οὕτως ὡς τὰς μυίας ταύτας ἡμᾶς φοβεῖσθαι μᾶλλον ἢ ἐκεῖνον τοὺς δαίμονας. Αὕτη ἡ πολιτεία Μωσέως τοῦ Αἰθίοπος, ὃς καὶ αὐτὸς ἦν ἐν τοῖς μεγάλοις τῶν πατέρων συναριθμού μενος. Τελευτᾷ οὖν ἐτῶν ἑβδομήκοντα πέντε ἐν τῇ Σκήτει γενόμενος πρεσβύτερος, καταλιπὼν καὶ μαθητὰς ἑβδομή κοντα. 20 .tΠερὶ Παύλου 20.1 Ὄρος ἐστὶν ἐν τῇ Αἰγύπτῳ ἀπάγον ἐπὶ τὴν Σκῆτιν τὴν πανέρημον ὃ καλεῖται Φέρμη. Ἐν τούτῳ τῷ ὄρει κα θέζονται ὡς πεντακόσιοι ἄνδρες ἀσκούμενοι· ἐν οἷς καὶ Παῦλός τις, οὕτω καλούμενος, ταύτην ἔσχε τὴν πολιτείαν· οὐκ ἔργου ἥψατο, οὐ πραγματείας, οὐκ ἔλαβε παρά τινος παρεκτὸς οὗ ἤσθιεν. Ἔργον δὲ αὐτῷ καὶ ἄσκησις γέγονε τὸ ἀδιαλείπτως προσεύχεσθαι. Τετυπωμένας οὖν εἶχεν εὐχὰς τριακοσίας, τοσαῦτα οὖν ψηφία συνάγων καὶ ἐν τῷ κόλπῳ κατέχων, καὶ ῥίπτων καθ' ἑκάστην εὐχὴν ἔξω τοῦ κόλπου μίαν ψῆφον. 20.2 Οὗτος παραβαλὼν συντυχίας ἕνεκεν τῷ ἁγίῳ Μακαρίῳ τῷ λεγομένῳ πολιτικῷ, λέγει αὐτῷ· "Ἀββᾶ Μακάριε, θλίβομαι". Ἠνάγκασεν οὖν αὐτὸν εἰπεῖν διὰ ποίαν αἰτίαν. Ὁ δὲ λέγει αὐτῷ· "Ἐν κώμῃ τινὶ παρθένος κατοικεῖ τις τριακοστὸν ἔτος ἔχουσα ἀσκουμένη· περὶ ἧς μοι διηγήσαντο ὅτι παρεκτὸς σαββάτου ἢ κυριακῆς οὐδέποτε γεύεται· ἀλλὰ τὸν χρόνον ὅλον ἕλκουσα τὰς ἑβδομάδας διὰ πέντε ἐσθίουσα ἡμερῶν ποιεῖ εὐχὰς ἑπτακοσίας. Καὶ ἀπευ δόκησα ἐμαυτοῦ τοῦτο μαθὼν ὅτι ὑπὲρ τὰς τριακοσίας οὐκ ἠδυνήθην ποιῆσαι". 20.3 Ἀποκρίνεται αὐτῷ ὁ ἅγιος Μακάριος· "Ἐγὼ ἑξηκοστὸν ἔτος ἔχω τεταγμένας ἑκατὸν εὐχὰς ποιῶν καὶ τὰ πρὸς τροφὴν ἐργαζόμενος καὶ τοῖς ἀδελφοῖς τὴν ὀφειλὴν τῆς συντυχίας ἀποδιδούς, καὶ οὐ κρίνει με ὁ λογισμὸς ὡς ἀμελήσαντα. Εἰ δὲ σὺ τριακοσίας ποιῶν ὑπὸ τοῦ συνειδότος κρίνῃ, δῆλος εἶ καθαρῶς αὐτὰς μὴ εὐχό μενος, ἢ δυνάμενος πλείονας εὔχεσθαι καὶ μὴ εὐχόμενος". 