ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΣΕΡΑΠΙΩΝΑ ΘΜΟΥΕΩΣ ΕΠΙΣΚΟΠΟΝ Κατὰ τῶν βλασφημούντων καὶ λεγόντων κτίσμα εἶ

 Τὰ γράμματα τῆς σῆς ἱερᾶς διαθέσεως ἀπεδόθη μοι ἐν τῇ ἐρήμῳ. Καὶ εἰ καὶ πικρός τις ἦν ὁ καθ' ἡμῶν διωγμὸς ἐπικείμενος, καὶ πολλὴ ἔρευνα τῶν ζητούντων

 Τῶν μὲν οὖν Ἀρειανῶν οὐκ ἀλλότριον καὶ τοῦτο ἐνθύμημα. Ἅπαξ γὰρ ἀρνούμενοι τὸν τοῦ Θεοῦ Λόγον, εἰκότως τὰ αὐτὰ καὶ κατὰ τοῦ Πνεύματος αὐτοῦ δυσφημοῦσι

 Πόθεν τοίνυν ὑμῖν, ὦ οὗτοι, τῆς τοσαύτης τόλμης ἡ πρόφασις, ὥστε μὴ φοβηθῆναι τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· «Ὃς δ' ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ἅγιον

 Εἴπατε γοῦν εἴ που τῆς θείας Γραφῆς εὑρίσκε τε τὸ Πνεῦμα τὸ ἅγιον ἁπλῶς εἰρημένον πνεῦμα, χωρὶς προσθήκης τοῦ λέγεσθαι ἢ τοῦ Θεοῦ, ἢ τοῦ Πατρὸς, ἢ ὅτι

 Ὑμεῖς δὲ εἴπατε τὸ προταθὲν ὑμῖν, εἰ εὑ ρήκατέ που τῆς θείας Γραφῆς τὸ Πνεῦμα τὸ ἅγιον λεγόμενον ἁπλῶς Πνεῦμα, χωρὶς τῆς προειρημένης ἐπ' αὐτῷ προσθήκ

 Ἐρωτήσατε δὲ καὶ ὑμεῖς περὶ τῶν ἐν τοῖς Εὐαγγελίοις, καὶ ὧν ἔγραψαν οἱ ἀπόστολοι, καὶ ἀκούσεσθε πῶς κἀκεῖ, πλείστης οὔσης διαφορᾶς πνευμά των, κατ' ἐξ

 Ἰδοὺ πῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐν πάσῃ τῇ θείᾳ Γραφῇ γνωρίζεται. Τί τοίνυν ὑμεῖς τοιοῦτον ἐν τῷ προφή τῃ ἐθεωρήσατε; Οὐδὲ γὰρ οὐδὲ κἂν τὸ ἄρθρον ἔχει τὸ

 Ἐντυγχάνοντες δὲ καὶ ὑμεῖς ταῖς ἁγίαις Γραφαῖς, εὑρήσετε λεγόμενον πνεῦμα καὶ τὸν ἐν αὐτοῖς τοῖς θείοις λόγοις νοῦν, γράφοντος τοῦ Παύλου· «Ὃς καὶ ἱκά

 Ἀλλ' ἐπείπερ Χριστοῦ, φησὶ, μνημονεύει τὸ Λόγιον, ἀκολούθως καὶ τὸ λεγόμενον πνεῦμα οὐδὲν ἕτερον ἢ τὸ Πνεῦμα τὸ ἅγιον χρὴ νοεῖν. Εἶτα τὸ μὲν συνονομάζ

 Οὐκοῦν τοῦ κτιζομένου πνεύματος τοιαύτην ἔχοντος τὴν διάνοιαν, πρεπόντως ἂν νοηθείη καὶ ἡ στερεουμένη βροντὴ ὁ πιστὸς λόγος, καὶ ἀσάλευτος τοῦ πνεύματ

