συκῶν καὶ μυρμηκιῶν καὶ ἀκροχορδόνων Μυρμηκίαι εἰσὶν σωμάτων ἐκφύσεις τραχέσιν ἥλοις προσεοικυῖαι· γίνονται δὲ πολλοῖς πολλαχοῦ. «Μυρμηκίας» δὲ καλοῦσιν τὸ πάθος, ἃ πολλοὶ δεισιδαίμονες καὶ σημεῖά τινος αὐτοῖς συμβησομένου τίθενται. Ὧν ἡ ἀπαλλαγὴ ποικίλη καὶ πᾶσι πεπειραμένη. Οἱ μὲν γὰρ ἐπιφυλάξαντες οὐρήσαντα <κύνα> κατὰ γῆς τὸν πηλὸν ἀναφυράσαντες ἐπέθηκαν τῷ τόπῳ καὶ τὸ αἴτιον τῷ πηλῷ συναπέκλεισαν· ἄλλοι δ' ἐλατήριον τρίψαντες καὶ ἐπιτιθέντες οὕτω περιεγένοντο· ἢ κιχορίου ἄνθος, ὅπερ κυρίως «ἡλιοτρόπιον» καλεῖται, πρὸ ἀνατολῆς ἡλίου ἀφελόντες <...> τρὶς περίγραφε τὸν τόπον καὶ ἡ μυρμηκία παύσεται. 3.18 Ἀφρικανοῦ Γῆρας ὄφεως φοίνιξιν ἐγκρύψας εἴ τι τῶν ζῴων ψωμίσεις, καθαριεῖς αὐτοῦ τὰς ἀκροχορδόνας. 3.19 Ἀφρικανοῦ Τοὺς σκώληκας κλύσμασιν ἀφαρμάκτοις ἐκβαλεῖν ὕδωρ ἐμοὶ καθαρὸν ἀρκεῖ ληφθὲν τὸν τρόπον τοῦτον· ἀντίχειρι καὶ τῷ ἰατρικῷ δακτύλῳ χειρὸς εὐωνύμου ἀρυσάμενος ἐπεστραμμένως «ἀθολώτου νάματι πηγῆς» τὸν νοσοῦντα τοὺς σκώληκας τόπον τρὶς ῥᾶνον. Οἱ δὲ ἐξελεύσονται πάντες ἐφέποντες ἀλλήλοις, καταλειπομένου ἔνδον οὐδενός. 3. Ἀφρικανοῦ Ὅτι ὄνος ἁπάντων τῶν ζῴων οὔτε φθεῖρας οὔτε κρότωνας φέρει. 3.21 Ἀφρικανοῦ· περὶ λυσσοδήκτων καὶ ὑδροφόβων καὶ λοιπῶν δηγμάτων ἑρπετῶν Ὁ παρὼν ἐγχυματισμὸς διὰ δʹ ἔχει τὴν σύστασιν· γεντιανῆς, σμύρνης, ἀριστολοχείας στρογγύλης καὶ δαφνίδων. Ταῦτα ἐξ ἴσου κόπτε καὶ σῆθε ἀναλαμβάνων μέλιτι ὠμῷ. Ἡ δόσις κυάμου Αἰγυπτιακοῦ τὸ μέγεθος. ∆ίδου δὲ ὀφιοδήκτοις ἐν ὕδατι, σκορπιοπλήκτοις ἐν οἴνῳ πρωτείῳ διάτριτον. 3.22 Τοῦ αὐτοῦ Ἀσπίδων δὲ δήγματι θεραπεία· κόρεις πλεῖστοι λαμβανόμενοι ἀσπιδοδήκτοις ἄκος εἶναι μέγιστον πιστεύονται, ἢ χελώνης οὖρον πινόμενον καὶ ἐπὶ τὸ δῆγμα ἐπισταζόμενον καθ' αὑτό τε καὶ μετὰ πολλῶν κόρεων. Ὁ δὲ ἰατρὸς Φόβιος τοῖς ὑπὸ ἀσπίδων δηχθεῖσι τὴν καλουμένην «αἱμορροΐδα» ἐδίδου τὸν ὄφιν φρύγων καὶ λειῶν καὶ ἐν οἴνῳ ποτίζων, καὶ τὸ ἀνάπαλιν τοὺς ὑπὸ αἱμορροΐδος δηχθέντας ὡσαύτως ἀσπίδι χρῆσθαι ἔλεγεν. Ἴναρον γὰρ τὸν Λίβυν ἴαμα ἀλλήλων ἔφασκεν αὐτὸ παραδεδωκέναι. 