Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
καὶ καλῶς ἑτοιμάσας πρὸς τοὺς ἀντιπάλους ὥδευε. Φθασάντων δὲ τῶν στρατῶν ἐγγύς, τὸν πόλεμον ἀνῆψαν οἱ Γερμανοὶ πρῶτον καὶ οἱ Γαλάται καὶ συμπλοκῆς γενομένης διὰ κακοβουλίαν τὰ τῶν Χριστιανῶν ἐσφάλησαν, καὶ τὸ πᾶν ἀπώλεσαν στράτευμα καὶ φεύγοντες ἦσαν ἀμετάστρεπτοι. Καὶ ἐν τῷ φεύγειν οἱ Τοῦρκοι πολλοὺς ἀπέκτειναν καὶ ᾐχμαλώτιζον, οὐ μόνον ἀσήμου καὶ στρατοῦ κοινοῦ, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν περι φανῶν καὶ ἐνδόξων καὶ εὐγενῶν αὐθέντων, ἐν οἷς ἦσαν ὁ δοὺξ τῆς Μπουργουνδίας, ὁ κόμης τῆς Ἀβέρσας καὶ ὁ μέγας ἀρχιτρίκλινος τοῦ τῆς Φραγκίας ῥηγὸς καὶ ἕτεροι οὐκ ὀλίγοι περιφανεῖς καὶ ἔνδοξοι. Μόλις μετὰ βίας καὶ αὐτὸς ὁ βασιλεὺς Σιγισμόνδος μετὰ τοῦ πρωτεύοντος τὸν σταυρὸν φοροῦντος τῆς ἀδελφότητος Ῥόδου ἀκάτιον μι κρὸν τυχόντες εὑρεῖν καὶ ἐμβάντες, τὸν Ἴστρον ἐπέρασαν καὶ τὴν σωτηρίαν ἐπορίσαν το. Ὁ δὲ ἀμηρᾶς, πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν κερδήσας καὶ τῆς τοιαύτης θαυμαστῆς νίκης περιτυχὼν ἀνελπίστως καὶ δόξης ἔμπλεος καὶ χαρᾶς γενόμενος καὶ ἰδών, ὅτι ὁ βασιλεὺς κὺρ Μανουὴλ καὶ οἱ ἕτεροι αὐθέντες, περὶ ὧν ἔφημεν, οὐ κατὰ τὰς ὑποσχέ σεις καὶ συνηβάσεις, ἃς εἶχον ἀναμεταξὺ αὐτῶν, ἐποίησαν, ἵνα αὐτῷ ἀκολουθήσωσι, καὶ ἐνωτισθεὶς τὰ ὅσα οὗτοι ἐβουλεύοντο κατ' αὐτοῦ, μάχην μεγάλην κατὰ τοῦ βα σιλέως ἐκήρυξε καὶ ἐλθὼν τὴν Πόλιν διὰ ξηρᾶς καὶ θαλάσσης ἀπέκλεισεν ἐν ἔτει ʹ ʹ<εʹ>, πολιορκῶν αὐτὴν παντοιοτρόπως καιρὸν καὶ χρόνον πολύν. 202 χῃ. Ἐν τῷ τοῦ καιροῦ ἐκείνου διαλείμματι ὁ Ἰωάννης, ὁ τοῦ δεσπότου κὺρ Ἀνδρονίκου υἱὸς καὶ ἀνεψιὸς τοῦ βασιλέως κὺρ Μανουήλ, περὶ οὗ πολλάκις ἔφημεν, ἐγγὺς ὑπάρχων πάντοτε ἐκ πολλοῦ τῷ ἀμηρᾶ, καὶ σιτηρέσια μεγάλα εἶχεν ἐξ αὐ τοῦ, ἀκολουθὼν καὶ συνοδεύων αὐτῷ καὶ οἰκιακὸς ἦν πάντοτε καὶ φιλούμενος, μαθὼν ὅτι τινὲς διέβαλον αὐτὸν πρὸς τὸν ἀμηρᾶν, λέγοντες ὅτι οὐκ ὀρθῶς φρονεῖ πρὸς σέ, ὦ ἀμηρᾶ, ὁ Ἰωάννης, ἀλλ' ἐπίβουλός ἐστι· καὶ εἰ οὕτως οὐκ εἶχεν ἡ Πό λις καὶ ὁ βασιλεὺς