Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
μπασίαν καὶ τὸν Βρενέζην στείλας μετὰ στρατοῦ χιλιάδων πεντήκοντα, καὶ ἐν τῷ ἐπανέρχεσθαι αὐτοὺς ἐν ὁδῷ καὶ ἔνδον τῆς Πελοποννήσου φθάσαντες πολλὰ κακὰ καὶ δεινὰ καὶ ἀνδραποδισμοὺς τοῖς Χριστιανοῖς ἐπέθηκαν, καθὼς ἐν ὀλίγῳ ἐπὶ τῆς ζωῆς τοῦ Μπαγια ζήτου ῥηθήσεται. 204 Ὁ δὲ δεσπότης κὺρ Θεόδωρος, θεωρῶν τὰ τῶν Ῥωμαίων πράγματα, ὅτι οὕτως κακῶς διέκειντο, καὶ τὴν πόλιν τοσοῦτον καιρὸν ἀποκεκλεισμένην, καὶ στενοχωρού μενοι ὑπὸ λιμοῦ πολλοῦ, ὁμοίως καὶ τὸν τῆς Πελοποννήσου πόλεμον καὶ τὸ κακόν, ὅτι οὐδεὶς τῶν Χριστιανῶν αὐθέντης ἤθελεν αὐτοῖς βοηθῆσαι, καὶ ἀπορηθεὶς ὅλως, περάσας ἐν τῇ Ῥόδῳ μετὰ τριήρεως τὴν τῆς Σπάρτης ἀρχὴν ἐπεπωλήκει τῇ ἀδελφό τητι τοῦ προφήτου καὶ βαπτιστοῦ Ἰωάννου. Στείλαντες οὖν ἡ ἀδελφότης τινὰς τῶν σταυροφόρων ἐν τῇ Σπάρτῃ, ἵνα ἐγκρατεῖς τῆς ἀρχῆς, ὡς κύριοι καὶ δεσπόται, γενήσων ται, ὁ λαὸς ὡς εἶδεν αὐτοὺς καὶ ἤκουσε τὰ γενόμενα, ὥρμησαν μετὰ ξύλων καὶ πετρῶν, ἵνα τοὺς ἀπεσταλμένους σταυροφόρους ἀποκτείνωσιν. Ὁ δὲ ἀρχιερεὺς τοῦ τόπου στα θεὶς καὶ ὁμιλήσας, ἵνα μὴ τοιαύτη ἀταξία γενήσηται, ἐδυσώπει τὸν λαὸν καὶ πειθόμε νοι τοῖς τούτου λόγοις, τοῖς σταυροφόροις τριῶν ἡμερῶν διορίαν ἔδωσαν, ἵνα ἐκ τῶν ὁρίων τῆς Σπάρτης μετὰ εἰρήνης ἀναχωρήσωσιν· εἰ δὲ ἄλλως πράξωσιν, αὐτοὶ ὄψον ται. Ἰδόντες οὖν οὗτοι, ὅτι οὐδὲν ἐκατώρθουν, ἀλλὰ μᾶλλον θόρυβος καὶ σκάνδαλα ἐγίνοντο καὶ τὴν ζωὴν μάλιστα ἐκινδύνευον ἐγερθέντες ἐπανέστρεψαν οἴκαδε. Οἱ δὲ Σπαρτιῶται τὸν πρόεδρον αὐτῶν καὶ δοῦκα ἐψήφισαν εἶναι καὶ πολιτικῶς καὶ ἐκκλη σιαστικῶς ἤθελον κρίνεσθαι καὶ κυβερνᾶσθαι ὑπ' αὐτοῦ. Ὁ δὲ δεσπότης κὺρ Θεόδω ρος, ὡς εἶδε τὰς ἐλπίδας ψευσθῆναι, τὰ χρήματα, ἃ ἔλαβεν, ἐκτίνας ὅπισθεν τῇ ἀδελ φότητι καὶ εἰς Σπάρτην ἐν τῇ αὑτοῦ ἀρχῇ θέλων ἐλθεῖν, οὐκ ἤθελον δεχθῆναι αὐτὸν ὁ δῆμος, ἀλλὰ μάλιστα καὶ ὕβρεσιν ἐνέπλυνον. Καὶ πολλῶν λόγων γενομένων καὶ σκαν δάλων, τέλος ἐμεσίτευσεν ὁ ἀρχιερεὺς καὶ πάλιν ἐδέχθησαν καὶ ἔστερξαν αὐτὸν εἶναι ὡς καὶ τὸ πρότερον. Πλὴν πρὶν τοῦ τὴν κατοχὴν λαβεῖν αὐτόν, συνθήκας μετὰ ὅρκων συνέστησαν, ἵνα μηκέτι εἰς τὸν αἰῶνα ἐνθυμηθῇ τάδε ποιῆσαι.