 Τί οὖν ἡ τοσαύτη τούτων ἀπόνοια; Ποῦ τῶν Γραφῶν πάλιν εὗρον ἄγγελον τὸ Πνεῦμα λεγόμε νον; Τὰ αὐτὰ δέ μοι τοῖς προειρημένοις εἰπεῖν ἀνάγκη. Παράκλητος

 Καὶ Μωσῆς γ' οὖν, γινώσκων τοὺς μὲν ἀγγέ λους κτίσματα, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἡνωμένον τῷ Υἱῷ καὶ τῷ Πατρὶ, λέγοντος αὐτῷ τοῦ Θεοῦ· «Πο ρεύου, ἀνάβηθι

 Ἀλλ' ἔστω ταῦτα, φασὶ καὶ αὐτοί· διὰ τί οὖν ὁ Ἀπόστολος μετὰ τὸν Χριστὸν οὐκ ὠνόμασε τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοὺς ἐκλεκτοὺς ἀγγέλους; Τὸ αὐτὸ δ' ἄν τ

 Τί δ' ἂν εἴποιεν, ἐὰν ἀκούσουσι καὶ τοῦ Κυρίου λέγοντος· «Κριτής τις ἦν ἔν τινι χώρᾳ, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.» Ἆρα, ἐπει

 Τῶν μὲν οὖν θείων λογίων τοιοῦτος ὁ νοῦς ἐμοὶ φαίνεται, διελέγχων τὴν τῶν ἀλόγων κατὰ τοῦ Πνεύματος δυσφημίαν· αὐτοὶ δὲ τὴν φιλονεικίαν ἔμμονον ἔχοντε

 Σιωπᾷν μὲν οὖν, ὡς προεῖπον, ἐπὶ τούτοις, καὶ μὴ προσποιεῖσθαι τοὺς τοιούτους ἔδει· ἵνα δὲ μὴ ἡ ἡμῶν σιωπὴ πρόφασιν ἀναισχυντίας αὐτοῖς ἐμποιήσῃ, ἀκου

 Οὐκοῦν καὶ κατὰ τοῦτο μανία τὸ λέγειν αὐτὸ κτίσμα. Εἰ γὰρ κτίσμα ἦν, οὐ συνετάσσετο τῇ Τριάδι. Ὅλη γὰρ εἷς Θεός ἐστι. Καὶ ἀρκεῖ γινώσκειν, ὅτι μὴ κτίσ

 Ἢ τολμησάτωσαν ἀποκρίνασθαι οἱ πάντα λέ γοντες εὐχερῶς, πῶς ὁ οὐρανὸς συνέστη, καὶ ἐκ ποίας ὕλης, καὶ τίς ἡ τούτου μίξις, ἢ πῶς ὁ ἥλιος, καὶ ἕκαστος τ

 Περιττῆς τοιγαροῦν καὶ πλέον μανίας οὔσης τῆς τοιαύτης ἐπιχειρήσεως, μηκέτι τοιαῦτά τις ἐρω τάτω, ἢ μόνον τὰ ἐν ταῖς Γραφαῖς μανθανέτω. Αὐτ άρκη γὰρ κ

 Τοιαύτης δὲ συστοιχίας καὶ ἑνότητος τῆς ἐν τῇ ἁγίᾳ Τριάδι οὔσης, τίς ἂν διέλοι ἢ τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, ἢ τὸ Πνεῦμα ἀπὸ τοῦ Υἱοῦ, ἢ αὐ τοῦ τοῦ Πατρό

 Τοιαύτην δὲ τάξιν καὶ φύσιν ἔχοντος τοῦ Πνεύματος πρὸς τὸν Υἱὸν, οἵαν ὁ Υἱὸς ἔχει πρὸς τὸν Πατέρα, πῶς ὁ τοῦτο κτίσμα λέγων οὐ τὸ αὐτὸ καὶ περὶ τοῦ Υἱ

 Τὰ κτίσματα τοίνυν ἐξ οὐκ ὄντων γέγονεν, ἀρ χὴν ἔχοντα τοῦ γίνεσθαι· ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐ τοῖς. Ἐκ δ

