20
ἀχράντου θεότητος, ἣν ἀπέλιπον τυραννήσαντες. Ἀΐδιοι δὲ δεσμοί εἰσιν ἡ κατὰ γνώμην αὐτῶν παντελής τε καὶ διηνεκὴς περὶ τὸ καλὸν ἀκινησία, καθ᾽ ἣν οὐδαμῶς οὐδέποτε θείας ἀνέσεως ἀπολαύουσιν, ἢ πάλιν ἡ διὰ τὴν ἡμῶν σωτηρίαν 14Β_092 τῆς καθ᾽ ἡμῶν μανίας αὐτοὺς ἐπέχουσα κατὰ πρόνοιαν τοῦ Θεοῦ δύναμις, μὴ συγχωροῦσα προβῆναι τῆς αὐτῶν πονηρίας τὰ καθ᾽ ἡμῶν μηχανήματα. Ζόφος δέ ἐστιν ἡ παντελὴς καὶ ὁλόκληρος τῆς θείας ἄγνοια χάριτος· καθ᾽ ἣν διόλου γνωμικῶς ποιωθέντες, τῆς μακαρίας καὶ παμφαοῦς τοῦ ἀκηράτου φωτὸς ἐστέρηνται διαδόσεως, περὶ τὸ μὴ ὂν πᾶσαν τὴν δοθεῖσαν αὐτοῖς κατὰ φύσιν νοερὰν δύναμιν ἀναλώσαντες. Τί δὲ πείσονται κατὰ τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως μόνος οἶδεν ὁ δίκαιος κριτής, ὁ κατ᾽ ἀξίαν ἑκάστῳ δικαίαν ἀφορίζων τὴν ἀμοιβὴν καὶ τῷ μέτρῳ τῆς κακίας ἴσον πρεπόντως τὸ εἶδος διανέμων τῆς κρίσεως καὶ πρόσφορον τὴν ἐπ᾽ αἰῶσιν ἀτελευτήτοις ψῆφον συνεκφέρων μετὰ δικαιοσύνης τοῖς ἀγαθοῖς αὐτοῦ δόγμασιν.
ΙΒ (12). ΠΕΡΙ ΤΟΥ ΤΙΣ Ο ΑΠΟ ΤΗΣ ΣΑΡΚΟΣ ΕΣΠΙΛΩΜΕΝΟΣ ΧΙΤΩΝ. 12. ΕΡΩΤΗΣΙΣ ΙΒ' Τίς ὁ ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένος χιτών; Ἀπόκρισις. Ὁ πολλοῖς πλημμελήμασι τῶν ἐκ τῆς σαρκὸς παθημάτων κεκηλιδωμένος
βίος χιτών ἐστιν ἐσπιλωμένος. Ὡς ἔκ τινος γὰρ ἐνδύματος τῆς κατὰ τὸν βίον ἀναστροφῆς ἕκαστος τῶν ἀνθρώπων διαφαίνεσθαι πέφυκεν, εἴτε δίκαιος εἴτε ἄδικος, ὁ μὲν χιτῶνα καθαρὸν ἔχων τὸν ἐνάρετον βίον, ὁ δὲ πονηροῖς ἐσπιλωμένην ἔργοις τὴν ζωὴν κεκτημένος.
Ἢ μᾶλλον, ἐσπιλωμένος ἀπὸ τῆς σαρκός ἐστι χιτὼν ἡ κατὰ συνείδησιν μορφοῦσα διὰ τῆς μνήμης τῶν ἐκ τῆς σαρκὸς πονηρῶν κινημάτων τε καὶ ἐνεργημάτων τὴν ψυχὴν ἕξις τε καὶ διάθεσις· ἣν ὁρῶσα διαπαντὸς καθάπερ χιτῶνά τινα περὶ ἑαυτήν, δυσωδίας πληροῦται παθῶν. Ὡς γὰρ ἀπὸ τοῦ πνεύματος διὰ τῶν ἀρετῶν ἀλλήλαις κατὰ λόγον συνυφαινομένων ἀφθαρσίας γίνεται τῇ ψυχῇ χιτών, ὃν ἐνδυσαμένη γίνεται καλὴ καὶ ἐπίδοξος, οὕτως καὶ ἀπὸ τῆς σαρκός, τῶν παθῶν ἀλλήλοις κατὰ 14Β_094 τὴν ἀλογίαν συνυφαινομένων, γίνεταί τις χιτὼν ἀκάθαρτος καὶ ἐσπιλωμένος, ἐξ ἑαυτοῦ δεικνὺς γνώριμον τὴν ψυχήν, μορφὴν ἄλλην αὐτῇ καὶ εἰκόνα παρὰ τὴν θείαν ἐνθέμενος.
ΙΓ (13). ΠΕΡΙ ΤΟΥ "ΤΑ ΓΑΡ ΑΟΡΑΤΑ ΑΥΤΟΥ ΑΠΟ ΚΤΙΣΕΩΣ ΚΟΣΜΟΥ ΤΟΙΣ
ΠΟΙΗΜΑΣΙ ΝΟΟΥΜΕΝΑ ΚΑΘΟΡΑΤΑΙ". 13. ΕΡΩΤΗΣΙΣ ΙΓ' Τί ἐστι τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα
καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης; Τίνα τὰ ἀόρατα τοῦ Θεοῦ, καὶ τίς ἡ ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης;
Ἀπόκρισις. Οἱ τῶν ὄντων λόγοι προκαταρτισθέντες τῶν αἰώνων ἐν τῷ Θεῷ, καθὼς οἶδεν
αὐτός, ἀόρατοι ὄντες, οὓς καὶ ἀγαθὰ θελήματα καλεῖν τοῖς θείοις ἐστὶν ἔθος ἀνδράσιν, ἀπὸ τῶν ποιημάτων νοούμενοι καθορῶνται. Πάντα γὰρ τὰ ποιήματα τοῦ Θεοῦ κατὰ φύσιν μετὰ τῆς δεούσης ἐπιστήμης γνωστικῶς ὑφ᾽ ἡμῶν θεωρούμενα τοὺς καθ᾽ οὓς γεγένηνται λόγους κρυφίως ἡμῖν ἀπαγγέλλουσι καὶ τὸ ἐφ᾽ ἑκάστῳ ποιήματι θεῖον σκοπὸν ἑαυτοῖς συνεκφαίνουσιν, καθ᾽ ὃ καὶ οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ τὸ στερέωμα τὴν τῶν χειρῶν ἀναγγέλλει ποίησιν. Ἀΐδιος δὲ δύναμίς