Μωϋσῆν καὶ Ἀαρὼν καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου. Καὶ μετ' ὀλίγα. Μωϋσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα, Ἀαρὼν δὲ ὁ ἀδελφὸς αὐτοῦ ὀγδοήκοντα τριῶν ἦν ἐτῶν, ἡνίκα ἐλάλησαν πρὸς Φαραώ. καὶ εἶπε κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρὼν λέγων, Καὶ ἐὰν λαλήσῃ πρὸς ὑμᾶς Φαραὼ λέγων, ∆ότε ἡμῖν σημεῖον ἢ τέρας. καὶ ἐρεῖς Ἀαρὼν τῷ ἀδελφῷ σου, Λάβε τὴν ῥάβδον, καὶ ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν ἐναντίον Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ ἔσται δράκων. εἰσῆλθεν δὲ Μωϋσῆς καὶ Ἀαρὼν ἐναντίον 129 Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ ἐποίησαν οὕτως, καθάπερ ἐνετείλατο αὐτοῖς κύριος, καὶ ἔῤῥιψεν Ἀαρὼν τὴν ῥάβδον αὐτοῦ ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ ἐγένετο δράκων. συνεκάλεσε δὲ Φαραὼ τοὺς σοφιστὰς καὶ τοὺς φαρμακούς, καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως, καὶ ἔῤῥιψεν ἕκαστος τὴν ῥάβδον αὐτοῦ, καὶ ἐγένοντο δράκοντες. καὶ κατέπιεν ἡ ῥάβδος Ἀαρὼν τὰς ἐκείνων ῥάβδους. καὶ κατίσχυσεν ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησεν αὐτοῖς κύριος. εἶπε δὲ κύριος πρὸς Μωϋσῆν, Βεβάρυνται ἡ καρδία Φαραὼ τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν. βάδισον πρὸς Φαραὼ τὸ πρωί, ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ. καὶ σὺ ἔσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ, καὶ τὴν ῥάβδον ταύτην τὴν στραφεῖσαν εἰς ὄφιν λήψῃ ἐν τῇ χειρί σου, καὶ ἐρεῖς πρὸς αὐτόν, Κύριος ὁ θεὸς τῶν Ἑβραίων ἀπέσταλκέ με πρὸς σὲ λέγων, Ἀπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι ἐν τῇ ἐρήμῳ, καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτου. τάδε λέγει κύριος, Ἐν τούτῳ γνώσει ὅτι ἐγὼ κύριος· ἰδοὺ ἐγὼ τύπτω τῇ ῥάβδῳ τῇ ἐν τῇ χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ, καὶ μεταβαλεῖ εἰς αἷμα, καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ τελευτήσουσι, καὶ ἐποζέσει ὁ ποταμός, καὶ οὐ δυνήσονται οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ. εἶπε δὲ κύριος πρὸς Μωϋσῆν, Εἶπον Ἀαρὼν τῷ ἀδελφῷ σου, Λάβε τὴν 130 ῥάβδον σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτῶν καὶ ἐπὶ τὰς διώρυγας αὐτῶν καὶ ἐπὶ τὰ ἕλη αὐτῶν καὶ ἐπὶ πᾶν συνεστηκὸς ὕδωρ αὐτῶν, καὶ ἔσται αἷμα. καὶ ἐγένετο αἷμα ἐν πάσῃ γῇ Αἰγύπτῳ, ἔν τε τοῖς ξύλοις καὶ ἐν τοῖς λίθοις. καὶ ἐποίησαν οὕτως Μωϋσῆς καὶ Ἀαρών, καθάπερ ἐνετείλατο κύριος αὐτοῖς. καὶ ἐπάρας Ἀαρὼν τὴν ῥάβδον αὐτοῦ ἐπάταξε τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ μετέβαλε πᾶν τὸ ὕδωρ τὸ ἐν ποταμῷ εἰς αἷμα. καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ ἐτελεύτησαν, καὶ ἐπώζεσεν ὁ ποταμός, καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἐκ τοῦ ποταμοῦ, καὶ ἦν τὸ αἷμα ἐν πάσῃ γῇ Αἰγύπτῳ. ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν, καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ εἶπεν κύριος. ἐπιστραφεὶς δὲ Φαραὼ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ· καὶ οὐκ ἐπέστησε τὸν νοῦν αὐτοῦ οὐδὲ ἐπὶ τοῦτο. ὤρυξαν δὲ πάντες οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ, ὥστε πιεῖν ὕδωρ, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ. καὶ ἀνεπληρώθησαν ἑπτὰ ἡμέραι μετὰ τὸ πατάξαι κύριον τὸν ποταμόν. Εἶπε δὲ κύριος πρὸς Μωϋσῆν, Εἴσελθε πρὸς Φαραώ, καὶ ἐρεῖς πρὸς αὐτόν, Τάδε λέγει κύριος, Ἐξαπόστειλον τὸν λαόν 131 μου, ἵνα μοι λατρεύσωσιν. εἰ δὲ μὴ βούλει σὺ ἐξαποστεῖλαι, ἰδοὺ ἐγὼ τύπτω πάντα τὰ ὅριά σου βατράχοις, καὶ ἐξερεύξεται ὁ ποταμὸς βατράχους, καὶ ἀναβάντες εἰσελεύσονται εἰς τοὺς οἴκους σου καὶ εἰς τὰ ταμεῖα τῶν κοιτώνων σου καὶ ἐπὶ τῶν κλινῶν σου καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου καὶ ἐν τοῖς φυράμασί σου καὶ ἐν τοῖς κλιβάνοις σου, καὶ ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τοὺς θεράποντάς σου ἀναβήσονται οἱ βάτραχοι. εἶπε δὲ κύριος πρὸς Μωϋσῆν, Εἶπον Ἀαρὼν τῷ ἀδελφῷ σου, Ἔκτεινον τῇ χειρί σου τὴν ῥάβδον σου ἐπὶ τοὺς ποταμοὺς καὶ ἐπὶ τὰς διώρυγας καὶ ἐπὶ