συκοφαντεῖ ἡμᾶς πρὸς τὸν Θεὸν, λαμβάνων παρ' ἡμῶν τὰς ἀρετὰς, ἃς μὴ δέδωκεν ἡμῖν, οὕτω καὶ ἡμεῖς συκοφαντοῦμεν αὐτὸν λαμβά νοντες παρ' αὐτοῦ τὰς κακίας ἃς μὴ δεδώκαμεν αὐτῷ· καὶ καθὸ μὲν λαμβάνομεν παρ' αὐτοῦ τὰς κακίας, ὡς παρὰ πένητος ἐν ἀρεταῖς λαμβάνομεν· καθὸ δὲ τὰς ἀρετὰς ἡμῶν διδόαμεν αὐτῷ ἐπ' ἐλαττώσει ἡμῶν, ὡς πλουσίῳ ἐν κακίᾳ διδόαμεν· μήποτε δὲ, φησὶν, ὡς ὀλίγα διδοὺς ἄρχοντι· παρ' ᾧ συκοφαντεῖ τὰ πλείω κερδαίνων, πλέον καὶ βλάπτεται τὴν ψυχήν. Ὁ τοῖς πανσόφοις λόγοις προσέχων τοῦ Θεοῦ, καὶ ποιῶν τὰ προστασσόμενα ὑπ' αὐτοῦ, οὗτος ἐπέστησε τὴν καρδίαν, καὶ ἔγνω ὅτι καλοί εἰσιν· οὗτος ἀκούει τῶν τοῦ Θεοῦ λόγων, ὁ ποιῶν τὰ προστασσόμενα ὑπ' αὐτῶν· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσον ται. Ἐὰν δὲ ἐπιστήσῃς σὴν καρδίαν τοῦ γνῶναι καὶ ποιῆσαι, γνωρίσει σοι τὴν ὁδὸν αὐτοῦ τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια. Ὁ πλατύνας διὰ τῆς καθαρότητος τὴν καρδίαν αὑ τοῦ, νοήσει τοὺς τοῦ Θεοῦ λόγους, τούς τε πρακτι κοὺς, καὶ τοὺς σοφιστικοὺς, καὶ τοὺς θεολογικούς· πᾶσα γὰρ ἡ κατὰ τὴν Γραφὴν πραγματεία, τέμνεται τριχῶς, εἰς ἠθικὴν καὶ φυσικὴν καὶ θεολογικήν· καὶ ἀκολουθεῖ τῇ μὲν πρώτῃ, αἱ Προοιμίαι· τῇ δὲ δευ τέρᾳ, ὁ Ἐκκλησιαστής· τῇ δὲ τρίτῃ, Ἄσμα ᾀσμάτων· 17.221 ἅπερ νοηθέντα διὰ καθαρότητος ἐναπογράφεται τῇ καρδίᾳ, τοῦ ἀποκρίνασθαί σε, ὡς ἕτοιμον εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντί σε λόγον περὶ τῆς ἐν σοὶ ἐλπίδος· εἴτε διὰ τὸ μαθεῖν, εἴτε διὰ τὸ ἀντιτιθεῖναι· ἀντερώτα δὲ καὶ σὺ τοὺς δυναμένους ἐρωτᾶσθαι· μὴ μέντοι βιάζου τὸν ἐν γνώσει πε νόμενον· διὸ ἐπάγει· Καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις. Οἱ τοὺς φαύλους ἀναδεχόμενοι λογισμοὺς, καὶ ἐν τού τῳ τιμῶντες τὸν πονηρὸν, σπουδαζέτωσαν ὅση δύναμις διὰ τῶν ἀγαθῶν λογισμῶν ἀποδιδόναι τοὺς χείρονας· ἐὰν γὰρ μὴ ἰσχύσωσι τοῦτο ποιῆσαι, λήψονται τὸ στρῶ μα τὸ ὑπὸ τὰς πλευρὰς τῆς ψυχῆς, τουτέστι τὴν ἀρετήν. Ὁ μετατιθεὶς τὰ ὅρια τῆς θεοσεβείας, δεισιδαιμο νίαν ἢ ἀσέβειαν αὐτὴν ἀποδείκνυσι· καὶ ὁ μετατιθεὶς