γέγονεν. Ὕστερον δὲ διὰ τὴν αὐτοῦ παρακοὴν ἀνέλαβε καὶ εἰκόνα χοϊκήν. Ὥσπερ δὲ τὸ νόμισμα εἰκόνα ἔχει τοῦ βασιλεύοντος τῶν ἐθνῶν, οὕτως ὁ ποιῶν τὰ ἔργα τοῦ Παντοκράτορος τὴν εἰκόνα αὐτοῦ φορεῖ, ἣν παραινεῖ ὁ Σωτὴρ ἀποδιδόναι καὶ ἀποτίθεσθαι, καὶ φορεῖν τὴν ἐξ ἀρχῆς γενομένην εἰκόνα. Ἀκολούθως τούτοις καὶ ὁ Παῦλός φησιν· Ὡς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Τοῦτο οὖν δηλοῖ τό· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.