20
ἢ ἔμφυτος καὶ παρὰ τῆς ψυχῆς ἀναδιδόμενος καθ' ὃν οἶδε τὰ ὄντα ἢ ἔξωθεν καὶ θειότερος ὑποδεικνύων τῇ ψυχῇ ἀφιεμένῃ τοῦ σώματος τὴν τῶν ἑστώτων ἀλήθειαν. μικρὸν δέ τι προσλήψομαι. Ἐσφάδαζέ μοι ὁ λογισμὸς μαθεῖν ἐθέλοντι οἵας ὁ πατὴρ τετύχηκε λήξεως. ἑσπέρας γοῦν πρὸ τῆς ὄψεως πολλὰ περὶ τούτου τῷ Κρείττονι προσευξάμενος καί που καὶ τὴν τοῦ πατρὸς ψυχὴν πρὸς τοῦτο ἐφελκυσάμενος, καὶ αὖθις ὡσανεὶ καταναγκάσας δεῖξαι ὅπῃ κεχώρηκεν, ἀπῄειν ὕπνου μεταληψόμενος. ὁπόσον οὖν μέτρον κατέδαρθον τῆς νυκτὸς ἀγνοῶ, ᾤμην γοῦν ἀναβλέψας ἀθρόον, εἴ γε μὴ ᾤμην, ἀλλ' ἦν ἀληθὲς τὸ ὀφθέν. τέως γοῦν, ὥσπερ ἀνοίξας τοὺς ὀφθαλμούς, ἑωράκειν τὸν πατέρα μετὰ τοῦ σχήματος οὖ τέθαπτο, ἐξόχως καλλίονα ἢ τὸ πρότερον. Ἐγεγήθει γοῦν ἀτεχνῶς καὶ σκιρτήματι καθαρῷ ἀνέφερε τὴν ψυχήν, τά τε ὄμματα, πυρσοί τινες ἐκεῖθεν ἐστέλλοντο καὶ ἡ χαροπότης τὸ μέτρον παρήλλακτο· ἦν οὖν ἑκάτερον, καὶ τὸ νοούμενον παρ' αὐτῷ καὶ τὸ ὁρώμενον, ὑπερκείμενα καὶ τῆς αἰσθήσεως καὶ τοῦ νοῦ. προσῄει γοῦν μοι ἀνθρωπικώτερον καὶ τὴν ἐπαφὴν οὐχ ὑπέφευγεν, ἀλλ' ἐδίδου ἐφάπτεσθαι. ὁ δὲ καὶ αὐτὸς ἀνθήπτετο καί με τῇ συνήθει προσαγορεύσας φωνῇ· «τέκνον-ἔφη-καὶ πάλαι καὶ νῦν πλέον ποθούμενον, θάρρει δὴ ἐπ' ἐμοί. ὁμοῦ γὰρ ἐτεθνήκειν καὶ τὸν Θεὸν ἑωράκειν-οὕτω δὴ καὶ τὴν λῆξιν εἰπών- καὶ πολλὰ δὴ περὶ σοῦ τὴν ἄρρητον ἐκείνην φύσιν κατεδεήθην καὶ ἐλιπάρησα». Τὰ δ' ἄλλα, πότερον ἐρῶ, πάτερ, ἢ ἀποκρύψομαι; ἐγὼ μὲν γὰρ καὶ μάλα προῄρημαι-ἔχει γὰρ φιλοτιμίαν ὁ λόγος ἐμοὶ καὶ μάλισθ' ὅτι καὶ θεῖος καὶ παρὰ Θεοῦ-, αἰσχύνομαι δὲ ψευσάμενος τὴν ἀπόκρισιν. τὸ μὲν γὰρ Θεῖον βεβούληταί μοι καλλίονα, ἐγὼ δὲ μέχρι παντὸς ἀντιπράττω τοῖς δόξασιν, ὅθεν οὐ διαμαρτία τῆς ἀληθείας ἡ τοῦ Θείου φωνή, ἀλλὰ κακία ἐμή· οὐ γὰρ ἠναγκάσμεθα περὶ τὰ κρείττω, πάτερ, ὥσπερ οὐδὲ περὶ τὰ χείρω, οὐδ' ἐκ προγνώσεως