 Τὸ τοίνυν μὴ ἁγιαζόμενον παρ' ἑτέρου, μηδὲ μετέχον ἁγιασμοῦ, ἀλλ' αὐτὸ μεθεκτὸν ὂν, ἐν ᾧ καὶ τὰ κτίσματα πάντα ἁγιάζεται, πῶς ἂν εἴη ἓν τῶν πάντων, ἴδ

 Καὶ διὰ τοῦ Πνεύματος λεγόμεθα πάντες μέτοχοι τοῦ Θεοῦ· «Οὐκ οἴδατε, γάρ φησιν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ὑμῖν οἰκεῖ; Εἴ τις τὸν ν

 Ἄλλο ἄρα τῶν κτισμάτων ἐστὶ τὸ Πνεῦμα, καὶ δέδεικται μᾶλλον ἴδιον εἶναι τοῦ Υἱοῦ, καὶ οὐ ξένον τοῦ Θεοῦ. Καὶ γὰρ κἀκεῖνο τὸ σοφὸν αὐτῶν ἐρώτημα· Εἰ ἐκ

 Ὅτι δὲ ἄνω τῆς κτίσεώς ἐστι τὸ Πνεῦμα, καὶ ἄλλο μὲν παρὰ τὴν τῶν γενητῶν φύσιν, ἴδιον δὲ τῆς θεότητος, ἔξεστι καὶ ἐκ τούτου πάλιν συνιδεῖν. Ἄτρεπτον κ

 Πάλιν γὰρ καὶ ἐκ τούτων ἄν τις ἴδοι τὸ Πνεῦμα τὸ ἅγιον, ὡς μεθεκτόν ἐστι καὶ οὐ μετέχον (τὰ αὐτὰ γὰρ λέγειν οὐκ ὀκνητέον). «Ἀδύνατον γὰρ,» φησὶ, «τοὺς

 Ἴδωμεν δὲ ὅμως καὶ πρὸς τούτοις καὶ αὐ τὴν τὴν ἐξ ἀρχῆς παράδοσιν καὶ διδασκαλίαν καὶ πίστιν τῆς καθολικῆς Ἐκκλησίας, ἣν ὁ μὲν Κύριος ἔδωκεν, οἱ δὲ ἀπ

 Οὐκοῦν τοῦτον ἐχούσης τῆς Ἐκκλησίας τὸν θεμέλιον τῆς πίστεως, εἰπάτωσαν πάλιν ἡμῖν ἐκεῖνοι καὶ ἀποκρινάσθωσαν· Τριάς ἐστιν, ἢ δυάς; Εἰ μὲν οὖν δυάς ἐσ

 Τοιαῦτα μὲν οὖν ὑμῖν ἄτοπα ἐκ τοῦ δυάδα λέγειν ἀπαντᾷ. Εἰ δὲ Τριάς ἐστιν, ὥσπερ οὖν καὶ ἔστι, δέδεικται δὲ ἀδιαίρετος οὖσα καὶ οὐκ ἀνόμοιος· ἀνάγκη μί

 Μία ἄρα καὶ ἐκ τούτων ἡ τῆς Τριάδος ἐνέργεια δείκνυται. Οὐ γὰρ ὡς παρ' ἑκάστου διάφορα καὶ διῃρημένα τὰ διδόμενα σημαίνει ὁ Ἀπόστολος· ἀλλ' ὅτι τὰ διδ

 Συμφώνως ἄρα ἀπὸ τῶν θείων Γραφῶν δείκνυ ται μὴ εἶναι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ ἴδιον τοῦ Λόγου καὶ τῆς τοῦ Πατρὸς θεότητος· οὕτω γὰρ τῶν μὲν ἁγ

 Ἐγὼ μὲν οὖν καίπερ ἐν ἐρήμῳ διάγων, διὰ γοῦν τὴν ἀναίδειαν τῶν ἐκτραπέντων ἀπὸ τῆς ἀλη θείας, οὐ φροντίσας τῶν γελᾷν ἐθελόντων διὰ τὸ ἀσθενὲς καὶ ταπε

