μου. Οὐκ εστιν εἰπεῖν ταῦτα τοὺς μὴ τῶν ἰδίων ἁμαρτημάτων αἰσθανομένους· τινὲς γοῦν καὶ ἐκκαυχῶνται καὶ ηδονται τοῖς αὑ τῶν πλημμελήμασιν, ὡς ἡδέως ταῦτα βασ τάζοντες. Καὶ ὡς εστιν ἀπὸ ποδῶν εν τισι κατὰ τὸν ̔Ησαΐαν, ουτω καὶ ὑπεραίρονταί τι νων αἱ ἀνομίαι. Κεφαλὴν δὲ λέγει τὸ ἡγε μονικόν. Φύσει δὲ τῆς κακίας κατωφεροῦς τε ουσης καὶ βαρυτάτης, μόνος ὁ μετανοῶν τοῦ βάρους αὐτῆς ἐπαισθάνεται. Οθεν ὁ Θεὸς τοὺς πεφορτισμένους καὶ κοπιῶντας διὰ μετανοίας ηκειν πρὸς αὐτὸν κελεύει. Πάλιν ἐκεῖνος αἰσθάνεται τῆς δυσωδίας τῶν ἰδίων ἁμαρτημάτων, ὁ τὴν χοιρώδη ζωὴν ἀποθέμενος, καὶ θείαν αισθησιν ἐκ τοῦ λό γου λαβὼν τοῦ Θεοῦ. Περὶ γὰρ τῶν τοιού των ἐῤῥήθη τό· Μὴ βάλε τοὺς μαργαρίτας εμπροσθεν τῶν χοίρων. -Χοίρους δ' ἐκεῖ ὀνομάζει τοὺς ταῖς δυσωδίαις τῶν ἁμαρτη μάτων χαίροντας. ̓Εὰν δέ που ἀπόθηται ὁ ἁμαρτωλὸς, ιν' ουτως οὐ νομίζων τὴν χοί ρων αισθησιν, ἀναλαμβάνῃ ἐκ τοῦ λόγου τοῦ Θεοῦ αισθησιν, ὡς αἰσθάνεσθαι τῆς δυσ ωδίας τῶν ἰδίων ἁμαρτημάτων, θέλει ουν παραστῆναι τὸν μετανοοῦντα λέγοντα· α πε ποίηκε δι' ἀφροσύνην, ταῦτά μοι ἐσάπη· οὐ κέτι γὰρ αὐτὰ ἀνακαινίζω, πάντα μοι οζει. -Βαρύτατα τῆς συνειδήσεως εἰς ἀπόγνω σιν ωθησεν μετ' ἐπιτάσεως· διό φησιν· ∆εῦτε, πάντες οἱ κοπιῶντες καὶ πεφορτισ μένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. 37.7 ̓Εταλαιπώρησα, καὶ κατεκάμφθην εως τέλους, ολην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Τάχα τοιοῦτόν τι ἰδὼν ὁ ἀπόστολος μετὰ τὸ ἡμαρτηκέναι λέγει· Ταλαίπωρος ἐγὼ αν θρωπος τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Ημαρτε γὰρ, οτε ἐδίωκε τὴν ἐκκλησίαν τοῦ Θεοῦ. ̓Εταλαιπώρησα ουν, καὶ οὐχὶ ετι ταλαιπωρῶ, ὡς μηκέτι ων ἐν ταῖς ἁμαρτίαις· εἰ δ' ετι εἰμὶ ἐν ταῖς ἁμαρτίαις, ετι ταλαιπωρῶ. ̓Εὰν δὲ ιδῃς τὸν ἡμαρτηκότα μὴ δυνάμενον ἀναβλέψαι εἰς οὐρανὸν, μηδὲ εχοντα παῤῥησίαν ευξασθαι τῷ Θεῷ, ἀλλὰ συγκύπτοντα τὸ πρόσωπον ἐπὶ τὴν γῆν, οὐ μόνον τοῦ σώματος, ἀλλὰ καὶ τὸ τῆς ψυχῆς, καὶ ὡς κρίκον τὸν τρά χηλον αὑτοῦ ποιοῦντα, οψει τινὰ τρόπον