21 .tΠερὶ Εὐλογίου καὶ τοῦ λελωβημένου 21.1 Κρόνιός μοι διηγήσατο ὁ πρεσβύτερος τῆς Νιτρίας ὅτι "Νεώτερος ὢν καὶ ἀκηδίας χάριν φυγὼν ἐκ τῆς μονῆς τοῦ ἀρχιμανδρίτου μου, ἀλώμενος ἔφθασα ἕως τοῦ ὄρους τοῦ ἁγίου Ἀντωνίου. Ἐκάθητο δὲ μεταξὺ Βαβυλῶνος καὶ Ἡρακλέους εἰς τὴν πανέρημον τὴν φέρουσαν κατὰ θάλασσαν τὴν ἐρυθρὰν ὡς ἀπὸ τριάκοντα σημείων τοῦ ποταμοῦ. Ἐλ θὼν οὖν αὐτοῦ εἰς τὸ μοναστήριον τὸ παρὰ τὸν ποταμόν, ἔνθα οἱ τούτου μαθηταὶ ἐκαθέζοντο εἰς τὸ λεγόμενον Πίσπιρ Μακάριος καὶ Ἀμάτας οἳ καὶ ἔθαψαν αὐτὸν κοιμηθέντα, ἐξεδεξάμην ἡμέρας πέντε ἵνα συντύχω τῷ ἁγίῳ Ἀντωνίῳ. 21.2 Ἐλέγετο γὰρ παραβάλλειν τῷ μοναστηρίῳ τούτῳ, ποτὲ μὲν διὰ δέκα, ποτὲ δὲ διὰ εἴκοσι, ποτὲ δὲ διὰ πέντε ἡμερῶν, καθὼς ἂν αὐτὸν ὁ θεὸς ἦγεν ἐπ' εὐεργεσίᾳ τῶν παρατυγχα νόντων τῷ μοναστηρίῳ. ∆ιάφοροι οὖν συνήχθησαν ἀδελφοί, διαφόρους ἔχοντες χρείας· ἐν οἷς καὶ Εὐλόγιός τις Ἀλεξαν δρεὺς μονάζων καὶ ἄλλος λελωβημένος, οἳ καὶ παρεγένοντο δι' αἰτίαν τοιάνδε. 21.3 Οὗτος ὁ Εὐλόγιος σχολαστικὸς ὑπῆρχεν ἐκ τῶν ἐγκυκλίων παιδευμάτων, ὃς ἔρωτι πληγεὶς ἀθανασίας ἀπετάξατο τοῖς θορύβοις, καὶ πάντα διασκορπίσας τὰ ὑπάρχοντα κατέλιπεν ἑαυτῷ βραχέα νομίσματα, ἐργά σασθαι μὴ δυνάμενος. Ἀκηδιῶν οὖν καθ' ἑαυτὸν καὶ μήτε εἰς συνοδίαν βουλόμενος εἰσελθεῖν μήτε μόνος πληροφο ρούμενος, εὗρέ τινα κατὰ τὴν ἀγορὰν ἐρριμμένον λελωβημέ νον ὃς οὔτε χεῖρας εἶχεν οὔτε πόδας. Τούτῳ μόνη ἡ γλῶττα ἀκατάτριπτος ὑπῆρχε πρὸς συμφορὰν τῶν ἐντυγχανόντων. 21.4 Ὁ οὖν Εὐλόγιος στὰς ἐνατενίζει αὐτῷ καὶ προσεύχε ται τῷ θεῷ, καὶ τίθεται διαθήκην μετὰ τοῦ θεοῦ ὅτι "Κύριε, ἐπὶ τῷ ὀνόματί σου λαμβάνω τοῦτον τὸν λελωβημένον καὶ διαναπαύω αὐτὸν μέχρι θανάτου, ἵνα διὰ τούτου κἀγὼ σωθῶ. Χάρισαί μοι ὑπομονὴν τῆς τούτου ὑπηρεσίας". Καὶ προσ ελθὼν τῷ λελωβημένῳ λέγει αὐτῷ· "Θέλεις, ὁ μέγας, λαμβάνω σε εἰς τὴν οἰκίαν καὶ διαναπαύω σε;" Λέγει αὐτῷ· "Καὶ πάνυ". "Οὐκοῦν, φησί, φέρω ὄνον καὶ λαμβάνω σε;" Συνέθετο. Ἐνέγκας οὖν ὄνον ἦρεν αὐτόν, καὶ ἀπήνεγκεν εἰς τὸ ἴδιον ξενίδιον, καὶ ἦν αὐτοῦ ἐπιμελούμενος. 21.5 ∆ιακαρ τερήσας οὖν ὁ λελωβημένος ἐπὶ ἔτη δεκαπέντε ἐνοσοκομεῖτο παρ' αὐτοῦ, λουόμενος καὶ θεραπευόμενος ταῖς χερσὶ τοῦ