XVII. Ἡ δὲ ἐλευθερία τῆς Πόλεως ἐκ τοῦ ἀποκλεισμοῦ οὕτως γέγονεν· ἀκούσας ὁ ἀμηρᾶς, ὅτι ὁ Ντεμήρης, ὁ βασιλεὺς Σκυθῶν καὶ Μασσαγετῶν, ἔρχεται κατ' αὐτοῦ, ἵνα πόλεμον συνάρῃ μετὰ στρατοῦ μυριαριθμήτου πολλοῦ, θέλων καὶ μὴ βουλόμενος τὴν πολιορκίαν καὶ τὸν πόλεμον καὶ ἀποκλεισμὸν τῆς Πόλεως ἔλυσε καὶ ἀγάπην με τὰ τοῦ βασιλέως ἐποίησε μεθ' ὅρκων καί, ἐν τῇ Ἀσίᾳ περάσας τοῦ δεχθῆναι τὴν τοῦ Ντεμήρη ἔφοδον, τὸν στρατὸν ἑτοιμάζων. 206 Πῶς ἐγεννήθη ὁ Φραντζῆς ὁ καὶ συγγραφεὺς τοῦ παρόντος βιβλίου 20Ἐπὶ τῆς βασιλείας λοιπὸν τοῦδε τοῦ αὐτοκρά τορος κὺρ Μανουήλ, ἐν τῷ ἀποκλεισμῷ τῆς πόλεωσ, τῷ τότε καιρῷ ἐγεννήθην ἐγώ, τῆς βασιλείας αὐτοῦ20 ἔτει, 20ἀπὸ δὲ τοῦ κόσμου γενέσεωσ, θ-ῳ Αὐγούστου λ-ῃ. Ἀναγεννήθην δὲ διὰ τοῦ θείου βαπτίσματος ὑπὸ τῆς ὁσιωτάτης μητρὸς ἁγίας Θωμαΐ δος, περὶ ἧς ἐν τῷ προσήκοντι τόπῳ καὶ ἁρμόζοντι διηγησόμεθα τἀλε θές. Ἀφ' οὖ δὲ δεκάτου20 ἔτους μέχρι καὶ τοῦ 20ὀγδοηκοστοῦ ἕκ του20 πολλῶν γενομένων ἀναγκαίων καὶ μνήμης ἀξίων βούλομαι διη γήσασθαι. Λέγω δὴ ἐν πρώτοις περὶ20 τῆς εἰς τὴν δύσιν ἀφί ξεως τῶν πέντε υἱῶν τοῦ ἀμηρᾶ Μπαγιαζήτου, ἤγουν τοῦ Μουσουλμά νου, τοῦ Μωσῆ, τοῦ Ἰεσσαί, τοῦ Μεεμέτη καὶ τοῦ Ἰωσούφ, ὃς ἐγεγόνει καὶ Χριστιανὸς καὶ ∆ημήτριος ἐπωνομάσθη, καὶ περὶ τοῦ θανάτου τοῦ βασιλέως κὺρ Ἰωάννου ἐν τῇ Θεσσαλονίκῃ καὶ τῆς ἐλεύσεως ἐκεῖσε τοῦ βασιλέως κὺρ Μανουὴλ καὶ θείου αὐτοῦ καὶ τῆς τοῦ υἱοῦ αὐτοὺ δεσπό του κὺρ Ἀνδρονίκου ἐκεῖ ἀποκαταστάσεως καὶ τοῦ θανάτου τοῦ αὐτὸν δεσπό του κὺρ Θεοδώρου τοῦ πορφυρογεννήτου εἰς τὴν Λακεδαιμονίαν, ἤγουν ἐν τῇ Σπάρτῃ καὶ τοῦ βασιλέως καὶ ἀδελφοῦ αὐτοῦ κὺρ Μανουὴλ ἐν τῇ Πελοποννήσῳ ἐλεύσεως. Καὶ τὸν θάνατον τοῦ ἀμηρᾶ Μουσουλμάνου παρὰ τοῦ ἀδελφοῦ αὐτοῦ Μωσῆ διηγήσομαι καὶ περὶ τῆς τριετοῦς μάχης αὐτοῦ δὴ τοῦ Μωσῆ μετὰ τοῦ βασιλέως κὺρ Μανουὴλ καὶ τῆς περὶ τὰ