ἐκεῖθεν ἀχλύι οὐδὲν τῶν πραττομένων συνιδεῖν ἠδυνήθησαν, ὕστερον δὲ τῆς συγχύσεως ἐκείνης ἀπαλλαγέντες καὶ καθ' ἑαυτοὺς γεγονότες ἐν συναισθήσει λοιπὸν τῆς ἀτοπίας γεγόνασιν, οἳ καὶ μικρᾶς προφάσεως ἐπιλαβόμενοι τὸ πᾶν τοῦ πταίσματος διωρθώσαντο. σὺ δὲ κἂν σκληρότερός τις ᾖ διορθώσεως μηδὲ πρὸς ἐκεῖνον ἀμελήσῃς, ἀλλὰ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς ἄπελθε δεικνὺς αὐτῷ τὸ ἁμάρτημα καὶ ἐκκαλούμενος αὐτὸν εἰς ἐπιστροφὴν καὶ διόρθωσιν· μέγα γὰρ τὸ ἐντεῦθέν σοι κέρδος, εἰ σωτὴρ ὀφθήσῃ τοῦ ἀδελφοῦ· κερδαίνει μὲν γὰρ κἀκεῖνος τὴν ἀπαλλαγὴν τῆς ἁμαρτίας, οὐ τοιοῦτον δὲ κέρδος οἷον τὸ σὸν τὸ σωτῆρα γενέσθαι τοῦ ἀδελφοῦ. διὸ καὶ τοῦ μείζονος κέρδους μνημονεύει ἐκέρδησας λέγων τὸν ἀδελφόν σου· ἂν δὲ μὴ θέλῃ μεταμεληθῆναι, τί; καὶ οὕτως μὲν αὐτὸς τῆς σπουδῆς καὶ προαιρέσεως τὸ κέρδος ἀναφαίρετον ἔχεις, λαμβάνεις δὲ καὶ ἑτέρας ἐξουσίας ἄφατον ἰσχύν. τίνα ταύτην; κύριος καθίστασαι τῆς τοῦ ἡμαρτηκότος τιμωρίας καὶ τὰς σὰς περὶ αὐτοῦ ψήφους ἔχεις τὸν κοινὸν ἐπικυροῦντα δεσπότην· ὃ ἂν γὰρ δήσητε ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς. εἶδες εἰς ὅσον ἡμᾶς ἡ ἀρετὴ καὶ ἡ ἀνεξικακία ἀναβιβάζει ἀξίωμα. ἰσοστασίους τοῦ Πέτρου ἐργάζεται, εἰς τῶν μαθητῶν καταλέγει τὸν χορόν. εἶτα οὐ μόνον τῆς τιμωρίας τὴν ἐξουσίαν ἐγχειρίζει σοι, φησίν, ἀλλὰ καὶ τῆς ἀφέσεως, σοί τε τῷ ἠτιμωμένῳ οὐ μόνον τῆς ἀτιμίας πολλαπλασίονα τὴν παραμυθίαν συλλέγων, ἀλλὰ καὶ ἀσύγκριτον τὴν ἐξουσίαν κατὰ τοῦ προπηλακίσαντος παρέχων κἀκεῖνον πανταχόθεν συνελαύνων ἐπὶ σὲ τὸν ἠδικημένον καταφεύγειν καὶ τῆς παρὰ σοῦ προστασίας καὶ ἐπικουρίας δεῖσθαι, εἴγε σου μὲν λύοντος λέλυται καὶ ἐν οὐρανοῖς, δεσμοῦντος δέ, δέδεται. καὶ οὐκ εἶπεν λυθήσεται καὶ δεθήσεται, ἀλλ' ἐπὰν λύσῃς, λέλυται καὶ ἐξαυτῆς εὑρὼν τὴν λύσιν λελυμένος εὑρεθήσεται καὶ ἐν οὐρανοῖς καὶ ἐὰν δήσῃς, δέδεται καὶ δεδεμένος ἀπ' ἐκείνου τοῦ χρόνου ἔσται καὶ ἐν οὐρανοῖς, δεικνὺς τὸ σφοδρὸν καὶ ἀπαράβατον τοῦ δεσμοῦ καὶ τῆς λύσεως. ἀκούσωμεν, ἀγαπητοί, νήφουσιν