τοὺς πολιτικοὺς θορύβους ἐξέφυγον. καὶ ὁ μὲν Ἠλίας ᾤκει τὸν Κάρμηλον, ὁ δὲ Ἰωάννης ἐν τῇ ἐρήμῳ διέτριβε καὶ κατὰ τὰ ἄλλα δὲ πλείστη ἐτύγχανεν αὐτοῖς ἡ ὁμοιότης. καὶ τοῦτο δηλοῖ ὁ Χριστὸς λέγων, ὅτι ἦλθεν Ἠλίας, ἀλλ' οὐκ ἔγνωσαν αὐτόν, τοῦτ' ἔστιν ὁ Ἰωάννης ὁ κατὰ πάντα ὅμοιος αὐτῷ. 73 Mt 17, 19 21 Τοῦ μὴ τυχεῖν τῆς ἰάσεως τὸν δαιμονιζόμενον τρία ᾐτιάσατο· τὴν ἀπιστίαν τῶν παρεστώτων καὶ διαστροφὴν τῆς γνώμης, τὴν περὶ τὰ σημεῖα τῶν μαθητῶν ὀλιγοπιστίαν, τὴν τοῦ δεομένου τῆς ἰάσεως γαστριμαργίαν καὶ ἀδηφαγίαν καὶ τὸ ἐρρᾳθυμημένον εἰς προσευχήν· ἐνίοτε γὰρ καὶ ἡ τῶν προσιόντων μόνη διάθεσις σφοδρὰ καὶ σύντονος οὖσα ἐκβιάζεται τὴν ἴασιν, ἄλλοτε δὲ τοῦ ἰατροῦ ἡ ἄφατος ἰσχὺς καὶ ἡ δύναμις, ἐνιαχοῦ δὲ καὶ τῶν ὁρώντων καὶ παρεστώτων ἡ ἐπιστροφὴ καὶ ἡ σωτηρία. εἰπὼν οὖν ὁ δεσπότης τοῦτο δὲ τὸ γένος οὐκ ἐξέρχεται δύο τινὰ παρεδήλωσεν καὶ τοὺς μαθητὰς παρεμυθήσατο· μὴ νομίσητε, φησίν, ὅτι τὸ πᾶν τῆς ὑμῶν ὀλιγοπιστίας γέγονεν, ἀλλὰ μέγα γέγονεν ἐμπόδιον εἰς τὴν σφῶν αὐτῶν σωτηρίαν τὸ γαστρίμαργον καὶ πρὸς εὐχὴν ἀφιλόπονον τῶν δεομένων τῆς ἰάσεως. πάλιν δὲ καὶ θεραπείας παρέδωκεν θείαν καὶ σοφὴν ὄντως μέθοδον τὴν νηστείαν καὶ προσευχὴν τῶν πασχόντων, δι' ὧν οὐ μόνον δαιμόνων ἐπηρείας, ἀλλὰ καὶ τῶν ἄλλων παθῶν ἀπαλλαγῆναι δυνάμεθα. Τοῦ μὴ τυχεῖν τῆς ἰάσεως τρία εἰσὶν αἴτια, ἀπιστία τῶν παρεστώτων καὶ ἡ περὶ τὰ θαύματα ὀλιγοπιστία τῶν μαθητῶν καὶ ἡ τοῦ δαιμονιζομένου γαστριμαργία καὶ ἀδηφαγία. 74 Mt 18, 8 9 Εἰπὼν περὶ τῶν σκανδάλων καὶ ταλανίσας τὸν κόσμον διὰ τὴν ἐπισπορὰν καὶ τὸν πληθυσμὸν αὐτῶν ταλανίζει καὶ τὸν ἄνθρωπον τὸν ἐργάτην καὶ εἰσαγωγέα αὐτῶν. δείκνυσι διὰ τοῦ ταλανισμοῦ, ὅτι οὐ μόνον οὐ προσῆκεν τῶν σκανδάλων εἶναι ἡμᾶς αὐτουργούς, ἀλλ' οὐδὲ τοὺς ταῦτα πράττοντας ἀποδέχεσθαι, ἀλλὰ ταλανίζειν καὶ ἐκτρέπεσθαι αὐτούς· ἡ γὰρ μετ' αὐτῶν φιλία καὶ συναναστροφὴ εἰς μίμησιν κατὰ μικρὸν ἐκκαλεῖται καὶ πρᾶξιν τὴν αὐτήν. εἶτα ἵνα μή τις εἴπῃ, τί δέ; ἂν φίλος