οὖν ἀπὸ τῶν Γρα φῶν τὴν συντριβήν τινων κεῖσθαι ἐπ' ὠφελείᾳ. Εὕ ρομεν δὴ ἐν τῷ πεντηκοστῷ ψαλμῷ τὸ, «Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντε τριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξου δενώσει·» καὶ ἐν ἑτέρῳ προφήτῃ προστακτικῶς λεγόμενον τὸ, «Ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε.» Οὐκοῦν πνεῦμά ἐστιν ἐν ἡμῖν ὃ συν τρίψαι δεῖ, ἵνα συντριβὲν γένηται θυσία τῷ Θεῷ. Καὶ τί ἂν ἄλλο τοῦτο εἴη ἢ τὸ χεῖρον, ὅπερ ὑγιὲς μὲν εἶναι δοκεῖ ὅτε ἐνεργεῖ· συντέτριπται δὲ, ὅτε λόγῳ Θεοῦ τὰς δυνάμεις αὐτοῦ συνεθραύσαμεν. Ἀλλὰ καὶ καρδία τις ἐν ἡμῖν ὑπάρχει ποτὲ μέγα φρονοῦσιν ἐπὶ μοχθηροῖς δόγμασι σεσωματοποιημέ νοις εἰς ἑνότητα εἱρμοῦ ἐπιβλάβη ὁλόκληρος νομιζο μένη καὶ μετέωρος, ἣν ἀναγκαῖον συντρίψαι καὶ τα πεινῶσαι, ἵν', οὕτως ἀποθεμένη τὸ τοῦ ἐξουθενεῖσθαι ὑπὸ Θεοῦ εἶναι ἀξία, γένηται ἐν προσαγωγῇ παρὰ τῷ ἀμειβομένῳ τοὺς αἰσθομένους ἑαυτῶν, καὶ κακίζον τας μὲν τὴν πονηρὰν αὐτῶν διάθεσιν, προσφεύγον τας δὲ τῇ χρηστότητι τοῦ μόνου εὐεργετῆσαι αὐτοὺς δυναμένου Θεοῦ. Σαφὲς δὲ καὶ ἐκ τῶν προειρημένων καὶ τὸ, «Ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε.» Ὅνπερ οὖν τρόπον πνεῦμα συντετριμμένον θυσία προσ ακτέον τῷ Θεῷ, καὶ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην τῷ καλῶς αὐτὴν ἐν τούτοις γεγο νέναι οὐκ ἐξουθενεῖ ὁ Θεὸς, καὶ ὀλολυγμὸν ἀπὸ συν τριβῆς πνεύματος ἀναπεμπόμενον προσίεται· οὕτως συντριβήν τινα νοήσομεν ἣν ἐργάζεται ὁ Χριστὸς πειθόμενος τῷ δόντι αὐτῷ τὰ ἔθνη κληρονομίαν, καὶ τὴν κατάσχεσιν τὰ πέρατα τῆς γῆς, τὸ γεῶδες καὶ ὑλικὸν ἀπὸ τῶν παθῶν καὶ τῶν τῆς κακίας ἰδιωμάτων προσγενόμενον τῇ ψυχῇ συνθραύων, καθ' ὃ εἰδωλο λάτραι ἦσαν καὶ πόρνοι. Καὶ γὰρ λέγεται ἐν ἑβδομη κοστῷ ἑβδόμῳ ψαλμῷ· «Ὅτε ἀπέκτεινεν αὐτοὺς, τότε ἐζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεὸν, καὶ ἐμνήσθησαν, ὅτι ὁ Θεὸς βοηθὸς αὐτῶν ἐστι, καὶ ὁ Θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστιν.» Οὐκ ἄτοπον τοίνυν τὸ οὕτως ἀποκτίννυσθαι, 12.1112 ἢ ὡς