 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ ΛΕΓΟΝΤΩΝ ΚΤΙΣΜΑ ΤΟΝ ΥΙΟΝ. Ἐγὼ μὲν ἐνόμιζον καὶ οὕτως ὀλίγα γεγρα φέναι· καὶ κατηγόρουν ἐμαυτοῦ π

 Τῶν μὲν οὖν Ἀρειανῶν θνητὸν καὶ φθαρτὸν τὸ τοιοῦτον φρόνημα· ὁ δὲ τῆς ἀληθείας λόγος, ὅνπερ ἔπρεπε καὶ αὐτοὺς διανοεῖσθαι, τοιοῦτός ἐστιν· Εἰ πηγὴ, κα

 Τούτων δὲ οὕτω δεικνυμένων, ἀσεβής ἐστιν ὁ λέγων κτίσμα εἶναι τὸν Υἱόν. Ἀναγκασθήσεται γὰρ εἰπεῖν κτίσμα καὶ τὴν πηγὴν βρύουσαν, κτίσμα τὴν σοφίαν, τὸ

 Καὶ πάλιν τὰ γενητὰ πάντα οὐκ ἦν, καὶ γέγονε. Τὴν γὰρ γῆν, ὡς οὐδὲν, ἐποίησε· καὶ, «ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα·» καὶ ποιήματα δέ ἐστι καὶ κτίσματα· δι

 Τίς, τούτων ὄντων καὶ γεγραμμένων, οὐ συνορᾷ, ἐπεὶ τῶν μὲν κτισμάτων οὐδὲν ὅμοιον ὁ Υἱὸς ἔχει, πάντα δὲ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν, ὅτι ὁμοούσιος ἂν

 Καὶ οὕτω δ' ἄν τις διελέγξειε τὴν ἀσέβειαν τῶν λεγόντων κτίσμα εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἡ πίστις ἡμῶν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμά ἐστι, λέγο

 Ἀλλ' ἐπειδὴ προφασίζονται τὸ ἐν ταῖς Παροιμίαις γεγραμμένον τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,» καὶ ἐπιλέγουσιν ἑαυτοῖς· Ἰδοὺ ἔκτι

 Ὁ μὲν χαρακτὴρ οὗτος ἐκ τῶν ἀποστόλων διὰ τῶν Πατέρων· δεῖ δὲ λοιπὸν, ἐντυγχάνοντα τῇ Γραφῇ, δοκιμάζειν καὶ διακρίνειν, πότε μὲν περὶ τῆς θεότητος τοῦ

 Καὶ γὰρ κἀκεῖνο πάλιν τὸ καλῶς μὲν εἰρημένον, κακῶς δὲ νοούμενον παρ' αὐτοῖς· φημὶ δὴ τὸ, «Περὶ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγ

 ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΣΕΡΑΠΙΩΝΑ ΕΠΙΣΚΟΠΟΝ ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. Ἴσως θαυμάσεις, πῶς ἐντειλάμενον τὴν περὶ τοῦ ἁγίου Πνεύματος γραφεῖσα

 Ἱκανὰ μὲν οὖν καὶ ταῦτα πεῖσαι καὶ πάντα ὁντινοῦν φιλόνεικον, μηκέτι λέγειν κτίσμα τοῦ Θεοῦ, τὸ ἐν τῷ Θεῷ, καὶ τὰ βάθη ἐρευνῶν τοῦ Θεοῦ, καὶ ἐκ Πατρὸς

 Καὶ πάλιν χρίσμα καὶ σφραγὶς λέγεται καὶ ἔστι τὸ Πνεῦμα· ὁ μὲν γὰρ Ἰωάννης γράφει· «Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε παρ' αὐτοῦ μένει ἐν ὑμῖν· καὶ οὐ χρε

 Καὶ τοῦτο οἶδεν ὁ Ἀπόστολος λέγων· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ μετ' ὀλίγα· «Ἐν ἑνὶ Πνε

