τὰ ἕλη καὶ ἀνάγαγε τοὺς βατράχους. καὶ ἐξέτεινεν Ἀαρὼν τὴν χεῖρα ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἀνήγαγε τοὺς βατράχους, καὶ ἀνεβιβάσθη ὁ βάτραχος καὶ ἐκάλυψε τὴν γῆν Αἰγύπτου. ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν, καὶ ἀνήγαγον τοὺς βατράχους ἐπὶ τὴν γῆν Αἰγύπτου. καὶ ἐκάλεσε Φαραὼ Μωϋσῆν καὶ Ἀαρών, καὶ εἶπεν, Εὔξασθε περὶ ἐμοῦ πρὸς κύριον, καὶ περιελέτω τοὺς βατράχους ἀπ' ἐμοῦ καὶ ἀπὸ τοῦ ἐμοῦ λαοῦ, καὶ ἐξαποστελῶ τὸν λαόν, καὶ θύσουσι κυρίῳ. εἶπε δὲ Μωϋσῆς πρὸς Φαραώ, Τάξαι πρός με πότε εὔξομαι περί σου καὶ περὶ τῶν θεραπόντων σου καὶ περὶ τοῦ λαοῦ σου ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ καὶ ἀπὸ λαοῦ σου καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν, πλὴν ἐν ποταμῷ ὑπολειφθήσονται. ὁ δὲ εἶπεν, Εἰς αὔριον. εἶπεν οὖν, Ὡς εἴρηκας, ἵνα εἰδῇς ὅτι οὐκ 132 ἔστιν ἄλλος πλὴν κυρίου. καὶ περιαιρεθήσονται οἱ βάτραχοι ἀπὸ σοῦ καὶ ἀπὸ τῶν οἰκιῶν ὑμῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ ἀπὸ τοῦ λαοῦ σου, πλὴν ἐν τῷ ποταμῶ ὑπολειφθήσονται. Ἐξῆλθε δὲ Μωϋσῆς καὶ Ἀαρὼν ἀπὸ Φαραώ. καὶ ἀνεβόησε Μωϋσῆς πρὸς κύριον περὶ τοῦ ὁρισμοῦ τῶν βατράχων, ὡς ἐτάξατο Φαραώ. ἐποίησε δὲ κύριος, καθάπερ εἶπε Μωϋσῆς, καὶ ἐτελεύτησαν οἱ βάτραχοι ἐκ τῶν οἰκιῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἐκ τῶν ἀγρῶν, καὶ συνήγαγον αὐτοὺς θημωνίας θημωνίας, καὶ ἐπώζεσεν ἡ γῆ. ἰδὼν δὲ Φαραὼ ὅτι γέγονεν ἀνάψυξις, ἐβαρύνθη ἡ καρδία αὐτοῦ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησεν κύριος. Εἶτα ἐπῆλθον τοῖς Αἰγυπτίοις καὶ ἄλλαι πληγαί. γʹ. Σκνίψ, ὡς ἀπροβλέπτοις καὶ ἀνηκόοις καὶ ἀδιακρίτοις καὶ ἀνομολόγοις. δʹ. Κυνόμυια, ὡς ἀχρώμοις καὶ ἀναισθήτοις. εʹ. Θάνατος πάντων τῶν τετραπόδων διὰ τὴν πρὸς αὐτὰ πεποίθησιν. ϛʹ. Ἕλκη, διὰ τὸ αὐχεῖν ἐν εὐρωστίᾳ. ζʹ. Χάλαζα καὶ πῦρ, διὰ τὸ αὐχεῖν ὡς ἐν εὐθηνίᾳ ἀγαθῇ. ηʹ. Ἀκρίς. ἀβασίλευτόν ἐστιν ἀκρίς, ὡς οὐ κυριεῦον. τὰ 133 γὰρ ἄλλα κυριεύουσιν ἐκστρατεύματι, ἀφ' ἑνὸς κελεύσματος εὐτάκτως πρὸς κάκωσιν ἐχθρῶν ἀποστελλόμενα. θʹ. Σκότος. ιʹ. Θάνατος πρωτοτόκων, διὰ τὸ αὐχεῖν ἐν παραμονῇ ζωῆς καὶ ἰσχύι καὶ δόξῃ. Πληγαὶ δέκα Γʹ διὰ τοῦ Ἀαρὼν ἐν τῇ ῥάβδῳ, αἷμα, βάτραχος, σκνίψ. καὶ βʹ διὰ ἑαυτοῦ ὁ θεός, κυνόμυιαν, θάνατον, ἕλκη. καὶ μίαν διὰ χειρὸς Μωϋσέως, συνυπουργοῦντος αὐτῷ τοῦ Ἀαρών. Καὶ ἄλλαι τρεῖς διὰ Μωϋσέως μόνου· μία διὰ τῆς ῥάβδου, καὶ μία διὰ τῆς χειρὸς αὐτοῦ, χάλαζα, ἀκρίας, σκότος. Καὶ μίαν, τὴν τῶν πρωτοτόκων, δι' ἑαυτοῦ ὁ θεός. Τούτῳ τῷ γωληʹ ἔτει γενέσεως κόσμου ἀρχὴν εἰληφότι ἀπὸ καʹ τοῦ μαρτίου μηνὸς καὶ δευτέρῳ τῆς ἐξόδου εἶπεν ὁ κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτῳ λέγων, Οὗτος ὁ μὴν ἀρχὴ μηνῶν πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ· λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων, Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ' οἴκους πατριῶν, πρόβατον κατ' οἰκίαν. ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν οἱ ἐν τῇ οἰκίᾳ, ὥστε μὴ ἱκανοὺς εἶναι εἰς πρόβατον, συλλήψεται μεθ' 134 ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ, κατὰ ἀριθμὸν ψυχῶν ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριθμηθήσεται εἰς πρόβατον. πρόβατον τέλειον ἄρσεν ἐνιαύσιον ἔσται ὑμῖν· ἀπὸ τῶν ἀμνῶν καὶ τῶν ἐρίφων λήψεσθε. καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως ιδʹ τοῦ μηνὸς τούτου, καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν. καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν καὶ ἐπὶ τὴν φλιὰν ἐν τοῖς οἴκοις ἐν οἷς ἂν φάγωσιν αὐτὰ ἐν αὐτοῖς. καὶ φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ ὀπτὰ πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται. καὶ οὐκ ἔδεσθε ἀπ' αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι, ἀλλ' ἢ ὀπτὰ πυρί, κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. οὐκ ἀπολείψεται ἀπ' αὐτοῦ εἰς τὸ πρωί, καὶ ὀστοῦν οὐ