Εὐλογίου καὶ ἀξίως τρεφόμενος τῆς νόσου. Μετὰ δὲ τὰ δεκαπέντε ἔτη δαίμων ἐνέσκηψεν εἰς αὐτὸν καὶ ἀποστασιάζει πρὸς τὸν Εὐλόγιον· καὶ ἤρξατο τοσαύταις δυσφημίαις καὶ λοιδορίαις πλύνειν τὸν ἄνδρα, ἐπιλέγων· "Σχάστα, φυγο κύρι, ἀλλότρια χρήματα ἔκλεψας, καὶ δι' ἐμοῦ θέλεις σωθῆ ναι. Ῥῖψόν με εἰς τὴν ἀγοράν· κρέα θέλω". Ἤνεγκεν αὐτῷ κρέα. 21.6 Πάλιν οὖν ἀνέκραξεν· "Οὐ πληροφοροῦμαι· ὄχλους θέλω· εἰς τὴν ἀγορὰν θέλω. Ὦ βία· ῥῖψόν με ὅπου με εὗρες". Ὡς εἰ εἶχε χεῖρας τάχα ἂν καὶ ἀπήγξατο, τοῦ δαί μονος αὐτὸν οὕτως ἀγριώσαντος. Ἀπέρχεται τοίνυν πρὸς τοὺς ἐκ γειτόνων ἀσκητὰς ὁ Εὐλόγιος καὶ λέγει αὐτοῖς· "Τί ποιήσω, ὅτι εἰς ἀπελπισμόν με ἤγαγεν ὁ λελωβημένος οὗτος; Ῥίψω αὐτόν; Θεῷ δεξιὰς ἔδωκα καὶ φοβοῦμαι. Ἀλλὰ μὴ ῥίψω αὐτόν; Κακάς μοι ἡμέρας καὶ νύκτας δίδωσι. Τί οὖν αὐτῷ ποιήσω οὐκ οἶδα". 21.7 Οἱ δὲ λέγουσιν αὐτῷ· " ̔Ως ἔτι ζῇ ὁ μέγας", οὕτω γὰρ ἐκάλουν τὸν Ἀντώνιον, "ἄνελθε πρὸς αὐτὸν βαλὼν τὸν λελωβημένον εἰς πλοῖον, καὶ ἀνένεγκε αὐτὸν εἰς τὸ μοναστήριον καὶ ἔκδεξαι ἕως ἐξέλθῃ ἐκ τοῦ σπηλαίου καὶ ἀνένεγκε αὐτῷ τὸ κρῖμα· καὶ ὃ ἐάν σοι εἴπῃ, στοίχησον αὐτοῦ τῇ ἐπικρίσει, ὁ θεὸς γάρ σοι λαλεῖ δι' αὐτοῦ". Καὶ ἠνέσχετο αὐτῶν, καὶ βαλὼν τὸν λελω βημένον εἰς σκαφίδιον βουκολικόν, ἐξῆλθεν ἐν νυκτὶ τῆς πό λεως, καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ μοναστήριον τῶν μαθητῶν τοῦ ἁγίου Ἀντωνίου. 21.8 Συνέβη δὲ τὴν ἄλλην ἡμέραν ἐλ θεῖν τὸν μέγαν ἑσπέραν βαθεῖαν, ὡς διηγήσατο ὁ Κρόνιος, ἐμπεφιβλωμένον χλανίδα δερματίνην. Ἐρχόμενος οὖν εἰς τὸ μοναστήριον αὐτῶν ταύτην εἶχε τὴν συνήθειαν καλεῖν τὸν Μακάριον καὶ ἐρωτᾶν αὐτόν· "Ἄδελφε Μακάριε, ἦλθόν τινες ἀδελφοὶ ὧδε;" Ἀπεκρίνατο· "Ναί." "Αἰγύπτιοί εἰσιν ἢ Ἱεροσολυμῖται;" Σημεῖον δὲ αὐτῷ δεδώκει ὡς "Ἐὰν ἀπραγοτέρους ἴδῃς, λέγε ὅτι Αἰγύπτιοί εἰσιν· ὅταν δὲ εὐλα βεστέρους καὶ λογιωτέρους, λέγε Ἱεροσολυμῖται". 