 Τούτου δὲ οὕτως γεγραμμένου, δῆλόν ἐστιν, ὡς οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀλλ' ἐν τῷ κτίζειν ἐστίν· ὁ γὰρ Πατὴρ διὰ τοῦ Λόγου ἐν τῷ Πνεύματι κτίζει τὰ π

 Ἀμέλει, ἐπευχόμενος Κορινθίοις, ἐν τῇ Τριά δι ηὔχετο λέγων· «Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματο

 Τῆς μὲν οὖν καθολικῆς πίστεως ὁ χαρακτὴρ οὗτος. Οἱ δὲ δυσφημοῦντες εἰς τὸ Πνεῦμα, καὶ λέγον τες αὐτὸ κτίσμα, εἰ μὴ ἐκ τῶν εἰρημένων μεταγι νώσκουσι, κ

 ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΣΕΡΑΠΙΩΝΑ ΟΜΟΙΩΣ ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θα

 Τίς, τούτων ἀκούων, ἔτι Χριστιανοὺς, καὶ οὐ μᾶλλον Ἕλληνας αὐτοὺς νομίσει; Τοιαῦτα γὰρ Ἕλληνες καθ' ἡμῶν ὁμιλοῦσιν ἑαυτοῖς. Τίς ἀποκρίνασθαι θελήσει π

 Πάλιν οὖν ἐκ τῶν ὑμῶν δίκαιον ὑμᾶς οὕτως ἐρω τᾶσθαι. Ἐπειδὴ οἱ προφῆται ἐν τῷ Πνεύματι τοῦ Θεοῦ λαλοῦσι, καὶ ἐν τῷ Ἡσαΐᾳ τὸ Πνεῦμα τὸ ἅγιον προφη τεύε

 Οὕτως οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀλλ' ἴδιον τῆς τοῦ Λόγου οὐσίας, ἴδιον καὶ τοῦ Θεοῦ, καὶ ἐν αὐ τῷ λέγεται εἶναι. Πάλιν γὰρ τὰ αὐτὰ λέγειν οὐκ ὀκνη τέ

 Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ τῆς τοῦ Θε

 Εἰ γὰρ, ἐπεὶ μὴ κτίσμα ἐστὶ τὸ Πνεῦμα (τοῦτο γὰρ ἐδείχθη), ἐρωτᾶτε, Υἱὸς οὖν ἐστι τὸ Πνεῦμα; ὥρα, μαθόντας ὑμᾶς, ὅτι μὴ κτίσμα ἐστὶν ὁ Υἱὸς (διὰ τούτο

 Ἀρκεῖ ταῦτα πρὸς ἔλεγχον τῆς μωρολογίας ὑμῶν. Μηκέτι παίζετε εἰς τὴν θεότητα. Παιζόντων γὰρ ἴδιον ἐρωτᾷν τὰ μὴ γεγραμμένα καὶ λέγειν· Οὐκοῦν Υἱός ἐστι