παραβεβιάσμεθα πρὸς τόνδε ἢ τόνδε τὸν βίον, οὐδ' ἀλλοιοῖ τὸν τρόπον ἡ πρόγνωσις, ἀλλὰ τὸ «ἐφ' ἡμῖν» καὶ ἡ προαίρεσις καὶ ἡ ῥοπὴ τοῦ θελήματος τῶν πολιτειῶν ποιεῖ τὸ διάφορον. τὸ μὲν οὖν Θεῖον παντὸς ἕνεκα ἀγαθόν, μᾶλλον δὲ πηγὴ ἀγαθότητος, καὶ ἀγαθύνειν πάντα βουλόμενον, ἐγὼ δὲ φαῦλος περὶ τὴν γνώμην καὶ ἑκουσίως εἰς τὴν κακίαν ὠλισθηκώς. εἰ δὲ ζηλοτυπεῖς τὴν θείαν φωνὴν ἐπὶ τῇ ἐμῇ παρακεκινημένην ῥοπῇ, προσλιπάρησον αὖθις καὶ τοῦτο πολλάκις τὸν ζηλωτὴν ἐφ' ἡμῖν Κύριον, καί με τῶν αἰσθήσεων ἐπὶ τὴν νόησιν ἄφελε. 21. Ὁ μὲν οὖν περὶ τοῦ πατρὸς λόγος ἐνταῦθα λήξας τέλος ἐχέτω, τῇ δὲ μητρὶ τὸ λειπόμενον ἡμῖν τοῦ χρέους ἀποδοτέον. ἐκείνη μὲν γὰρ καὶ πρότερον τῆς μακαρίας ἤρα πρὸς τὸν Θεὸν λήξεως, ἐπεὶ δὲ καὶ ὁ πατὴρ ἀνελύθη, ὅλη πρὸς ἐκείνην ἐπτέρωτο τὴν ζωήν· «δεινὸν» γὰρ «ἐποιεῖτο» εἰ σώματι μὲν συζῶντες ἀδιαίρετοι ἀλλήλων ὄντες ἐτύγχανον, πνεύματι δὲ συναφθέντες ὕστερον, τὸ διάφορον ἔχοιεν, καὶ ὁ μὲν Θεῷ συνοικοίη, ἡ δὲ τῷ κόσμῳ ἐμβιοτεύοι. ἐζήτει γοῦν αὖθις τὴν θειοτέραν συνάφειαν καὶ πολλὰ τῷ δεσμῷ ἐπηρᾶτο ὅτι τούτου κάτοχος ἡ ψυχὴ γένοιτο, τὸ θεῖον χρῆμα τῷ χείρονι. Προσετίθει γοῦν τῇ τοῦ δεσμοῦ λύσει ὁπόσα εἴωθε λύειν εἰς τὸν σκοπὸν συλλαμβάνουσα, δάκρυον ἀστακτὶ καταρρέον-τὸ γὰρ πολὺ τῆς ὕλης ἤδη κεκένωτο-, ἀποχὴν οὐ τῶν ἡδέων μόνον, ἀλλ' ἤδη καὶ τῶν ἀναγκαίων, σώματος στένωσιν, χαμευνίαν καὶ τὴν ἄλλην ἐγκράτειαν. ὅθεν πᾶν μὲν τὸ γεῶδες παραναλώσασα, πᾶν δὲ τὸ ὑγρὸν ἐκκενώσασα, πᾶν δὲ τὸ ἀερῶδες διαφορήσασα, τῷ ἐφ' ἡμῖν στοιχειώδει πυρὶ ἐδεδώκει τὴν ἐξουσίαν· τὸ δὲ μὴ ἀντιπαλαιόμενον μηδὲ ἰσορροπούμενον καυστικώτερον ἑαυτοῦ γίνεται καὶ τὴν φυσικὴν δύναμιν εἰς τὴν παρὰ φύσιν τροπὴν μεθιστᾷ, εἶτα δὴ καὶ εἰς ἕξιν τῷ περιλελειμμένῳ καθίσταται σώματι. Ἐντεῦθεν ἐφρύσσετό τε καὶ κατανήλωτο καὶ ὑπέρρει κατὰ βραχύ, καὶ ἦν οὐκέτι τῇ ψυχῇ