ᾖ ὁ τοιοῦτος, ἂν τῶν συγγενῶν ὁ ἐπέραστος, ἂν τῶν συνοικούντων ὁ τιμιώτατος, πῶς καὶ τοῦτον χρὴ ἀποστρέφεσθαι, ἐπάγει αὐτὸς τὴν τοιαύτην ἀμφισβήτησιν προφθάσας καὶ τὸν λογισμὸν ἐκτεμῶν, ὅτι κἂν φίλος ᾖ ὥστε ἐν τάξει αὐτὸν ἔχειν σε ὀφθαλμοῦ καὶ δι' αὐτοῦ πολλὰ δοκεῖν τῶν χρησίμων σοι καθορᾶν, κἂν συγγενής, ὥστε τόπον αὐτὸν ἔχειν χειρὸς καὶ συνεργὸν εὑρίσκειν ἐν πολλοῖς, κἂν ἄλλος τίς ἐστιν, δι' οὗ σοι πᾶσα ἡ κατὰ τὸν βίον ἐξομαλίζεται τρίβος, ὅστις ἂν οὖν ᾖ τοῦτόν σοι διακείμενος τὸν τρόπον, ὅμως δὲ σκανδάλων ἐστὶν ἐργάτης καὶ δημιουργός, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ, ἀποκολλήθητι αὐτοῦ, φύγε τῆς αὐτοῦ συναναστροφῆς τὴν βλάβην καὶ τὸν μεταλαμβανόμενον ἰόν. ἂν δὲ τοὺς οὕτως ἡμῖν κατὰ τὸν βίον χρησίμους βλάβην προξενοῦντας ψυχικὴν ἐκτρέπεσθαι χρή, πῶς οὐ πολλῷ πλέον τοὺς μετὰ τῆς ψυχικῆς βλάβης μηδὲ συμφέρον τι κατὰ τὸν βίον συνεισάγοντας ἡμῖν. Πλεῖστα περὶ τῶν σκανδάλων εἰπὼν ὁ σωτὴρ καὶ θρηνήσας τὸν κόσμον, θρηνεῖ καὶ τὸν ἄνθρωπον ὡς ἐργάτην τῶν κακῶν δεικνύς, ὅτι οὐ μόνον χρὴ τὰ σκάνδαλα ἐκφεύγειν καὶ ἀποτρέπεσθαι, ἀλλὰ καὶ τοὺς τοιαῦτα πράσσοντας μὴ ἀποδέχεσθαι· τὴν γὰρ μετὰ τούτων ἀναστροφὴν εἰς μίμησιν αὐτῶν ἐκκαλεῖσθαι τοὺς ἀνθρώπους ἀναγκαῖον. Κἂν φιλικῶς εἴη τις πρός σε διακείμενος, εἴη δὲ ἐργάτης τε καὶ δημιουργὸς τῶν κακῶν, ἀποκολλήθητι αὐτοῦ τὴν βλάβην ἐκκλίνων τῆς ψυχῆς καὶ τὸν ἐκ τῆς συνουσίας αὐτοῦ ἰόν. 75 Mt 18, 15 18 Ὑπὸ μεγάλην κατάκρισιν ἀγαγὼν τοὺς σκανδαλίζοντας καὶ ἁμαρτάνοντας εἰς τοὺς πλησίον νῦν τρέπει τὸν λόγον καὶ εἰς τοὺς ἠδικῆσθαι νομιζομένους καί φησιν· καὶ σὺ δὲ αὐτὸς ὁ ἠδικῆσθαι καὶ ἠτιμῶσθαι νομίζων μὴ ἀναπέσῃς μηδὲ τὴν εἰς σὲ τοῦ πλησίον ἁμαρτίαν ζημίαν ποιήσῃς· δύνασαι ταύτην καὶ εἰς μέγα κέρδος καταστῆσαι. πῶς καὶ τίνα τρόπον; ἂν ἀπελθὼν εἰς τὸν ἁμαρτήσαντα ἐπιδείξῃς αὐτῷ τὸ ἁμάρτημα, παραστήσεις αὐτῷ τὸν διὰ τοῦ πράγματος ἔλεγχον· πολλοὶ γὰρ κατὰ τὸν καιρὸν τοῦ πάθους ἐπισκοτιζόμενοι τῇ