19. Since, therefore, such an attempt is futile madness, nay, more than madness !, let no one ask such questions any more, or else let him learn only that which is in the Scriptures. For the illustrations they contain which bear upon this subject are sufficient and suitable. The Father is called fountain and light: ‘They have forsaken me,’ it says, ‘the fountain of living water’; and again in Baruch, ‘Why, O Israel, art thou in the land of thine enemies? Thou hast forsaken the fountain of wisdom’; and, according to John: ‘Our God is light.’ But the Son, in contrast with the fountain, is called river: ‘The river of God is full of water.’ In contrast with the light, he is called radiance—as Paul says: ‘Who, being the radiance of his glory and the image of his essence.’ As then the Father is light and the Son is his radiance—we must not shrink from saying the same things about them many times—we may see in the Son the Spirit also by whom we are enlightened. ‘That he may give you’, it says, ‘the Spirit of wisdom and revelation in the knowledge of him, having the eyes of your heart enlightened’. But when we are enlightened by the Spirit, it is Christ who in him enlightens us. For it says: ‘There was the true light which lighteth every man coming into the world.’ Again, as the Father is fountain and the Son is called river, we are said to drink of the Spirit. For it is written: ‘We are all made to drink of one Spirit.’ But when we are made to drink of the Spirit, we drink of Christ. For ‘they drank of a spiritual rock that followed them, and the rock was Christ’. Again, as Christ is true Son, so we, when we receive the Spirit, are made sons. ‘For you have not received’, it says, ‘the spirit of bondage again to fear; but you have received the Spirit of adoption.’ But if by the Spirit we are made sons, it is clear that it is in Christ we are called children of God. For: ‘So many as received him, to them gave he the power to become children of God.’ Then, as the Father, in Paul’s words, is the ‘only wise’, the Son is his Wisdom: ‘Christ the Power of God and the Wisdom of God.’ But as the Son is Wisdom, so we, receiving the Spirit of Wisdom, have the Son and are made wise in him. For thus it is written in the one hundred and forty-fifth psalm: ‘The Lord looseth the prisoners, the Lord maketh wise the blind.’ When the Holy Spirit is given to us (‘Receive the Holy Spirit,’ said the Saviour), God is in us; for so John wrote: ‘If we love one another, God abideth in us; hereby know we that we abide in him and he in us, because he hath given us of his Spirit.’ But when God is in us, the Son also is in us. For the Son himself said: ‘The Father and I will come and make our abode with him.’ Furthermore, as the Son is life—for he says ‘I am the life’—we are said to be quickened by the Spirit. For it says: ‘He that raised up Christ Jesus from the dead shall quicken also your mortal bodies, through his Spirit that dwelleth in you.’ But when we are quickened by the Spirit, Christ himself is said to live in us; for it says: ‘I have been crucified with Christ. I live, and yet no longer I, but Christ liveth in me.’ Again, the Son declared that the Father worked the works that he did—for he says: ‘The Father abiding in me doeth his works. Believe me, that I am in the Father and the Father in me; or else believe me for his works’ sake.’ So Paul declared that the works he worked by the power of the Spirit were the works of Christ: ‘For I will not dare to speak of any things save those which Christ wrought through me, for the obedience of the Gentiles, by word and deed, in the power of signs and wonders, in the power of the Holy Spirit.’

