς τὴν κατέναντι κώ μην, ἐν ᾗ, εἰσπορευόμενοι, εὑρήσετε πῶλον δεδεμένον, ἐφ' ὃν οὐδείς ποτε ἀνθρώπων ἐκά θισε. Λύοντες αὐτὸν, ἀγάγετε. Στίχ. λαʹ. Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· ∆ιὰ τί λύετε; οὕτως ἐρεῖτε αὐτῷ· Ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. Στίχ. λβʹ. Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι, εὗρον καθὼς εἶπεν αὐτοῖς. Στίχ. λγʹ. Λυόντων δὲ αὐτῶν τὸν πῶλον, εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον; Στίχ. λδʹ. Οἱ δὲ εἶπον· Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει Στίχ. λεʹ. Καὶ ἦγον αὐτὸν πρὸς Ἰησοῦν. Ὅπου γὰρ ὑπακοὴ καὶ ἱερὸς τόπος, ἐκεῖ ὁ Κύριος τοὺς ἀποστόλους λύσοντας πῶλον δεδεμένον, ἐφ' ὃν οὐδέποτε Μωϋσέως λόγος ἢ Ἡσαΐου, ἢ ἄλλου τινὸς τῶν προφητῶν ἐκάθισεν. Ὅτε δὲ ἦλθεν ὁ Χριστὸς, ὁ φύσει καὶ μόνος Κύριος, σιγῶσιν οἱ πολλοὶ πρὸ τοῦ κυριευθῆναι ὑπὸ τοῦ Σωτῆρος κύριοι. Ὅταν γάρ τις τῇ κακίᾳ δουλεύῃ, πολλῶν παθῶν δοῦλός ἐστι· τοῦ δὲ κυρίου ἅπαξ γενομένου, οὐ δύναται πολλοὺς κυρίους ἔχειν. Στίχ. λεʹ. Καὶ ἐπιῤῥίψας τις ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασε τὸν Ἰησοῦν Στίχ. λʹ. Πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ. Λαμβάνουσι μέντοι τὸν λόγον οἱ μαθηταὶ, καὶ ἐπικαθίζουσι ταῖς ψυχαῖς τῶν ἀκουόντων. Κοσμοῦσι δὲ ἡμᾶς καὶ αἱ καλαὶ πράξεις τῶν ἀποστόλων ἐπικείμεναι ἡμῖν. Θέλουσι γὰρ καὶ πατῶμεν αὐτῶν τὰ ἱμάτια, ἐξετάζοντες τοὺς ἀποστολικοὺς λόγους. ΚΕΦ. Κʹ. Στίχ. ιθʹ. Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμ ματεῖς ἐπιβαλεῖν ἐπ' αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν· ἔγνωσαν γὰρ, ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. Στίχ. κʹ. Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκα θέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, εἰς τὸ παραδοῦ ναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγου μένου. Στίχ. καʹ. Καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· ∆ι δάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδά σκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ' ἐπ' ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. Στίχ. κβʹ. Ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι, ἢ οὔ; 17.369 Στίχ. κγʹ. Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν, εἶπε πρὸς αὐτούς· Τί με πειράζετε; Στίχ. κδʹ. Ἐπιδείξατέ μοι δηνάριον. Τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; Ἀποκριθέντες δὲ εἶπον· Καίσαρος. Στίχ. κεʹ. Ἀποκριθεὶς δὲ εἶπεν αὐτοῖς· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Στίχ. κʹ. Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματα ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν. Ὑψηλότερον δέ· Ὁ ἄνθρωπος, ὡς ἐν τῇ Γενέσει γέγραπται, κατ' εἰκόνα Θεοῦ