ὁ θεῖος αὐτοῦ ὑπέκυπτεν ἂν καὶ ἐδουλώνετο, ἐνωτισθεὶς τὰ γε νόμενα καὶ τὰ περὶ αὐτοῦ θρυλλούμενα, φοβηθεὶς τὸ ὀξὺ καὶ ἀπότομον τοῦ Μπαγια ζήτου, ἵνα μὴν τὴν ζωὴν κινδυνεύσῃ, ἐν μιᾷ τῶν νυκτῶν ἔφυγε καὶ πρὸς τὸν θεῖον καὶ αὐτοκράτορα ἔρχεται. Ὃν ὁ βασιλεὺς καὶ θεῖος ἀσμένως ἐδέξατο, ὥσπερ τι δῶρον πο λυτελές, καὶ καταφιλήσας καὶ ἀγκαλίσας αὐτὸν καὶ τὰ πρέποντα σιτηρέσια σημειω σάμενος ἔδωσεν αὐτῷ. Ἡμερῶν οὖν παρελθουσῶν, ὁ βασιλεὺς ἐβουλήθη, ἵνα ἐν τῇ Ἰταλίᾳ ἔλθῃ καί τινα βοήθειαν αἰτήσῃ, λογιζόμενος ὡς ἀπολαύσειεν τῆς βοηθείας, ἐπειδὴ οἱ αὐτοὶ αὐθέντες ὑπῆρχον ἡ αἰτία τοῦ ἄραι τὸν ἀμηρᾶν τὴν μάχην κατὰ τῆς Πόλεως, ἣν ἐποίησε καὶ ποιεῖ ἕνεκεν τοῦ ἀπεσταλμένου παρ' αὐτῶν πρέσβεως, ὡς εἴ πομεν, δι' οὗ τὴν ὁμοφωνίαν ἐποίησαν, ἵνα ὦσι πάντοτε κατὰ τοῦ ἀμηρᾶ καὶ εἷς ὑπὲρ τοῦ ἑτέρου βοηθὸς ἔσηται καὶ ἀλλήλοις συναρωγεῖν. Καὶ ἐν τῷ μέλλειν ἐξιέναι τὸν βασιλέα ἐκ τῆς πόλεως, τὸν ἀνεψιὸν αὑτοῦ κὺρ Ἰωάννην καταλιπών, ἵνα διοικῇ καὶ κυβερνᾷ τὴν πόλιν καὶ ἀντιμάχηται τοῖς ἐναντίοις, ὁ δὲ βασιλεὺς τὴν δέσποιναν καὶ σύζυγον λαβὼν καὶ εἰς Πελοπόννησον ἐλθών, ἐν τῇ Σπάρτῃ ἐγγὺς τοῦ ἀδελφοῦ κὺρ Θεοδώρου τούτην εἴασεν· ὁ δὲ ἐν Ἰταλίᾳ ὁδεύει. Φθάσαντος οὖν τοῦ βασιλέως ἐν Ἑνετίᾳ κἀκεῖθεν πρὸς τὸν δοῦκα Μεδιολάνων ἐλθών, μετὰ τιμῆς μεγάλης καὶ δαψιλείας, ἔτι δὲ καὶ δορυφορίας ἐδέχθη καὶ ἵππους καὶ στρατιώτας πολλοὺς δώσας αὐτῷ, ἵνα πρὸς τὸν ῥῆγα Φραγκίας ἀπέλθῃ, ἐπαγγειλάμενος ὁ δοὺξ τῷ βασιλεῖ, ἐὰν καὶ ἕτεροι ὁμοφωνήσωσι, καὶ αὐτὸς ὁ δοὺξ ἰδίως καὶ αὐτομάτως ἔλθῃ καὶ τῷ βασιλεῖ καὶ τῇ Ῥωμαίων ἀρχῇ βοηθήσῃ καὶ μὴ ἐάσῃ κινδυνεύουσαν τὴν περιφανῆ καὶ ὡραίαν τῶν πόλεων βασιλεύουσαν. Ἐλθὼν οὖν ὁ βασιλεὺς καὶ πρὸς τὸν ῥῆγα Φραγκῶν, εὗρεν αὐ τὸν ἐν ἀσθενειᾷ βαρυτάτῃ καὶ ἕξω φρενῶν ὑπάρχοντα καὶ οἱ σύμβουλοι αὐτοῦ οὐκ εἶχόν τι ἀποκριθῆναι μόνοι καὶ ἄπρακτος ἐπὶ τὴν Κωνσταντινούπολιν ἐπανέστρεψεν. χῃι. Ἐπὶ οὗν ἔτους ʹαυεʹ Σεπτεμβρίου εἰς τὰς ιγʹ. Ἐν τούτῳ τῷ ἔτει καὶ ὁ ἀμη-ρᾶς Μπαγιαζήτης κατὰ τῆς Πελοποννήσου τὸν Γιακοὺπ