σκεῦος κεραμέως συντρίβεσθαι· καὶ γὰρ οἱ ἁμαρτωλοὶ, ὅσον εἰσὶν ἁμαρτωλοὶ, ἐλογίσθησαν, ὡς φησιν ὁ προφήτης Ἱερεμίας, εἰς ἀγγεῖα ὀστράκινα, ἔργα χειρῶν κεραμέως. Τοῦ αὐτοῦ. Εἰ ποιμαίνει κατ' ἐπαγγελίαν Θεοῦ, ποιμὴν οὖν ὁ Χριστός. Ποιμὴν δέ ἐστι ποιμαί νων ἐν ῥάβδῳ σιδηρᾷ, καὶ ποιμὴν καλός. Τοῦ αὐτοῦ. Ῥάβδος Θεοῦ ἡ ἐξουσία, ἡ κατὰ τῶν ἀπειθούντων τιμωρία, τουτέστιν ἐν τῷ σταυρῷ· ἡ μὲν γὰρ ὕλη ξύλου, ἡ δὲ ἰσχὺς σιδηρᾶ. Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν, κ. τ. ἑ. Οὐκ ἀλλότριον μὲν τῆς χρηστότητος τοῦ Σωτῆρος τὸ τοῖς παραστᾶσι βασιλεῦσι τῆς γῆς μετὰ τῶν ἀρχόντων τῶν συναχθέν των κατ' αὐτοῦ λέγειν τὸ, «Καὶ νῦν, βασιλεῖς, σύν ετε·» εἰ γὰρ καὶ πρότερον ἀγνοήσαντες ἐπεβουλεύ σατε, ἀλλὰ νῦν συνέντες μετανοήσατε. Τῷ δὲ μὴ προσκεῖσθαι τὸ «τῆς γῆς,» μήποτε «βασιλεῖς» τοὺς ἁγίους φησίν· κυρίως γὰρ βασιλεὺς ὁ ἄρχειν ἐπιστάμενος ἀνυπευθύνως. Πῶς δὲ οὐ βασιλεὺς ὁ κληρονομῶν βασιλείαν οὐρανῶν, καὶ ἐσόμενος ἐν βασιλείᾳ τοῦ Θεοῦ; Καὶ δεῖ γε τὸν ἅγιον, ἀγωνιζό μενον βασιλεύειν, ἄρξασθαι ἀφ' αὑτοῦ καὶ τῶν ἰδίων κινημάτων. Τούτων γὰρ πρότερον βασιλεῦσαι δεῖ, μηκέτι βασιλευόμενον ὑπὸ τῆς ἁμαρτίας τῆς μεμελε τηκυίας βασιλεύειν ἐν τῷ θνητῷ ἡμῶν σώματι. ∆οκεῖ δὲ τὸ, «ἐπιστημώθητε,» ὡς Ἀκύλας ἐκδέδωκεν, ἐμ φατικώτερον εἶναι τοῦ «σύνετε,» προστάσσον ἐπι στήμην ἀναλαβεῖν οἰκείαν οὖσαν οὐκ ἄλλῳ τῳ ἢ τοῖς βασιλεῦσι· «Παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν.» Ὃν τρόπον διχῶς ἐξεδεξάμεθα τοὺς βασιλεῖς, οὕτως καὶ τοὺς κρίνοντας τὴν γῆν νοῆσαι ἡμᾶς δυνα τόν. Ἢ γὰρ οἱ ἄρχοντες οἱ συναχθέντες ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ κρίνον τες λέγοιντο ἂν τὴν γῆν, οἰκείου τοῖς ἄρχουσιν ἔργου τυγχάνοντος τοῦ κρίνειν· ἢ κρίνοντες τὴν γῆν οἱ ἅγιοι, ὡς δείξομεν. Τὸ δὲ, «παιδεύθητε,» ἤτοι δηλοῖ τὸ, τῇ παιδείᾳ καὶ διδασκαλίᾳ ἑαυτοὺς παράδοτε, ἢ τοῖς κολαστηρίοις τοῖς παιδεύουσι τοὺς τοιούτων φαρμά κων δεδεημένους. Εἰκὸς δὲ, ζητήσει τις εἰ κατὰ τὴν ἐν κολάσεσι παιδείαν προστάσσεταί τις παιδευθῆναι, καὶ