3.23 Ἀντιπαθὲς εὐπόριστον· τοῦ αὐτοῦ Πηγάνου φύλλα κʹ, κάρυα βασιλικὰ βʹ, ἁλὸς χόνδρον αʹ, ἰσχάδας βʹ νήστει ἵππῳ προδιδοὺς ἐν ἐγχυματισμῷ ὑπ' οὐδενὸς φαρμάκου ἢ ἄλλου τινὸς ἰοβόλου κακωθήσεσθαι ἐργάσῃ. Εἰς δὲ τὸ μὴ δηχθῆναι ὑπὸ σκορπίου εἰς κασσιτέρινον πέταλον ἐπίγραψον· «ἀββάς», καὶ περιδέσμει τοῦτο τῷ τραχήλῳ τοῦ ζῴου. 3.24 Ἀφρικανοῦ· πρὸς δῆγμα παντὸς θηρίου Κάρδαμον λειώσας ἐπίπλασσε μετὰ ὀθονίου ἢ τούτου σπέρμα βρέξας καὶ λειώσας ὡσαύτως ἐπιτίθει μετὰ ὀθονίου. 3.25 Τοῦ αὐτοῦ· πρὸς πληγὴν ἰοβόλων ἐνύδρων ζῴων ἀφλέγμαντον Γῆ Λημνία πρὸς τὰς τῶν θαλαττίων ἰοβόλων πληγὰς ἁρμόζει μετ' οἴνου διδομένη, καὶ λευκὰς ὀρεινὴ ὄξει καταπλασσομένη παραπλησίως ἰᾶται. 3.26 Τοῦ αὐτοῦ· προφυλακτικὸν εἰς τὸ μὴ ἀδικεῖσθαι ὑπό τινος ἰοβόλου δήγματοσ Ἐλαίου ὠμοτριβοῦς ˉλˉι βʹ, μυελοῦ ἐλαφείου νεοσφαγοῦς ˉγˉο δʹ, κηροῦ τὸ ἀρκοῦν τήξας ἀμφότερα καὶ διηθήσας, χρῶ κατὰ πάντων τῶν ἰοβόλων. 3.27 Τοῦ αὐτοῦ· περὶ σκολοπένδρασ Η σκολόπενδρα μεῖζον μὲν ἀδικεῖ· σὺ δὲ μέρος τι τῆς ἀντιδότου θηριακῆς ἐπιχρίσας ἴασαι τὸν κεκνισμένον τόπον. Ἀσφοδέλου δὲ καρπὸς καὶ τὰ ἄνθη σὺν οἴνῳ πινόμενα σκολοπένδρας εἰσὶν ἀντίπαλα, συκῆς τε ὄλυνθοι μετ' οἴνου καὶ ὀρόβου καταπλασσόμενοι παύουσι τὴν ἀλγηδόνα. 3.28 Τοῦ αὐτοῦ· περὶ ἀραχνίων Τῶν ἀραχνίων εἴδη πολλά. Τὰ δὲ ἀπ' αὐτῶν ἀδικῆσαι δυνάμενα δύο, μαινόλης καὶ χαλκίς. Τοῖς μὲν οὖν ὑπὸ μαινόλους πληγεῖσιν ὑσσώπου ἢ ὀριγάνου ˉγˉο δʹ στατ· δʹ ἁλός τε πεφρυγμένου ἴσον λείου καὶ σὺν μέλιτι ἐπιτίθει· ἢ κύμινον ὅσον τοῖς τρισὶ δακτύλοις συνέχειν ἄγνου τε καρπὸν τὸ ἴσον μετ' οἴνου ˉγˉο γʹ ἐγχυμάτιζε. ∆ιδόναι δὲ καὶ μάζας καὶ σκόροδα καὶ † λαβῶν ἐπωφελὲς διὰ στόματος † <...>. 3.29 Τοῦ αὐτοῦ· πρὸς μελίσσασ Πρὸς δὲ τὰ ἔντομα, σφῆκας, μελίσσας, ἀνθρήνας, τενθρηδόνας, βομβυλίους, βέμβικας, δάφνης φύλλα κατάπλασσε ἢ μαλάχης ἢ σισυμβρίου ἢ