Περιττῆς τοιγαροῦν καὶ πλέον μανίας οὔσης τῆς τοιαύτης ἐπιχειρήσεως, μηκέτι τοιαῦτά τις ἐρω τάτω, ἢ μόνον τὰ ἐν ταῖς Γραφαῖς μανθανέτω. Αὐτ άρκη γὰρ καὶ ἱκανὰ τὰ ἐν ταύταις κείμενα περὶ τούτου παραδείγματα. Πηγὴ τοίνυν καὶ φῶς λέγεται ὁ Πατήρ· «Ἐμὲ» γὰρ, φησὶν, «ἐγκατέλι πον πηγὴν ὕδατος ζῶντος.» Καὶ πάλιν ἐν τῷ Βα ρούχ· «Τί ἐστιν, Ἰσραὴλ, ὅτι ἐν τῇ γῇ τῶν ἐχθρῶν εἶ; ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας·» καὶ κατὰ τὸν Ἰωάννην· «Ὁ Θεὸς ἡμῶν φῶς ἐστι.» Λέγεται δὲ καὶ ὁ Υἱὸς ὡς μὲν πρὸς τὴν πηγὴν ποτα μός· «Ὁ ποταμὸς» γὰρ «τοῦ Θεοῦ ἐπληρώθη ὑδά των·» πρὸς δὲ τὸ φῶς ἀπαύγασμα, λέγοντος τοῦ Παύλου· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.» Τοῦ τοίνυν Πατρὸς φωτὸς ὄντος, τοῦ δὲ Υἱοῦ ἀπαυγάσματος αὐτοῦ (τὰ αὐτὰ γὰρ περὶ τούτων μάλιστα οὐκ ὀκνητέον λέγειν πολλάκις), ἔξεστιν ὁρᾷν καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα, ἐν ᾧ φωτιζόμεθα· «Ἵνα» γὰρ, φησὶ, «δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώ σει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας.» Τῷ δὲ Πνεύματι φωτιζομένων ἡμῶν, ὁ Χριστός ἐστιν ὁ ἐν αὐτῷ φωτίζων· «Ἦν» γὰρ, φησὶ, «τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.» Πάλιν τε τοῦ Πατρὸς ὄντος πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα· γέγραπται γὰρ, ὅτι «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.» Τὸ δὲ Πνεῦμα ποτιζόμενοι, τὸν Χριστὸν πίνομεν· «Ἔπινον» γὰρ «ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Καὶ πάλιν τοῦ Χριστοῦ ὄντος ἀληθινοῦ Υἱοῦ, ἡμεῖς τὸ Πνεῦμα λαμβάνοντες, υἱοποιούμεθα· «Οὐ γὰρ ἐλάβετε,» φησὶ, «Πνεῦμα δουλείας πάλιν εἰς φόβον· ἀλλ' ἐλάβετε Πνεῦμα υἱο θεσίας.» Υἱοποιούμενοι δὲ τῷ Πνεύματι, δῆλον, ὅτι ἐν τῷ Χριστῷ χρηματίζομεν τέκνα Θεοῦ· «Ὅσοι» γὰρ «ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Εἶτα τοῦ Πατρὸς, ὡς ὁ Παῦ λος εἶπε, μόνου σοφοῦ ὄντος, ὁ Υἱός ἐστιν ἡ σοφία αὐτοῦ. «Χριστὸς» γὰρ «Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.» Τοῦ δὲ Υἱοῦ ὄντος τῆς σοφίας, ἡμεῖς Πνεῦμα σοφίας λαμβάνοντες, τὸν Υἱὸν ἔχομεν, καὶ ἐν αὐτῷ σοφοὶ γινόμεθα. Οὕτω γὰρ καὶ γέ γραπται ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ πέμπτῳ ψαλμῷ· «Κύριος λύει πεπεδημένους· Κύριος σο φοῖ τυφλούς.» Καὶ τοῦ Πνεύματος δὲ διδομένου εἰς ἡμᾶς («Λάβετε γὰρ Πνεῦμα ἅγιον,» ἔλεγεν ὁ Σωτὴρ), ὁ Θεὸς ἐν ἡμῖν ἐστιν· οὕτω γὰρ ὁ Ἰωάννης ἔγραψεν· «Ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει. Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μέ νομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐ τοῦ ἔδωκεν ἡμῖν.» Τοῦ δὲ Θεοῦ ὄντος ἐν ἡμῖν, ἔστι καὶ ὁ Υἱὸς ἐν ἡμῖν, λέγοντος αὐτοῦ τοῦ Υἱοῦ· «Ἐλευ σόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν.» Ἔπειτα ζωῆς οὔσης τοῦ Υἱοῦ, «Ἐγὼ» γὰρ, φησὶν, «εἰμὶ ἡ ζωὴ,» ζωοποιεῖσθαι λεγόμεθα ἐν τῷ Πνεύματι· «Ὁ» γὰρ «ἐγείρας,» φησὶ, «Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Ζωοποιουμένων δὲ ἡμῶν ἐν τῷ Πνεύματι, ζῇν αὐτὸς ὁ Χριστὸς ἐν ἡμῖν λέγεται. «Χριστῷ» γὰρ, φησὶ, «συνεσταύρωμαι. Ζῶ δὲ οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Καὶ πάλιν ὥσπερ ὁ Υἱὸς, ἅπερ ἐποίει ἔργα, ἔλεγε τὸν Πατέρα ἐργάζεσθαι· «Ὁ Πατὴρ» γὰρ, φησὶν, «ὁ μένων ἐν ἐμοὶ, αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.» Οὕτως, ἅπερ ἐν δυνάμει Πνεύματος εἰργάζετο ὁ Παῦλος, ἔλεγε τοῦ Χριστοῦ εἶναι τὰ ἔργα· «Οὐ γὰρ τολμήσω τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν ἐν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τε ράτων, ἐν δυνάμει Πνεύματος ἁγίου.»