λογισμοῖς καὶ ἐννοήσωμεν ὅσον ἡμῖν τὸν καρπὸν ἡ μακροθυμία καὶ ἡ πραότης καὶ ἡ τῶν δεσποτικῶν ἐντολῶν φυλακὴ προξενεῖ. Τοὺς σκανδαλίζοντας τὸν πλησίον ἀποτρεπόμενος ὁ σωτὴρ νῦν παραμυθεῖται τοὺς σκανδαλιζομένους καὶ λέγει πρὸς αὐτούς· μὴ καταπέσητε ἐννοοῦντες ἣν ὑπέστητε ἀδικίαν, ἐπεὶ δυνατόν ἐστιν εἰς μέγα κέρδος μεταστῆσαι. πῶς δὲ τοῦτο γενήσεται; εἰ τὸν ἀδικήσαντά σε κατ' ἰδίαν ἐλέγξεις δεικνύων αὐτῷ τὸ ἁμάρτημα· μετανοοῦντος γὰρ ἐκείνου ἐφ' οἷς ἔπραξεν εἰς σὲ μέγα σοι κέρδος γενήσεται, σοῦ τε διαλλαγέντος πρὸς αὐτὸν κἀκείνῳ συγχωρηθέντος τοῦ ἁμαρτήματος. ὁρᾷς εἰς ὅσον ἡμᾶς ἡ ἀνεξικακία καὶ ἡ πρὸς τοὺς ἁμαρτάνοντας συγχώρησις ἀναβιβάζει ἀξίωμα· ἰσοστασίους γὰρ Πέτρῳ πεποίηκε καὶ τοῖς λοιποῖς ἀποστόλοις συνηρίθμησεν· εἶτα οὐ μόνον τῆς τιμωρίας τὴν ἐξουσίαν ἐγχειρίζεταί σοι, ἀλλὰ καὶ τῆς ἀφέσεως καὶ πολλαπλασίονα τὴν τιμὴν χαρίζεται. οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ πανταχόθεν τὸν ἀδικήσαντα συνελαύνει ἐπὶ σὲ τὸν ἠδικημένον καταφεύγειν καὶ τῆς παρὰ σοῦ προστασίας καὶ ἐπικουρίας δεῖσθαι, εἴπερ σοῦ μὲν λύοντος λύεται καὶ ἐν τοῖς οὐρανοῖς, δεσμοῦντος δὲ δεσμεῖται ἐν τοῖς οὐρανοῖς. 76 Mt 19, 16 24 Ἀγαθὰ ἐνόμιζεν ὁ νεανίσκος καὶ τὸν πλοῦτον καὶ τὰ χρήματα, μᾶλλον δὲ ταῦτα πρὸ τῶν ἄλλων· ἔθος γὰρ τοῖς ἀνθρώποις ἐκεῖνα ἡγεῖσθαι ἀγαθά, πρὸς ἃ ἂν ὦσιν αὐτοὶ ἐρωτικῶς καὶ περιπαθῶς διακείμενοι. διὸ καὶ ὁ πλούσιος ἐκεῖνος ἔλεγεν· ἔχεις πολλὰ ἀγαθά· φάγε καὶ πίε μετρῶν τὴν εὐδαιμονίαν βρώμασι καὶ πόμασι καὶ γαστριμαργίᾳ καὶ ταῦτα νομίζων ἀγαθά. οὕτως οὖν καὶ ὁ νεανίσκος οὗτος ὁ πλούσιος ἀγαθὰ ἡγούμενος τὰ ὑπάρχοντα καὶ τὸν πλοῦτον αὐτοῦ ἀγαθὸν καὶ τὸν δεσπότην ὀνομάζει ἄνθρωπον μὲν αὐτὸν ὡς ἕνα τῶν διδασκάλων λογιζόμενος, τιμῶν δὲ αὐτόν, ὡς ἐνόμιζεν, τῇ προσηγορίᾳ τῇ τοῦ ἀγαθοῦ. ὁ δὲ τῶν ὅλων δεσπότης καὶ πάντα εἰδὼς θέλων αὐτὸν τῆς τοῦ πλούτου προσπαθείας ἀποσπάσαι καὶ διδάξαι, ὅτι οὐκ ἔστιν ὁ πλοῦτος, ὃν ἐκεῖνος ἔστεργεν, ἀγαθός (καὶ γὰρ τῇ αὐτοῦ φύσει οὔτε τῶν ἀγαθῶν ἐστιν οὔτε τῶν