τὰ ὅρια τῆς ἀνδρείας, θρασύτητα ἢ δειλίαν αὐτὴν ἀπεργάζεται· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν, καὶ ἐπὶ τῶν δογμάτων, καὶ ἐπ' αὐτῆς τῆς πίστεως νοητέον· μάλιστα δὲ τοῦτο τηρητέον ἐπὶ τῆς ἁγίας Τριάδος· ὁ γὰρ μὴ θεολογῶν τὸ Πνεῦμα τὸ ἅγιον, δια λύει τὸ βάπτισμα· ὁ δὲ καὶ ἄλλους τινὰς ὀνομάζων θεοὺς, δῆμον εἰσάγει θεῶν· ἢ καὶ τὰς περὶ πράγμα τος ἑκάστου πατρικὰς διατάξεις, καὶ τούτου χάριν μένειν ὀφειλούσας, μὴ μετακινεῖν δεῖ. ∆υνάστην ἐνταῦθα τὸν διάβολόν φησιν· τράπεζαι δὲ αὐτοῦ εἰσι ψευδομαρτυρίαι, λοιδορίαι, καταλαλιαὶ, συμβουλίαι κακαὶ, ἐπιθυμίαι αἰσχραὶ, καὶ πᾶν ὁτιοῦν σατανικὸν ἐπιτήδευμα· ταῦτα δὲ παρατιθέμενά σοι ὑπὸ τοῦ πονηροῦ, νοητῶς νόει, καὶ ἐπίβαλε τὴν διά νοιάν σου, ὅ ἐστιν ἡ χείρ· εἰδὼς ὅτι τοιαῦτά σε δεῖ παρασκευάσαι, οἷα καὶ συμπαρεστάναι σοι ὀφείλουσιν ἐν ἡμέρᾳ Κυρίου, ὅτε ἀπονέμει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· εἰ δὲ ἀπληστότερος εἶ, καὶ ὀρέγῃ τῶν ὑψηλῶν καὶ πλειόνων καὶ μειζόνων, ἅτινά εἰσι θεῖα καὶ Θεοῦ, μὴ ἐπιθύμει τῶν τοῦ πονηροῦ ἐδεσμάτων· ταῦτα γὰρ ἔχεται ζωῆς προσκαίρου, ὅ ἐστι ψευδοῦς· δεῖ δὲ τὴν θείαν Γραφὴν νοητῶς νοεῖσθαι καὶ πνευματικῶς· ἡ γὰρ κατὰ τὴν ἱστορίαν αἰσθητὴ γνῶσις, οὐκ ἔστιν ἀληθής. Ἐὰν ἑλκῦσαι τὸν θεῖον νοῦν πρὸς τὸ ῥητὸν κατὰ τὴν ἔξω μόνον ὅρασιν ἐθελήσῃς, ἀσύστατος ὢν εἰς τὸν ἴδιον οἶκον ἀποφοίτα, ὅς ἐστι τὸ κατάλληλον αὐτοῦ θεώρημα· πτέρυγας ἔχων τὰς ὑπὸ τοῦ προεστηκότος αὐτοῦ ἁγίου Πνεύματος κατασκευασθείσας αὐτῷ, αἵπερ εἰσὶ τὰ πνευματικὰ χαρίσματα· ἄπεισιν οὖν ὑψηλὸς ὑπὲρ αὐτὸν ὡς εἰπεῖν τὸν αἰθέρα· τὸ οὖν μὴ ὑπεράνω 17.224 χωρεῖν τοῦ ῥητοῦ, ἀλλ' ἀπλήστως ἔχειν πρὸς αὐτὰ, ζωῆς ἐστι ψευδοῦς. Εἰ ὁ βάσκανος σῖτα ἀσεβείας ἐσθίει, καὶ οἴνῳ πα ρανόμῳ μεθύσκεται, οὐ δεῖ δὲ συνδειπνεῖν τούτῳ· οὐ χρὴ ἄρα εἶναι ἀσεβῆ καὶ παράνομον· αὗται γὰρ αἱ κακίαι λυμαίνονται γνῶσιν πνευματικήν. Μηδὲν λέγε συνετὸν, φησὶ, τουτέστι βαθὺ καὶ μυστι κόν· οὐ δεῖ γάρ σε βαλεῖν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Ὅρια αἰώνια θεοσεβείας μὴ μέταιρε·