1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

20

ΚΕΦΑΛ. ςʹ. αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέ γων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ

πρόσωπόν σου ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ προφήτευσον ἐπ' αὐτὰ, 81.869 καὶ ἐρεῖς. Οὐ λογικὰ τὰ ὄρη, οὔτε μὴν ἔμψυχα, ἀλλὰ καὶ ἀναίσθητα· εἰς ἔλεγχον δὲ τῶν λογικῶν τοῖς ἀψύχοις προσδιαλέγεται· οὕτω καὶ ἐπὶ τοῦ Ἱε ροβοὰμ πρὸς τὸ θυσιαστήριον ὁ ἄνθρωπος τοῦ Θεοῦ τοὺς λόγους ἐποιήσατο. γʹ, δʹ. Τὰ ὄρη Ἰσραὴλ ἀκούσατε τὸν λόγον Ἀδωναῒ Κυρίου· τάδε λέγει Ἀδωναῒ Κύριος τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ ταῖς νάπαις, καὶ ταῖς φάραγξιν· Ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμᾶς ῥομφαίαν, καὶ ἐξολοθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν. Καὶ ἀφα νισθήσεται τὰ θυσιαστήρια ὑμῶν, καὶ συντρι βήσεται τὰ τεμένη ὑμῶν, καὶ καταβαλῶ τραυ ματίας ὑμῶν ἐνώπιον τῶν εἰδώλων ὑμῶν. Ἐπειδὴ γὰρ ἐν τούτοις πᾶσι τοῖς χωρίοις βωμοὺς τοῖς εἰδώ λοις ἀνήγειραν, ἀναγκαίως προλέγει τὴν ἐσομένην τῶν πολεμίων ἔφοδον, καὶ τὰς πανταχοῦ γενησομένας σφαγὰς, καὶ τῶν εἰδωλικῶν τεμενῶν τὴν ἐκπόρ θησιν. εʹ, ϛʹ. Καὶ δώσω τὰ πτώματα υἱῶν Ἰσραὴλ κατὰ πρόσωπον εἰδώλων αὐτῶν, καὶ διασκορ πιῶ τὰ ὀστᾶ ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν· ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν. Ἀπὸ τῶν ἀψύχων μετήγαγεν ἐπὶ τοὺς λογικοὺς τὸν λόγον, καὶ ἀπειλεῖ, ὅτι νεκρῶν πληρώσει τὰ τῶν εἰδώλων τεμένη, καὶ ἀνθρωπείων ὀστέων τὰ τῶν δαιμόνων θυσιαστήρια, διδάσκων διὰ τῆς τιμωρίας, ὡς οὐδὲν ἀπώναντο τῆς τῶν δαιμόνων θεραπείας, οὐδὲ μὴν ἐπικουρίας τινὸς ἐν ταῖς ἐπενεχθείσαις συμφοραῖς παρ' ἐκείνων ἀπήλαυσαν. "Καὶ αἱ πόλεις ἐξερημω θήσονται, καὶ τὰ ὑψηλὰ ἀφανισθήσονται, ὅπως ἐξολοθρευθῇ τε καὶ πλημμελήσῃ τὰ θυσιαστήρια ὑμῶν, καὶ συντριβήσεται." Τὸ δὲ πλημμελήσῃ, ἐρημωθήσῃ ὁ Σύμμαχος ἡρμήνευσε. "Καὶ κατα παύσῃ τὰ εἴδωλα ὑμῶν, καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν, καὶ ἐξαλειφθῇ τὰ ἔργα ὑμῶν." Ἔδειξε τῆς τιμω ρίας τὰς αἰτίας· ἰατρικῶς γὰρ ὁ φιλάνθρωπος κολά ζει ∆εσπότης, ἵνα παύσῃ τῆς ἀσεβείας τὸν δρόμον· ταῦτα γὰρ πάντα, φησὶ, ποιῶ, καὶ τὴν ἐρημίαν ἐπάξω, ἵνα σβέσω τὴν περὶ τὰ εἴδωλα μανίαν τε καὶ λύτταν. ζʹ. Καὶ πεσοῦνται τραυματίαι ὑμῶν ἐν μέσῳ ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος. Ὥστε ἡ τι μωρία διδάσκαλος θεογνωσίας· διὸ καὶ ὁ μακά ριος ἔλεγε ∆αβὶδ, "Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου." ηʹ. Καὶ ὑπολείψομαι, τοῦ γενέσθαι ἐξ ὑμῶν ἀνασωζόμενον ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσιν, ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις. Ἐπειδὴ γὰρ εἶπε, "Γνώσεσθε ὅτι ἐγὼ Κύριος," ἀναγκαίως δείκνυσι τοὺς ὠφεληθησομένους· οἱ γὰρ ἐκ τῆς 81.872 αἰχμαλωσίας διασπαρέντες, ἐκ τῆς τιμωρίας τὴν ὠφέλειαν καρπώσονται. ∆ιὸ ἐπάγει· θʹ. Καὶ μνησθήσονταί μου οἱ ἀνασωζόμενοι ἐξ ὑμῶν, οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ. Χρήσιμος τοί νυν ἡ ὑπὸ Θεοῦ ἐπιφερομένη παιδεία· μεταμελείας γὰρ μήτηρ. Ὀμώμοκα γὰρ τῇ καρδίᾳ αὐτῶν τῇ ἐκ πορνευούσῃ, τῇ ἀποστάσῃ ἀπ' ἐμοῦ, καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς ἐκπορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν, ὅτι κλαύσονται κατὰ πρόσωπον ἑαυτῶν περὶ τῶν κακῶν, ὧν ἐποίησαν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν. (ιʹ.) Καὶ ἐπιγνώσονται, διότι ἐγὼ Κύριος οὐκ εἰς δωρεὰν λελάληκα τοῦ ποιῆσαι ἅπαντα τὰ κακὰ ταῦτα. Ἀναντίῤῥητος, φησὶν, ἔσται αὐτοῖς μετα μέλεια, ἐφ' οἷς ἐμὲ μὲν ἐγκατέλιπον, τὴν δὲ τῶν εἰδώλων ἠγάπησαν θεραπείαν· τοῦτο γὰρ ἐνταῦθα πορνείαν ἐκάλεσε· καὶ μαθήσονται διὰ τῆς πείρας αὐτῆς, ὡς οὔτε ἀδίκως, οὔτε ἀνωφελῶς ταύταις αὐτοὺς περιέβαλον ταῖς τιμωρίαις· τὸ μὲν γὰρ δίκαιον ἡ ἀσέβεια δείκνυσι, τὴν δὲ ὠφέλειαν ἡ μεταμέλεια. ιαʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Κρότησον τῇ χειρί σου, καὶ ψόφησον τῷ ποδί σου, καὶ εἰπὸν, Εὖγε, εὖγε ἐπὶ πᾶσι τοῖς βδελύγμασι τῶν κα κῶν οἴκου Ἰσραὴλ, ἐν ῥομφαίᾳ, καὶ ἐν λιμῷ, καὶ ἐν θανάτῳ πεσοῦνται. Ἐμοῦ, φησὶν, ἀποφαι νομένου, καὶ καταψηφιζομένου τὰς παντοδαπὰς τι μωρίας, σὺ κρότει, καὶ θαύμαζε τῆς ψήφου τὸ δί καιον. Εἶτα πάλιν τὰ αὐτὰ προαγορεύσας, ὅπως καὶ λιμῷ, καὶ θανάτῳ, καὶ σφαγῇ πολεμίων, καὶ αἰχμ αλωσίᾳ παραδοθήσονται, καὶ ὅτι κύκλῳ τῶν εἰδωλι κῶν θυσιαστηρίων