«θρόνοι», καὶ τρίτον χωρὶς διστάσεως «ἀρχαί». Οὕτω δὲ τῷ λογικῷ κατα βατέον ἐπὶ ἔσχατον λογικόν, τάχα οὐκ ἄλλο τι τοῦ ἀνθρώπου τυγχάνον. 1.31.217 Ὁ τοίνυν σωτὴρ θειότερον πολλῷ ἢ Παῦλος γέγονε «τοῖς πᾶσι πάντα», ἵνα «πάντα» ἢ «κερδήσῃ» ἢ τελειώσῃ, καὶ σαφῶς γέγονεν ἀνθρώποις ἄνθρωπος καὶ ἀγγέλοις ἄγγελος. 1.31.218 Καὶ περὶ μὲν τοῦ ἄνθρωπον αὐτὸν γεγονέναι οὐδεὶς τῶν πεπιστευκότων διστάξει· περὶ δὲ τοῦ ἄγγελον πειθώμεθα τηροῦντες τὰς τῶν ἀγγέλων ἐπιφανείας καὶ λόγους, ὅτε τῆς τῶν ἀγγέλων ἐξουσίας φαίνεται ἔν τισι τόποις τῆς γραφῆς ἀγγέλων λεγόντων, ὥσπερ ἐπὶ τοῦ «Ὤφθη ἄγγελος κυρίου ἐν πυρὶ φλογὸς βάτου. Καὶ εἶπεν· Ἐγὼ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ». Ἀλλὰ καὁ Ἡσαΐας φησί· «Καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος». 1.31.219 Πρῶτος οὖν καὶ ἔσχατος ὁ σωτήρ, οὐχ ὅτι οὐ τὰ μεταξύ, ἀλλὰ τῶν ἄκρων, ἵνα δηλωθῇ, ὅτι «τὰ πάντα» γέγονεν αὐτός. Ἐπίστησον δὲ πότερον ἄνθρωπός ἐστι τὸ «ἔσχατον» ἢ τὰ καλούμενα καταχθόνια, ὧν εἰσι καὶ οἱ δαίμονες, ἤτοι πάντες ἤ τινες. 1.31.220 Ζητητέον τὰ εἰς ἃ καὶ αὐτὰ γενόμενος ὁ σωτὴρ διὰ τοῦ προφήτου ∆αβίδ φησι· «Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος», ὥσπερ πλέον ἔχων παρὰ ἀνθρώπους κατὰ τὴν ἐκ παρθένου γένεσιν καὶ κατὰ τὸν λοιπὸν ἐν παραδόξοις βίον, οὕτως ἐν νεκροῖς κατὰ τὸ μόνος ἐκεῖ εἶναι ἐλεύθερος· οὐκ ἐγκαταλέ λειπται ἡ ψυχὴ αὐτοῦ εἰς τὸν ᾅδην. Οὕτως μὲν οὖν «πρῶτος καὶ ἔσχατος». 1.31.221 Εἰ δέ ἐστι γράμματα θεοῦ, ὥσπερ ἔστιν, ἅπερ ἀναγι νώσκοντες οἱ ἅγιοί φασιν ἀνεγνωκέναι τὰ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ, τὰ στοιχεῖα ἐκεῖνα, ἵνα δι' αὐτῶν τὰ οὐράνια ἀνα γνωσθῇ, αἱ ἔννοιαι τυγχάνουσιν κατακερματιζόμεναι εἰς Α καὶ τὰ ἑξῆς μέχρι τοῦ Ω, τοῦ υἱοῦ τοῦ θεοῦ. 1.31.222 Πάλιν δὲ ἀρχὴ καὶ τέλος ὁ αὐτός, ἀλλ' οὐ κατὰ τὰς ἐπινοίας ὁ αὐτός. Ἀρχὴ γάρ, ὡς ἐν ταῖς παροιμίαις μεμαθήκαμεν, καθ' ὃ σοφία τυγχάνει, ἐστί· γέγραπται γοῦν· «Ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ»· καθ' ὃ δὲ λόγος ἐστίν, οὐκ ἔστιν ἀρχή· «Ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος». 