21.9 Ἠρώ τησεν οὖν αὐτῷ κατὰ τὸ εἰωθός· "Αἰγύπτιοί εἰσιν οἱ ἀδελφοί, ἢ Ἱεροσολυμῖται;" Ἀπεκρίνατο ὁ Μακάριος καὶ λέγει αὐτῷ· "Μίγμα εἰσίν". Ὅτε μὲν ἔλεγεν αὐτῷ· "Αἰγύπτιοί εἰσιν", ἔλεγε πρὸς αὐτὸν ὁ ἅγιος Ἀντώνιος· "Ποίησον φακὸν καὶ δὸς αὐτοῖς φαγεῖν"· καὶ ἐποίει αὐτοῖς εὐχὴν μίαν, καὶ ἀπέ λυεν αὐτούς. Ὅτε δὲ ἔλεγεν ὅτι "Ἱεροσολυμῖταί εἰσιν", ἐκάθητο διὰ πάσης νυκτός, λαλῶν αὐτοῖς τὰ πρὸς σωτη ρίαν. 21.10 Ἐν ἐκείνῃ οὖν τῇ ἑσπέρᾳ καθεσθείς, φησί, προσκαλεῖται πάντας, καὶ μηδενὸς μηδὲν αὐτῷ εἰρηκότος ὁποῖον ὄνομα ἔχει, σκοτίας οὔσης φωνεῖ καὶ λέγει· "Εὐλόγιε, Εὐλόγιε, Εὐλόγιε", ἐκ τρίτου. Ἐκεῖνος οὐκ ἀπεκρίνατο ὁ σχολαστικός, οἰόμενος ἄλλον Εὐλόγιον καλεῖσθαι. Λέγει αὐτῷ πάλιν· "Σοὶ λέγω, Εὐλόγιε, τῷ ἀπὸ Ἀλεξανδρείας ἐλ θόντι". Λέγει αὐτῷ ὁ Εὐλόγιος· "Τί κελεύεις, δέομαί σου;" "Τί ἧκες;" Ἀποκρίνεται ὁ Εὐλόγιος καὶ λέγει αὐτῷ· " ̔Ο ἀποκαλύψας σοι τὸ ὄνομά μου, καὶ τὸ πρᾶγμά σοι ἀπεκάλυψε". 21.11 Λέγει αὐτῷ ὁ Ἀντώνιος· "Οἶδα διὸ ἦλθες· ἀλλ' ἐπὶ πάντων τῶν ἀδελφῶν εἰπέ, ἵνα καὶ αὐτοὶ ἀκούσωσι". Λέγει αὐτῷ ὁ Εὐλόγιος· "Τοῦτον τὸν λελωβη μένον εὗρον ἐν τῇ ἀγορᾷ· καὶ δεξιὰς ἔδωκα τῷ θεῷ ἵνα αὐτὸν νοσοκομήσω, κἀγὼ σωθῶ δι' αὐτοῦ, καὶ αὐτὸς δι' ἐμοῦ. Ἐπεὶ οὖν μετὰ τοσαῦτα ἔτη εἰς ἄκρον με χειμάζει καὶ ἐνεθυμήθην αὐτὸν ῥῖψαι, τούτου χάριν ἦλθον πρὸς τὴν σὴν ἁγιωσύνην, ἵνα μοι συμβουλεύσῃς τί ὀφείλω ποιῆσαι, καὶ προσεύξῃ περὶ ἐμοῦ· δεινῶς γὰρ χειμάζομαι". 21.12 Λέ γει αὐτῷ ὁ Ἀντώνιος ἐμβριθεῖ καὶ αὐστηρᾷ τῇ φωνῇ· " ̔Ρίπτεις αὐτόν; Ἀλλ' ὁ ποιήσας αὐτὸν οὐ ῥίπτει αὐτόν. Ῥίπτεις αὐτὸν σύ; Ἐγείρει ὁ θεὸς τὸν καλλίονά σου καὶ συνάγει αὐτόν". Ἐφησυχάσας οὖν ὁ Εὐλόγιος κατέπτηξε. Καὶ καταλείψας πάλιν τὸν Εὐλόγιον ἄρχεται τῇ γλώττῃ μαστίζειν τὸν λελωβημένον καὶ ἀποβοᾶν· 21.13 "Λελωβη μένε, πεπηρωμένε, ἀνάξιε τῆς γῆς καὶ τοῦ οὐρανοῦ, οὐ παύῃ θεομαχῶν; Οὐκ οἶδας ὅτι ὁ Χριστός ἐστιν ὁ ὑπη ρετῶν σοι; Πῶς τολμᾷς κατὰ τοῦ Χριστοῦ τοιαῦτα φθέγ γεσθαι; Οὐ διὰ τὸν Χριστὸν ἑαυτὸν ἐδούλωσεν εἰς τὴν σὴν ὑπηρεσίαν;" Στύψας οὖν καὶ τοῦτον ἀφῆκε. Καὶ δια λεχθεὶς τοῖς λοιποῖς πᾶσι τὰ πρὸς τὴν χρείαν ἀπολαμβά νεται τὸν Εὐλόγιον καὶ τὸν λελωβημένον καὶ λέγει αὐτοῖς· 21.14 "Μὴ