λέγει, κατακαμφθῆναι εως τέλους. Εἰ δὲ θέλεις παράδειγμα τοῦ κατακεκαμμένου διὰ τὰς ἰδίας ἁμαρτίας, καὶ τὴν ἐξομολόγησιν τὴν περὶ τὴν ἁμαρτίαν, ιδε μοι τὸν τελώνην, τὸν ἐν τῷ Εὐαγγελίῳ, ὡς ἀπὸ μακρὰν στα θεὶς, οὐκ εθελεν τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς οὐρανὸν, καὶ τύπτων ἑαυτοῦ τὸ στῆθος, ελε γεν· ̔Ιλάσθητί μοι τῷ ἁμαρτωλῷ. ̓Εκείνῳ γὰρ πρέπει εἰπεῖν· Κατεκάμφθην εως τέ λους, ολην τὴν ἡμέραν σκυθρωπάζων ἐπο ρευόμην. -Μήποτε δὲ ουτως ἀναγνωστέον, τουτέστι διὰ βίου κατεκάμφθην, τὰ κάτω φρονῶν καὶ ἐπὶ γῆν βλέπων· τούτου χάριν ἐταλαιπώρησα, ἐλεεινὸς ἐκ τούτου γενόμε νος. Τοῦτο δὲ ὡς αφρων ειπεν ὑπομεμενη κέναι· ἀφροσύνης γὰρ ἡ κακία, καθὼς φρο νήσεως ἡ ἀρετή. Ολην τὴν ἡμέραν σκυθρω πάζων ἐπορευόμην· ἐξ ου ημαρτον, φησὶ, σκυθρωπὸς ἀεὶ ημην. Τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Εὐαγγελίῳ· Μακάριοι οἱ κλαίοντες. Εἰ νενόηκας τὸν ἐπὶ ταῖς ἁμαρτίαις πεν θοῦντα καὶ κλαίοντα, ειδες τοῦτον μακα ριστόν. Εἰ δὲ τοὐναντίον θεάσῃ τοῦτον γε λῶντα καὶ ἱλαρευόμενον, καὶ μὴ κατανυσ σόμενον ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν, ιδε εἰ μὴ τούτῳ ἁρμόζει· Οὐαὶ, οἱ γελῶντες νῦν. - ̓Εντεῦθεν τὴν φύσιν τῆς ἁμαρτίας γινώσ κομεν, ὁποία τίς ἐστιν· πλὴν οτι ἀπὸ ἀφρο σύνης ἡμῖν ἐπισυμβαίνουσιν αἱ ἁμαρτίαι. 37.8 Οτι ἡ ψυχή μου ἐπλήσθη ἐμπαιγ μῶν, καὶ οὐκ εστιν ιασις ἐν τῇ σαρκί μου. ̓Εμπαιζόντων, ητοι τῶν λογισμῶν, η τῶν πονηρῶν πνευμάτων· διὸ καὶ ἐσκυθρώπα ζον, πάσης ἱλαρίας ἀφῃρημένος. ̓Επειδὴ δὲ φέρονται αἱ μὲν γραφαί· αἱ ψόαι μου, αἱ δέ· λαγόνες μου ἐπλήσθησαν ἐμπαιγ μάτων, ῥητέον ὡς ἐπείπερ περὶ τὰς ψόας καὶ τὰς λαγόνας συνίσταται τὰ σπέρματα, καὶ ἐμπαιγμῶν ἐμπίμπλαται ταῦτα, ἡνίκα πορνικῶς, ἀλλ' οὐκ ἐπὶ παιδοποιΐας κινεῖται· διὰ τοῦτο γάρ φησι, μηδὲ ιασιν ειναι ἐν τῇ σαρκί μου, διὰ τὸ ἡττᾶσθαι παρὰ τῶν ἐμ παιγμάτων τὴν ψυχήν· πάνυ γὰρ ἡ σὰρξ ἀσθενεῖ ῥέουσα, καὶ μὴ φρονοῦσα. Οθεν καὶ ὁ πορνεύων εἰς τὸ ιδιον σῶμα ἁμαρτάνει. -Τούτῳ παραπλήσιόν ἐστι τὸ ἐν τῷ ̓Ιὼβ λεγόμενον περὶ τοῦ