1.31.223 Οὐκοῦν αἱ ἐπίνοιαι αὐτοῦ ἔχουσιν ἀρχὴν καὶ δεύτερόν τι παρὰ τὴν ἀρχὴν καὶ τρίτον καὶ οὕτως μέχρι τέλους· ὡσεὶ ἔλεγεν «ἀρχή εἰμι καθ' ὃ σοφία εἰμί», δεύτερον δέ, εἰ οὕτω τύχοι, «καθ' ὃ ἀόρατός εἰμι», καὶ τρίτον «καθ' ὃ ζωή», ἐπεὶ «ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν». 1.31.224 Καὶ εἴ τις ἱκανὸς βασανίζων τὸν νοῦν τῶν γραφῶν ὁρᾶν, τάχα εὑρήσει πολλὰ τῆς τάξεως καὶ τὸ τέλος· οὐκ οἶμαι γὰρ ὅτι πάντα. Σαφέστερον δ' ἡ ἀρχὴ καὶ <τὸ> τέλος δοκεῖ κατὰ τὴν συνήθειαν ὡς ἐπὶ ἡνωμένου λέγεσθαι, οἷον ἀρχὴ οἰκίας ὁ θεμέλιος καὶ τέλος ἡ στεφάνη. 1.31.225 Καὶ ἐφαρμο στέον γε διὰ τὸ «ἀκρογωνιαῖον» εἶναι «λίθον» τὸν Χριστὸν τῷ ἡνωμένῳ παντὶ σώματι τῶν σῳζομένων τὸ παράδειγμα τὸ «πάντα» γὰρ καὶ «ἐν πᾶσι» Χριστὸς ὁ μονογενής, ὡς μὲν ἀρχὴ ἐν ᾧ ἀνείληφεν ἀνθρώπῳ, ὡς δὲ τέλος ἐν τῷ τελευταίῳ τῶν ἁγίων δηλονότι τυγχάνων καὶ ἐν τοῖς μεταξύ, ἢ ὡς μὲν ἀρχὴ ἐν Ἀδάμ, ὡς δὲ τέλος ἐν τῇ ἐπιδημίᾳ, κατὰ τὸ εἰρημένον· «Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν». Πλὴν τοῦτο τὸ ῥητὸν ἐφαρμόσει καὶ τῇ ἀποδό σει τοῦ «πρῶτος καὶ ἔσχατος». 1.31.226 Τηρήσαντες μέντοι τὰ εἰρημένα περὶ «πρώτου καὶ ἐσχάτου» καὶ περὶ «ἀρχῆς καὶ τέλους», ὅπου μὲν εἰς εἴδη λογικῶν ἀνηνέγκαμεν, ὅπου δὲ εἰς διαφόρους ἐπινοίας τοῦ υἱοῦ τοῦ θεοῦ τὸν λόγον, καὶ ἔχομεν τὴν διαφορὰν «πρώτου» καὶ «ἀρχῆς», καὶ «ἐσχάτου» καὶ «τέλους», ἔτι δὲ καὶ τοῦ «Α» καὶ τοῦ «Ω». 1.31.227 Οὐκ ἄδηλον οὐδὲ τὸ «ζῶν» καὶ «νεκρός», καὶ μετὰ τὸ νεκρὸς ζῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἐπεὶ γὰρ οὐκ ὠφελήμεθα ἀπὸ τῆς προηγουμένης ζωῆς αὐτοῦ γενόμενοι ἐν ἁμαρτίᾳ, κατέβη ἐπὶ τὴν νεκρότητα ἡμῶν, ἵνα ἀποθανόντος αὐτοῦ τῇ ἁμαρτίᾳ «τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες», τὴν μετὰ τὴν νεκρότητα ζωὴν αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων <ἐν> τάξει χωρῆσαι δυνηθῶμεν· οἱ γὰρ τὴν νέκρωσιν τοῦ Ἰησοῦ πάντοτε ἐν τῷ σώματι περιφέροντες καὶ τὴν ζωὴν τοῦ Ἰησοῦ ἕξουσιν ἐν τοῖς σώμασιν αὐτῶν φανερουμένην. 1.32.228 Καὶ ταῦτα μὲν ἀπὸ τῶν τῆς καινῆς